← 普罗科皮乌斯

战史

§5.19.14-5.19.29

部署各城门防务与台伯河浮动磨坊

贝利撒留部署了罗马各城门与引水道的防御,发明水上浮动磨坊以维持粮食研磨,并于河上拉起铁链以防范哥特人的破坏与舟楫渗透。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.19.14

Βελισάριος δὲ τὰ ἐς τὴν φυλακὴν τῆς πόλεως διεκόσμει ὧδε. πυλίδα μὲν αὐτὸς τὴν Πιγκιανὴν καὶ πύλην τὴν ταύτης ἐν δεξιᾷ εἶχεν, ἣ Σαλαρία ὠνόμασται. κατὰ ταύτας γὰρ ἐπίμαχος ἦν ὁ περίβολος, καὶ Ῥωμαίοις ἐξιτητὰ ἐπὶ τοὺς πολεμίους ὄντα ἐτύγχανε. Πραινεστίναν δὲ Βέσσᾳ ἔδωκε.

贝利撒留按如下方式安排了城防事务。他亲自守卫平西亚便门及其右侧的城门,此门名为萨拉里亚门。因为沿着这几处,城郭容易遭受攻击,且恰是罗马人出击敌军的通路。他把普赖奈斯提纳门交给了贝萨斯。

§5.19.16

καὶ τῇ Φλαμινίᾳ, ἣ Πιγκιανῆς ἐπὶ θάτερά ἐστι, Κωνσταντῖνον ἐπέστησε, τάς τε πύλας ἐπιθεὶς πρότερον, καὶ λίθων μεγάλων οἰκοδομίᾳ ἔνδοθεν αὐτὰς ἀποφράξας ὡς μάλιστα, ὅπως δὴ αὐτὰς μηδενὶ ἀνακλίνειν δυνατὰ εἴη.1

而在平西亚门另一侧的弗拉米尼亚门,他派驻了君士坦丁;但他先关闭了门扉,并用大石砌造的工事从内侧尽可能严密地予以封堵,以使任何人都无法将其推开。

§5.19.17

τῶν γὰρ χαρακωμάτων ἑνὸς ἀγχοτάτω ὄντος ἔδεισε μή τις ἐπὶ τῇ πόλει ἐνέδρα πρὸς τῶν πολεμίων ἐνταῦθα ἔσται.

因为有一座敌营离此极近,他唯恐敌军在此设下某种针对城池的伏兵。

§5.19.18

τὰς δὲ λειπομένας τῶν πεζικῶν καταλόγων τοὺς ἄρχοντας διαφυλάσσειν ἐκέλευε. τῶν τε ὀχετῶν ἕκαστον ὡς ἀσφαλέστατα οἰκοδομίᾳ ἐπὶ πλεῖστον κατέλαβε, μή τις ἔξωθεν κακουργήσων ἐνταῦθα ἴοι.

其余的大门,他命令步兵各营的指挥官分别把守。对于每条引水道,他也尽可能用砌石工事坚固地封闭了很长一段,以免有人从外部潜入破坏。

§5.19.19

Ἐπεὶ δὲ τῶν ὀχετῶν, καθάπερ μοι εἴρηται, διαιρεθέντων οὐκέτι τὰς μύλας τὸ ὕδωρ ἐνήργει, ζῴοις τέ τισιν ἐργάζεσθαι αὐτὰς οὐδαμῆ εἶχον, τροφῆς ἁπάσης ἅτε ἐν πολιορκίᾳ σπανίζοντες; οἵ γε καὶ ἵππων μόλις τῶν σφίσιν ἀναγκαίων ἐδύναντο ἐπιμελεῖσθαι, Βελισάριος ἐξεῦρε τόδε.

由于如前所述引水道被切断,流水不再驱动水磨,而他们在围城之中匮乏一切口粮——他们甚至连自身必需的战马都难以照料——因而绝无可能用牲畜来拉磨,于是贝利撒留想出了如下办法。

§5.19.20

ἔμπροσθεν τῆς γεφύρας ἧς ἄρτι πρὸς τῷ περιβόλῳ οὔσης ἐμνήσθην, σχοίνους ἀρτήσας ἐξ ἑκατέρας τοῦ ποταμοῦ ὄχθης ὡς ἄριστα ἐντεταμένας, ταύταις τε λέμβους δύο παρ’ ἀλλήλους ξυνδήσας, πόδας δύο ἀπ’ ἀλλήλων διέχοντας, ᾗ μάλιστα ἡ τῶν ὑδάτων ἐπιρροὴ ἐκ τοῦ τῆς γεφύρας κυρτώματος ἀκμάζουσα κατῄει, μύλας τε δύο ἐν λέμβῳ ἑκατέρῳ ἐνθέμενος ἐς τὸ μεταξὺ τὴν μηχανὴν ἀπεκρέμασεν ἣ τὰς μύλας στρέφειν εἰώθει.2

在我方才提及紧邻城郭的那座桥梁前方,他自两岸系牢并尽可能拉紧绳索,并将两只平底舟并排系于绳上,彼此相距两尺,正设在流水自桥拱倾泻而下、势头最盛之处;在每只舟上各置两盘石磨,并将通常用于转动石磨的机械装置悬挂在两舟之间。

§5.19.21

ἐπέκεινα δὲ ἄλλας τε ἀκάτους ἐχομένας τῶν ἀεὶ ὄπισθεν κατὰ λόγον ἐδέσμευε, καὶ τὰς μηχανὰς τρόπῳ τῷ αὐτῷ ἐπὶ πλεῖστον ἐνέβαλε.

在此之外,他又按次序紧随其后系上其他船只,以同样的方式设置了许多套机械。

§5.19.22

προϊούσης οὖν τῆς τοῦ ὕδατος ῥύμης αἱ μηχαναὶ ἐφεξῆς ἅπασαι ἐφ’ ἑαυτὰς καλινδούμεναι ἐνήργουν τε τὰς κατ’ αὐτὰς μύλας καὶ τῇ πόλει τὰ αὐτάρκη ἤλουν. ἃ δὴ οἱ πολέμιοι πρὸς τῶν αὐτομόλων γνόντες ἀφανίζουσι τὰς μηχανὰς τρόπῳ τοιῷδε.

于是,随着水流冲刷而过,所有的机械装置顺次自转,带动各自对应的石磨运转,为全城磨出了充足的粮食。敌军从逃兵处得知此事后,便用如下办法破坏这些机械。

§5.19.23

δένδρα μεγάλα καὶ σώματα Ῥωμαίων νεοσφαγῆ ἐς τὸν ποταμὸν συμφοροῦντες ἐρρίπτουν.

他们将大树和刚被杀害的罗马人尸体搜集起来,抛入河中。

§5.19.24

τούτων τε τὰ πλεῖστα ξὺν τῷ ῥεύματι ἐς μέσα τὰ σκάφη φερόμενα τὴν μηχανὴν ἀπεκαύλιζε. Βελισάριος δὲ κατιδὼν τὰ ποιούμενα προσεπετεχνήσατο τάδε.

这些漂浮物的大多数顺流被冲入各舟之间,折断了机械装置。但贝利撒留察觉了敌人的所作所为,又进一步想出了如下计策。

§5.19.25

ἁλύσεις μακρὰς σιδηρᾶς πρὸ τῆς γεφύρας ἤρτησεν, ἐξικνουμένας ἐς Τίβεριν ὅλον. αἷς δὴ προσπίπτοντα ξύμπαντα ὅσα ὁ ποταμὸς ἔφερε, ξυνίστατό τε καὶ οὐκέτι ἐς τὰ πρόσω ἐχώρει.

他在桥前悬起长长的铁链,横贯整条提伯河。河水冲来的一切物品撞击在铁链上,堆积在那里,不再向前漂去。

§5.19.26

ταῦτά τε ἀνέλκοντες ἀεὶ οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο εἰς τὴν γῆν ἔφερον. ταῦτα δὲ Βελισάριος ἐποίει οὐ τοσοῦτον τῶν μυλῶν ἕνεκα ὅσον ὅτι ἐνθένδε ἐς δέος τε καὶ ἔννοιαν ἦλθε μὴ λάθωσιν ἀκάτοις πολλαῖς οἱ πολέμιοι ἐντὸς τῆς γεφύρας καὶ ἐν μέσῃ πόλει γενόμενοι.3

承担这一差事的人随时将这些杂物打捞出来运往陆地。然而贝利撒留这样做,不仅是为了水磨,更是因为他由此产生了恐惧和忧虑,唯恐敌人乘坐众多小舟不知不觉地进入桥梁内侧,深入城池中央。

§5.19.27

οὕτω τε οἱ βάρβαροι τῆς πείρας, ἐπεὶ οὐδὲν σφίσι ταύτῃ προὐχώρει, ἀπέσχοντο. καὶ τὸ λοιπὸν Ῥωμαῖοι τούτοις μὲν τοῖς μύλωσιν ἐχρῶντο, τῶν δὲ βαλανείων τοῦ ὕδατος τῇ ἀπορίᾳ παντάπασιν ἀπεκέκλειντο.

这样一来,蛮族由于在此事上一无所获,便放弃了这一企图。此后罗马人便一直使用这些水磨,但由于缺水,浴室则完全停止了使用。

§5.19.28

ὕδωρ μέντοι ὅσον πιεῖν διαρκὲς εἶχον, ἐπεὶ καὶ τοῖς τοῦ ποταμοῦ ἑκαστάτω οἰκοῦσι παρῆν ἐκ φρεάτων ὑδρεύεσθαι.

不过他们仍有充足的饮用水,因为即使是住得离河最远的人,也能从井中汲水。

§5.19.29

ἐς δὲ τοὺς ὑπονόμους, οἵπερ ἐκ τῆς πόλεως εἴ τι οὐ καθαρὸν ἐκβάλλουσιν ἔξω, ἀσφάλειαν ἐπινοεῖν οὐδεμίαν ἠνάγκαστο, ἐπεὶ ἐς ποταμὸν Τίβεριν τὰς ἐκβολὰς ἔχουσιν ἅπαντες, καὶ διὰ τοῦτο οὐδεμίαν οἷόν τε τῇ πόλει ἐνθένδε πρὸς τῶν πολεμίων ἐπιβουλὴν γενέσθαι.

至于将城内污秽排向城外的下水道,他并未被迫构想任何防卫措施,因为它们全部通向提伯河排泄,因此敌人绝不可能由此对城郭施加任何图谋。

语法注3 条
  1. 5.19.16ὅπως δὴ αὐτὰς μηδενὶ ἀνακλίνειν δυνατὰ εἴη

    目的从句中的非人称结构(在主句过去时 ἐπέστησε 之后依从规则使用希求法 εἴη)。中性复数形容词 δυνατά 充当非人称谓语,支配不定词 ἀνακλίνειν,与格 μηδενί 表示动作发出者(施事与格)。

  2. 5.19.20ἔμπροσθεν τῆς γεφύρας ἧς ἄρτι πρὸς τῷ περιβόλῳ οὔσης ἐμνήσθην, σχοίνους ἀρτήσας ἐξ ἑκατέρας τοῦ ποταμοῦ ὄχθης ὡς ἄριστα ἐντεταμένας, ταύταις τε λέμβους δύο παρ’ ἀλλήλους ξυνδήσας, πόδας δύο ἀπ’ ἀλλήλων διέχοντας, ᾗ μάλιστα ἡ τῶν ὑδάτων ἐπιρροὴ ἐκ τοῦ τῆς γεφύρας κυρτώματος ἀκμάζουσα κατῄει, μύλας τε δύο ἐν λέμβῳ ἑκατέρῳ ἐνθέμενος ἐς τὸ μεταξὺ τὴν μηχανὴν ἀπεκρέμασεν ἣ τὰς μύλας στρέφειν εἰώθει.

    该长句的核心骨架为主动词 ἀπεκρέμασεν(“悬挂”),主语承接前句的贝利撒留。在此之前依次串联了三个不定过去时分词短语以表示按序实施的准备动作:σχοίνους ἀρτήσας(“系住绳索”)、λέμβους... ξυνδήσας(“系上小舟”)以及 μύλας... ἐνθέμενος(“安放石磨”)。关系副词从句 ᾗ μάλιστα... κατῄει 则限定了拴系船只的具体位置。

  3. 5.19.26ἐς δέος τε καὶ ἔννοιαν ἦλθε μὴ λάθωσιν ἀκάτοις πολλαῖς οἱ πολέμιοι ἐντὸς τῆς γεφύρας καὶ ἐν μέσῃ πόλει γενόμενοι

    由表示担忧的名词(δέος καὶ ἔννοιαν)引出的惧怕从句(μή 接虚拟法 λάθωσιν)。动词 λανθάνω 支配附加分词 γενόμενοι 构成经典惯用结构,意为“不为人知地进入……”。在从属历史时态之后保留虚拟法 λάθωσιν 增加了叙述的生动性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.19.14-5.19.29