- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.2.1-5.2.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥多里克去世后,幼主阿塔拉里克继位并由母亲阿玛拉逊莎摄政;然而当她试图以罗马式文学教育培养国王时,崇尚武力的哥特贵族群起反对并强求改行蛮族习俗,阿玛拉逊莎因畏惧图谋而被迫妥协。
Τελευτήσαντός τε αὐτοῦ παρέλαβε τὴν βασιλείαν Ἀταλάριχος, ὁ Θευδερίχου θυγατριδοῦς, ὀκτὼ γεγονὼς ἔτη καὶ ὑπὸ τῇ μητρὶ Ἀμαλασούνθῃ τρεφόμενος.
在他去世之后,阿塔拉里克继承了王位,他是狄奥多里克的外孙,年方八岁,由母亲阿玛拉逊莎抚养。
ὁ γάρ οἱ πατὴρ ἤδη ἐξ ἀνθρώπων ἠφάνιστο. χρόνῳ τε οὐ πολλῷ ὕστερον Ἰουστινιανὸς ἐν Βυζαντίῳ τὴν βασιλείαν παρέλαβεν.
因为他的父亲早已离开了人世。不久之后,查士丁尼在拜占庭登基称帝。
Ἀμαλασοῦνθα δέ, ἅτε τοῦ παιδὸς ἐπίτροπος οὖσα, τὴν ἀρχὴν διῳκεῖτο, ξυνέσεως μὲν καὶ δικαιοσύνης ἐπὶ πλεῖστον ἐλθοῦσα, τῆς δὲ φύσεως ἐς ἄγαν τὸ ἀρρενωπὸν ἐνδεικνυμένη.
阿玛拉逊莎作为幼子的监护人摄理国政,她在睿智与正义上皆达到了极高造诣,且在性情中表现出极为刚毅的男子气概。
ὅσον τε χρόνον τῆς πολιτείας προὔστη, οὐδένα τῶν πάντων Ῥωμαίων ἐς τὸ σῶμα ἐκόλασεν ἢ χρήμασιν ἐζημίωσεν.1
在她主持政事的整个时期,从未对任何罗马人施加肉体刑罚,亦未处以财产罚没。
οὐ μὴν οὐδὲ Γότθοις ξυνεχώρησεν ἐς τὴν ἐς ἐκείνους ἀδικίαν ὀργῶσιν, ἀλλὰ καὶ τοῖς Συμμάχου τε καὶ Βοετίου παισὶ τὴν οὐσίαν ἀπέδωκεν.
她甚至绝不容忍哥特人企图侵害罗马人的冲动,反而将财产归还给了西马库斯与波爱修斯的子女。
ἡ μὲν οὖν Ἀμαλασοῦνθα τὸν παῖδα ἐβούλετο τοῖς Ῥωμαίων ἄρχουσι τὰ ἐς τὴν δίαιταν ὁμότροπον καταστήσασθαι καὶ φοιτᾶν ἐς γραμματιστοῦ ἤδη ἠνάγκαζε.
于是,阿玛拉逊莎希望将儿子的生活习性塑造成罗马统治者的风范,早早便强令他去从师识字。
τρεῖς τε ἀπολεξαμένη τῶν ἐν Γότθοις γερόντων οὕσπερ ἠπίστατο μᾶλλον ἁπάντων ξυνετούς τε καὶ ἐπιεικεῖς εἶναι, ξυνδιαιτᾶσθαι Ἀταλαρίχῳ ἐκέλευε.
她还在哥特人的长老中挑选了三位她深知比众人都更为明智温厚的长者,命他们与阿塔拉里克同居共处。
Γότθοις δὲ ταῦτα οὐδαμῆ ἤρεσκε. τῆς γὰρ ἐς τοὺς ὑπηκόους ἀδικίας ἐπιθυμίᾳ βαρβαρικώτερον πρὸς αὐτοῦ ἄρχεσθαι ἤθελον.
然而哥特人对此决不满意。因他们贪图侵害臣民,企图受到他更为野蛮式的统治。
καί ποτε ἡ μὲν μήτηρ ἁμαρτάνοντά τι ἐν τῷ κοιτῶνι τὸν παῖδα λαβοῦσα ἐρράπισε· καὶ ὃς δεδακρυμένος ἐς τὴν ἀνδρωνῖτιν ἐνθένδε ἀπῆλθε.
有一次,母亲在寝室内发现孩子犯了过错,便打了他一耳光;他哭泣着从那里跑到了男子的起居处。
Γότθοι δὲ αὐτῷ ἐντυχόντες δεινὰ ἐποιοῦντο καὶ τῇ Ἀμαλασούνθῃ λοιδορούμενοι ἰσχυρίζοντο βούλεσθαι αὐτὴν τὸν παῖδα ἐξ ἀνθρώπων ἀφανιεῖν ὅτι τάχιστα, ὅπως αὐτὴ ἑτέρῳ ἀνδρὶ ἐς κοίτην ἐλθοῦσα Γότθων τε καὶ Ἰταλιωτῶν ξὺν αὐτῷ ἄρχοι.
迎面遇上他的哥特人对此大做文章,辱骂阿玛拉逊莎,声称她企图尽快让这孩子离开人世,以便她自己委身于另一男子,与他一同统领哥特人与意大利人。
ξυλλεγέντες τε, ὅσοι δὴ ἐν αὐτοῖς λόγιμοι ἦσαν, καὶ παρὰ τὴν Ἀμαλασοῦνθαν ἐλθόντες ᾐτιῶντο οὐκ ὀρθῶς σφίσιν οὐδὲ ᾗ ξυμφέρει τὸν βασιλέα παιδεύεσθαι.
他们当中所有显赫之士集结起来,来到阿玛拉逊莎跟前,指责她对国王的教养既不正当,亦不利于他们。
γράμματά τε γὰρ παρὰ πολὺ κεχωρίσθαι ἀνδρίας, καὶ διδασκαλίας γερόντων ἀνθρώπων ἔς τε τὸ δειλὸν καὶ ταπεινὸν ἀποκρίνεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον.
因为他们宣称,学问与英勇相去甚远,老人们的教导大多只会导向怯懦与卑劣。
δεῖν τοίνυν τὸν ἔν τινι ἔργῳ τολμητήν τε καὶ δόξῃ μέγαν ἐσόμενον, φόβου τοῦ ἐκ διδασκάλων ἀπαλλαγέντα, τὰς ἐν τοῖς ὅπλοις μελέτας ποιεῖσθαι.
因此,凡欲在任何功业中勇毅过人、威名显赫者,皆须摆脱对教师的畏惧,专心操练武器。
ἔλεγον δὲ ὡς οὐδὲ Θευδέριχός ποτε Γότθων τινὰς τοὺς παῖδας ἐς γραμματιστοῦ πέμπειν ἐῴη· λέγειν γὰρ ἅπασιν ὡς, ἤνπερ αὐτοῖς τὸ ἀπὸ τοῦ σκύτους ἐπιγένηται δέος, οὐ μήποτε ξίφους ἢ δορατίου ὑπερφρονεῖν ἀξιώσουσιν.2
他们还说,狄奥多里克也从未容许任何哥特人将自己的儿子送去从师识字;因为他曾对所有人讲过,一旦他们心中滋生对皮鞭的畏惧,便决不可能再看轻刀剑或投枪。
ἐννοεῖν τε αὐτὴν ἐδικαίουν ὡς ἄρα οἱ ὁ πατὴρ Θευδέριχος χώρας τε τοσαύτης κύριος γεγονὼς καὶ βασιλείαν οὐδαμόθεν αὐτῷ προσήκουσαν περιβαλλόμενος τελευτήσειε, καίπερ γραμμάτων οὐδὲ ὅσον ἀκοὴν ἔχων.
他们还认为她理应思忖,其父狄奥多里克成为如此辽阔疆土的主人,披戴起本不属于他的王权而寿终正寝,即便他对文字连耳闻的一点概念都没有。
“Οὐκοῦν, ὦ δέσποινα,” ἔφασαν, “παιδαγωγοὺς μὲν τούτους χαίρειν τανῦν ἔα,3 σὺ δὲ Ἀταλαρίχῳ ὁμοδιαίτους ἥλικάς τινας δίδου, οἵπερ αὐτὸν τὰ ἐς τὴν ἡλικίαν ξυνακμάζοντες ἐς τὴν ἀρετὴν κατά γε τὸν βάρβαρον νόμον ὁρμήσουσι.”
“因此,女主人啊,”他们说道,“如今且请辞退这些塾师,给阿塔拉里克指派几名同龄的伴侣与他同居共处;他们与他在年纪上共同成熟,自会依循蛮族的习俗激发他迈向勇武。”
Ταῦτα ἐπεὶ ἤκουσεν Ἀμαλασοῦνθα, οὐκ ἐπῄνεσε μέν, δείσασα δὲ τὴν τῶν ἀνθρώπων ἐπιβουλήν, δόκησίν τε παρείχετο ὡς πρὸς ἡδονῆς αὐτῇ οἱ λόγοι ἐγίνοντο, καὶ ξυνεχώρει ἅπαντα ὅσων οἱ βάρβαροι αὐτῆς ἔχρῃζον.4
阿玛拉逊莎听闻此言,虽不赞同,但因惧怕这些人的图谋,便装作他们的话令她心悦诚服,遂应允了蛮族向她要求的一切。
- 5.2.4οὐδένα τῶν πάντων Ῥωμαίων ἐς τὸ σῶμα ἐκόλασεν ἢ χρήμασιν ἐζημίωσεν
宾格 οὐδένα 同时作为 ἐκόλασεν 和 ἐζημίωσεν 两个动词的共同宾语。前者施刑的方式通过介词短语 ἐς τὸ σῶμα(肉体上)表达,后者则由表示手段或方式的与格 χρήμασιν(资财上)体现,将两种不同的语法结构并列以指代免除一切肉刑与财产罚没。
- 5.2.15οὐ μήποτε ξίφους ἢ δορατίου ὑπερφρονεῖν ἀξιώσουσιν
否定小词组合 οὐ μή 后接将来时直陈式(ἀξιώσουσιν),构成强烈的否定断言(“决不可能想要……”)。在 ὡς 引出的间接引语从句中,直接引语中 οὐ μή 结构的语气被完整保留。动词 ὑπερφρονεῖν(轻视、藐视)支配属格(ξίφους ἢ δορατίου)。
- 5.2.17παιδαγωγοὺς μὲν τούτους χαίρειν τανῦν ἔα
短语 χαίρειν ἐάω 是固定习语,意为“与……道别”、“罢免”或“不再理会”。使役动词命令式 ἔα(源自 ἐάω)带动词不定式 χαίρειν,而宾格短语 παιδαγωγοὺς ... τούτους 作为不定式的逻辑主语。
- 5.2.18ἅπαντα ὅσων οἱ βάρβαροι αὐτῆς ἔχρῃζον
关系代词 ὅσων 在性、数上与先行词 ἅπαντα(宾格)一致,在格上则因从句动词 ἔχρῃζον(χρήζω) 可支配双重属格(向某人 [αὐτῆς] 要求某物 [属格])而直接以属格出现。
