← 普罗科皮乌斯

战史

§5.20.1-5.20.20

胜利的预兆与贝利撒留拒绝退兵劝告

萨姆奈姆少年角力嬉戏的意外被视作贝利撒留必胜的预兆;城内罗马民众因围城困厄怨声四起,维蒂吉斯乘机遣使劝诱撤离,却遭贝利撒留断然拒绝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.20.1

Τὰ μὲν οὖν ἐς τὴν πολιορκίαν τῇδε Βελισάριος διῳκήσατο. Σαμνιτῶν δὲ παῖδες πολλοί, πρόβατα ἐν χώρᾳ τῇ σφετέρᾳ ποιμαίνοντες, δύο τοῦ σώματος ἐν σφίσιν εὖ ἥκοντας ἀπολέξαντες, καὶ αὐτῶν ἕνα μὲν καλέσαντες ἐπὶ τοῦ Βελισαρίου ὀνόματος, Οὐίττιγιν δὲ τὸν ἕτερον ὀνομάσαντες, παλαίειν ἐκέλευον. ὧν δὴ ἰσχυρότατα ἐς τὸν ἀγῶνα καθισταμένων, τὸν Οὐίττιγιν δῆθεν ξυνηνέχθη πεσεῖν.1 καὶ αὐτὸν ὁ τῶν παίδων ὅμιλος παίζοντες ἐπὶ δένδρου ἐκρήμνων.

贝利撒留便如此布置了针对围攻的防备。另一方面,萨姆奈姆的许多少年在自己的乡间放牧羊群,从他们当中选出两个体格健壮的人,把其中一人冠以贝利撒留之名,将另一人命名为维蒂吉斯,命他们角力。当他们极其激烈地投入争斗时,恰巧扮作维蒂吉斯的那个人摔倒了。这群少年出于嬉戏,便将他吊在树上。

§5.20.3

λύκου δὲ τύχῃ τινὶ ἐνταῦθα φανέντος οἱ μὲν παῖδες ἔφυγον ἅπαντες, ὁ δὲ ἐπὶ τοῦ δένδρου ἠρτημένος Οὐίττιγις χρόνου οἱ τριβέντος ἐν ταύτῃ δὴ τῇ τιμωρίᾳ θνήσκει.

然而碰巧有一只狼在那里出现,少年们全都逃走了,而被吊在树上的维蒂吉斯随着时间推移,竟在这场惩罚中死去了。

§5.20.4

καὶ ἐπεὶ ταῦτα ἐς Σαμνίτας ἔκπυστα ἐγεγόνει, οὔτε κόλασίν τινα ἐς τὰ παιδία ταῦτα ἐξήνεγκαν καὶ τὰ ξυμπεσόντα ξυμβαλόντες νικήσειν κατὰ κράτος Βελισάριον ἰσχυρίζοντο. ταῦτα μὲν δὴ οὕτως ἐγένετο.

这件事情传到萨姆奈姆人那里后,他们并未对这些孩童施加任何惩罚,反而推测所发生的事情,断言贝利撒留将取得彻底的胜利。事情便是这样发生的。

§5.20.5

Ῥωμαίων δὲ ὁ δῆμος, τῶν ἐν πολέμῳ τε καὶ πολιορκίᾳ κακῶν ἀήθεις παντάπασιν ὄντες, ἐπειδὴ τῇ μὲν ἀλουσίᾳ ἐπιέζοντο καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, φυλάσσειν τε ἄϋπνοι τὸν περίβολον ἠναγκάζοντο, καὶ τὴν πόλιν ἁλώσεσθαι οὐκ εἰς μακρὰν ὑπετόπαζον, ἅμα δὲ καὶ τοὺς πολεμίους ἑώρων τούς τε ἀγροὺς καὶ τἄλλα πάντα ληιζομένους, ἤσχαλλόν τε καὶ δεινὰ ἐποιοῦντο, εἰ αὐτοὶ οὐδὲν ἠδικηκότες πολιορκοῖντό τε καὶ ἐς τοσοῦτον κινδύνου μέγεθος ἥκοιεν.2

与此同时,罗马的民众全然不习惯战争和围城带来的灾祸,由于饱受无法洗浴和必需品匮乏的折磨,又被迫不眠不休地守卫城墙,揣测城市不久便会陷落,同时看到敌人劫掠田园和一切财产,便感到愤慨,对自己毫无过错却遭受围困并陷入如此巨大的险境深感气愤。

§5.20.6

ἐν σφίσι τε αὐτοῖς ξυνιστάμενοι Βελισαρίῳ ἐκ τοῦ ἐμφανοῦς ἐλοιδοροῦντο, ὅς γε οὐκ ἀξιόχρεων πρὸς βασιλέως δύναμιν λαβὼν ἐτόλμησεν ἐπὶ Γότθους στρατεύεσθαι.

他们聚集在一起,公然谩骂贝利撒留,斥责他未从皇帝那里获得相称的军力,竟敢向哥特人进军。

§5.20.7

ταῦτα δὲ καὶ οἱ ἐκ βουλῆς ἣν σύγκλητον καλοῦσι Βελισαρίῳ ἐν παραβύστῳ ὠνείδιζον. ἅπερ Οὐίττιγις πρὸς τῶν αὐτομόλων ἀκούσας συγκρούειν τε αὐτοὺς ἔτι μᾶλλον ἐθέλων καὶ ἐς πολλὴν ταραχὴν ἐμπεσεῖσθαι τὰ Ῥωμαίων πράγματα ταύτῃ οἰόμενος, πρέσβεις παρὰ Βελισάριον ἄλλους τε καὶ Ἄλβιν ἔπεμψεν.

他们称之为元老院的议会成员们也在私下里以同样的话埋怨贝利撒留。维蒂吉斯从逃兵那里得知此事,企图进一步挑起他们的纷争,并认为这样能使罗马人的局势陷入巨大混乱,于是派阿尔比斯及其他使节前往贝利撒留处。

§5.20.8

οἵ, ἐπειδὴ ἐς ὄψιν τὴν Βελισαρίου ἀφίκοντο, παρόντων Ῥωμαίων τε τῶν ἐκ βουλῆς καὶ ὅσοι τοῦ στρατοῦ ἄρχοντες ἦσαν, ἔλεξαν τοιάδε· “Πάλαι, ὦ στρατηγέ, τοῖς ἀνθρώποις εὖ τε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα· ἐν οἷς ἓν τόδε ἐστί, θράσος κεχώρισται ἀνδρείας. τὸ μὲν γὰρ αὐτῶν οἷς ἂν προσγένοιτο, ξὺν ἀτιμίᾳ ἐς κίνδυνον ἄγει,3 τὸ δὲ δόξαν ἀρετῆς ἱκανῶς φέρεται.

他们来到贝利撒留面前,在罗马元老院议员和全军将领都在场的情况下,陈词如下:“将军,自古以来人们便对事物的名称作了明确妥善的界定;其中之一便是,鲁莽与勇敢是有区别的。 因为前者无论附着于谁,都会带来耻辱并引向险境,而后者却能充分赢得美德的声誉。

§5.20.10

τούτων θάτερόν σε εἰς ἡμᾶς ἤνεγκεν, ὁπότερον μέντοι, αὐτίκα δηλώσεις. εἰ μὲν γὰρ ἀνδρείᾳ πιστεύων ἐπὶ Γότθους ἐστράτευσας, ὁρᾷς γὰρ δήπου ἀπὸ τοῦ τείχους τὸ τῶν πολεμίων στρατόπεδον καί σοι ἀνδραγαθίζεσθαι, ὦ γενναῖε, διαρκῶς πάρεστιν· εἰ δέ γε θράσει ἐχόμενος ἐφ’ ἡμᾶς ὥρμησαι, πάντως σοι καὶ μεταμέλει τῶν εἰκῆ πεπραγμένων.

这两者之一将你引向了我们,但究竟是哪一种,你即刻便会表明。如果你是依仗勇敢而向哥特人进军——毕竟你从城墙上定然能看见敌人的军营——尊贵的将军,你大有充分展现勇力的机会;但如果你是受鲁莽驱使而向我们冲来,想必你对自己盲动的行径早已悔恨不已。

§5.20.11

τῶν γὰρ ἀπονενοημένων αἱ γνῶμαι, ὅταν ἐν τοῖς ἀγῶσι γένωνται, μετανοεῖν φιλοῦσι. νῦν οὖν μήτε Ῥωμαίοις τοῖσδε περαιτέρω τὴν ταλαιπωρίαν μηκύνεσθαι ποίει, οὓς δὴ Θευδέριχος ἐν βίῳ τρυφερῷ τε καὶ ἄλλως ἐλευθέρῳ ἐξέθρεψε, μήτε τῷ Γότθων τε καὶ Ἰταλιωτῶν δεσπότῃ ἐμποδὼν ἵστασο.

因为绝望之人的心思,一旦置身于争战之中,往往容易翻悔。因此,现在你既不要让狄奥多里克在奢华且全然自由的生活中抚育长大的这些罗马人继续延长苦难,也不要阻挡哥特人与意大利人的统治者。

§5.20.12

πῶς γὰρ οὐκ ἄτοπον, σὲ μὲν οὕτω καθειργμένον τε καὶ τοὺς πολεμίους κατεπτηχότα ἐν Ῥώμῃ καθῆσθαι, τὸν δὲ ταύτης βασιλέα ἐν χαρακώματι διατρίβοντα τὰ τοῦ πολέμου κακὰ τοὺς αὑτοῦ κατηκόους ἐργάζεσθαι;

因为你如此闭门不出、畏惧敌人而枯坐在罗马城内,而此城的君王驻扎于营垒之中、使自己的臣民遭受战祸之苦,这岂不是荒谬至极吗?

§5.20.13

ἡμεῖς δὲ σοί τε καὶ τοῖς ἑπομένοις ποιεῖσθαι ἤδη τὴν ἄφοδον κατ’ ἐξουσίαν παρέξομεν, ἅπαντα τὰ ὑμέτερα αὐτῶν ἔχουσι. τὸ γὰρ ἐπεμβαίνειν τοῖς τὸ σῶφρον μεταμαθοῦσιν οὔτε ὅσιον οὔτε ἄξιον τρόπου τοῦ ἀνθρωπίνου εἶναι νομίζομεν.

至于我们,则将允许你和你的随从保留自身的一切财产,自由地立即撤离。因为我们认为,践踏重新学会审慎之人既不合乎虔敬,亦不符合人道。

§5.20.14

ἡδέως δ’ ἂν καὶ Ῥωμαίους ἔτι ἐροίμεθα τούσδε, τί ποτε ἄρα Γότθοις ἐπικαλεῖν ἔχοντες ἡμᾶς τε αὖ καὶ σφᾶς αὐτοὺς προὔδοσαν, οἵ γε τῆς μὲν ἡμετέρας ἐπιεικείας ἄχρι τοῦδε ἀπήλαυσαν, νῦν δὲ καὶ τῆς παρ’ ὑμῶν ἐπικουρίας εἰσὶν ἔμπειροι.”

我们也很想再问问这些罗马人,究竟哥特人有何过失,以致他们竟背叛了我们,也背叛了他们自己——他们此前一直得享我们的宽仁,如今却也亲身体会到了你们所带来的援助。”

§5.20.15

Τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε· “Ὁ μὲν τῆς ξυμβουλῆς καιρὸς οὐκ ἐφ’ ὑμῖν κείσεται. γνώμῃ γὰρ τῶν πολεμίων ἥκιστα εἰώθασι πολεμεῖν ἄνθρωποι, ἀλλ’ αὐτόν τινα τὰ οἰκεῖα διατίθεσθαι νόμος, ὅπη ἂν αὐτῷ δοκῇ ὡς ἄριστα ἔχειν.

使节们说完这番话。贝利撒留回答如下:“提出忠告的时机并不由你们决定。因为人们绝不习惯按照敌人的意图来进行战争,由每个人按照自己认为最妥善的方式安排自家的事务,这才是常理。

§5.20.16

φημὶ δὲ ὑμῖν ἀφίξεσθαι χρόνον ἡνίκα ὑπὸ ταῖς ἀκάνθαις βουλόμενοι τὰς κεφαλὰς κρύπτεσθαι οὐδαμῆ ἕξετε.

但我告诉你们,当你们想要把头藏在荆棘之下却无处可藏的时刻必定会到来。

§5.20.17

Ῥώμην μέντοι ἑλόντες ἡμεῖς τῶν ἀλλοτρίων οὐδὲν ἔχομεν, ἀλλ’ ὑμεῖς ταύτης τὰ πρότερα ἐπιβατεύσαντες, οὐδὲν ὑμῖν προσῆκον, νῦν οὐχ ἑκόντες τοῖς πάλαι κεκτημένοις ἀπέδοτε.

我们在攻克罗马时,并未占有任何属于他人的东西;反倒是你们从前在毫无名分的情况下侵占了此城,如今不过是不情愿地归还给它自古以来的拥有者罢了。

§5.20.18

ὅστις δὲ ὑμῶν Ῥώμης ἐλπίδα ἔχει ἀμαχητὶ ἐπιβήσεσθαι, γνώμης ἁμαρτάνει. ζῶντα γὰρ Βελισάριον μεθήσεσθαι ταύτης ἀδύνατον.”4 τοσαῦτα μὲν καὶ Βελισάριος εἶπε.

你们当中若有人期望不经战斗便能踏入罗马,那便是打错了算盘。因为只要贝利撒留还活着,就绝不可能放弃这座城市。”贝利撒留也只说了这些话。

§5.20.19

Ῥωμαῖοι δὲ ἐν δέει μεγάλῳ γενόμενοι ἡσυχῆ ἐκάθηντο, καὶ οὐδὲν τοῖς πρέσβεσιν ἀντιλέγειν ἐτόλμων, καίπερ ἐπὶ τῇ ἐς Γότθους προδοσίᾳ πολλὰ πρὸς αὐτῶν κακιζόμενοι, πλήν γε δὴ ὅτι Φιδέλιος αὐτοὺς ἐρεσχελεῖν ἔγνω.

罗马人陷入巨大的恐惧中,默然静坐,尽管因背叛哥特人而遭到使节们的严厉斥责,却不敢有任何反驳,唯有菲德利乌斯决意出言讥讽他们。

§5.20.20

ὃς τότε τῆς αὐλῆς ὕπαρχος καταστὰς πρὸς Βελισαρίου ἐτύγχανε, καὶ ἀπ’ αὐτοῦ πάντων μάλιστα ἔδοξε βασιλεῖ εὐνοϊκῶς ἔχειν.

他当时恰好被贝利撒留任命为近卫长官,因此被认为对皇帝最为忠诚。

语法注4 条
  1. 5.20.2τὸν Οὐίττιγιν δῆθεν ξυνηνέχθη πεσεῖν

    非人称动词 ξυνηνέχθη(“结果导致……”)后接宾格加不定式结构(τὸν Οὐίττιγιν ... πεσεῖν)。副词 δῆθεν 表示“假装的/名义上的”,说明此处指代的是扮演维蒂吉斯的少年,而非哥特王本人。

  2. 5.20.5εἰ αὐτοὶ οὐδὲν ἠδικηκότες πολιορκοῖντό τε καὶ ἐς τοσοῦτον κινδύνου μέγεθος ἥκοιεν

    该 εἰ 从句在间接引语中表示情感的原因,因主句动词为过去时(ἤσχαλλόν τε καὶ δεινὰ ἐποιοῦντο)而采用了斜说祈愿语气(πολιορκοῖντο, ἥκοιεν)。此处并非纯粹的条件句,而是表达愤慨的内容(“他们自忖未犯任何过错,却遭围困……”)。

  3. 5.20.9τὸ μὲν γὰρ αὐτῶν οἷς ἂν προσγένοιτο, ξὺν ἀτιμίᾳ ἐς κίνδυνον ἄγει

    主语为 τὸ μὲν ... αὐτῶν(“它们中的前者”,即 θράσος“鲁莽”),关系从句 οἷς ἂν προσγένοιτο(“无论附着于谁”)不带先行词,以与格关系代词的形式嵌入其中。主动词为 ἄγει(“引向”)。

  4. 5.20.18ζῶντα γὰρ Βελισάριον μεθήσεσθαι ταύτης ἀδύνατον

    由表语形容词 ἀδύνατον(省略 ἐστί)引导的宾格加不定式结构。ζῶντα ... Βελισάριον 为不定式的主语宾格,中动态将来时不定式 μεθήσεσθαι(“放弃”)支配属格宾语 ταύτης(指代前文的“罗马”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.20.1-5.20.20