- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.1.20-5.1.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗科匹乌斯记述了拉文纳居民利用潮汐通航的状况,继而叙述狄奥多里克历经三年围城后诛杀奥多亚克独掌意大利,施行仁政,最终因冤杀西马库斯与波爱修斯而遭幻象惊吓致死。
ὅσοι οὖν ἐς τὴν πόλιν ἐσκομίζειν τὰ ἐπιτήδεια ἢ ἐνθένδε ἐκφέρειν κατ’ ἐμπορίαν ἢ κατ’ ἄλλην ἔχουσιν αἰτίαν, τὰ φορτία ἐν τοῖς πλοίοις ἐνθέμενοι, κατασπάσαντές τε αὐτὰ ἐν τῷ χωρίῳ οὗ δὴ ὁ πορθμὸς γίνεσθαι εἴωθε, προσδέχονται τὴν ἐπιρροήν.
因此,凡因经商或其他原由而须向城中运入生活必需品或自此处运出者,皆将货物装入船中,将舟楫拖至水路通常形成之处,等待潮水涌入。
καὶ ἐπειδὰν αὕτη ἀφίκηται, τά τε πλοῖα κατὰ βραχὺ ἐκ γῆς ἐπαιρόμενα πλεῖ καὶ οἱ ἀμφὶ ναῦται ἔργου ἐχόμενοι ναυτίλλονται ἤδη.
一旦潮水涌至,船只便自陆地缓缓浮起并航行,水手们亦各就其位,随即扬帆起程。
καὶ τοῦτο οὐκ ἐνταῦθα μόνον, ἀλλ’ εἰς ἅπασαν τὴν ἐκείνῃ ἀκτὴν ἐς ἀεὶ γίγνεται, ἄχρι ἐς Ἀκυληίαν πόλιν.
此等情形不仅发生于此,而且自彼处整片海岸直至阿奎莱亚城,皆常年如此。
οὐ μέντοι κατὰ ταὐτὰ ἐς τὸν ἅπαντα χρόνον γίνεσθαι εἴωθεν, ἀλλ’ ἡνίκα μὲν βραχὺ φαίνεται τῆς σελήνης τὸ φῶς, οὐδὲ ἡ τῆς θαλάσσης πρόοδος ἰσχυρὰ γίγνεται, μετὰ δὲ τὴν πρώτην διχότομον ἄχρι ἐς τὴν ἑτέραν καρτερὰ μᾶλλον ἡ ἐπιρροὴ γίνεσθαι πέφυκε. ταῦτα μὲν οὖν ὧδέ πη ἔχει.
然而,潮汐并非在所有时间皆以相同方式出现;当月光微弱之时,海水的进涌亦不强盛;而自上弦月过后直至下弦月,涌潮按常理便会更为迅猛。此地情形大致便为如此。
Ἐπεὶ δὲ τρίτον ἔτος Γότθοις τε καὶ Θευδερίχῳ Ῥάβενναν πολιορκοῦσιν ἐτέτριπτο ἤδη, οἵ τε Γότθοι ἀχθόμενοι τῇ προσεδρείᾳ καὶ οἱ ἀμφὶ Ὀδόακρον πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, ὑπὸ διαλλακτῇ τῷ Ῥαβέννης ἱερεῖ ἐς λόγους ἀλλήλοις ξυνίασιν, ἐφ’ ᾧ Θευδέριχός τε καὶ Ὀδόακρος ἐν Ῥαβέννῃ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ δίαιταν ἕξουσι.1
当哥特人与狄奥多里克围攻拉文纳已耗去第三个年头时,哥特人苦于旷日持久的围困,奥多亚克部众亦为物资匮乏所迫,遂在拉文纳主教的主持斡旋下彼此交涉,议定狄奥多里克与奥多亚克在拉文纳以同等平齐的地位共同居住。
καὶ χρόνον μέν τινα διεσώσαντο τὰ ξυγκείμενα, μετὰ δὲ Θευδέριχος Ὀδόακρον λαβών, ὥς φασιν, ἐπιβουλῇ ἐς αὐτὸν χρώμενον, νῷ τε δολερῷ καλέσας ἐπὶ θοίνην, ἔκτεινε, καὶ ἀπ’ αὐτοῦ βαρβάρων τῶν πολεμίων προσποιησάμενος ὅσους περιεῖναι ξυνέπεσεν αὐτὸς ἔσχε τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος.
他们有一段时间恪守了协议;但随后狄奥多里克据传发觉奥多亚克对他暗怀图谋,便心怀叵测将其邀至宴席之上并加以杀害;由此他将残存的蛮族敌众尽数招纳归附,自此独掌哥特人与意大利人的统治之权。
καὶ βασιλέως μὲν τοῦ Ῥωμαίων οὔτε τοῦ σχήματος οὔτε τοῦ ὀνόματος ἐπιβατεῦσαι ἠξίωσεν, ἀλλὰ καὶ ῥὴξ διεβίου καλούμενος ʽοὕτω γὰρ σφῶν τοὺς ἡγεμόνας καλεῖν οἱ βάρβαροι νενομίκασἰ, τῶν μέντοι κατηκόων τῶν αὑτοῦ προὔστη ξύμπαντα περιβαλλόμενος ὅσα τῷ φύσει βασιλεῖ ἥρμοσται.
他既不欲染指罗马皇帝的服制,亦不取其称号,而是终生被称为“雷克斯”(盖因蛮族惯于如此称呼其领袖);但他统治自己的臣民时,却具备了天然君王所应有的一切品格。
δικαιοσύνης τε γὰρ ὑπερφυῶς ἐπεμελήσατο καὶ τοὺς νόμους ἐν τῷ βεβαίῳ διεσώσατο, ἔκ τε βαρβάρων τῶν περιοίκων τὴν χώραν ἀσφαλῶς διεφύλαξε, ξυνέσεώς τε καὶ ἀνδρίας ἐς ἄκρον ἐληλύθει ὡς μάλιστα.
因他极其秉持正义,稳固维系各项法律,从周围蛮族的威胁中保卫了国土的安全,在智慧与英勇上皆已臻于极高之境。
καὶ ἀδίκημα σχεδόν τι οὐδὲν οὔτε αὐτὸς ἐς τοὺς ἀρχομένους εἰργάζετο οὔτε τῳ ἄλλῳ τὰ τοιαῦτα ἐγκεχειρηκότι ἐπέτρεπε, πλήν γε δὴ ὅτι τῶν χωρίων τὴν μοῖραν ἐν σφίσιν αὐτοῖς Γότθοι ἐνείμαντο ἥνπερ Ὀδόακρος τοῖς στασιώταις τοῖς αὑτοῦ ἔδωκεν.
他自己对被统治者几无施加任何侵害,亦不容许任何其他企图如此行事者得逞,唯独哥特人在其内部瓜分了此前奥多亚克赐予其党羽的那一份土地。
ἦν τε ὁ Θευδέριχος λόγῳ μὲν τύραννος, ἔργῳ δὲ βασιλεὺς ἀληθὴς τῶν ἐν ταύτῃ τῇ τιμῇ τὸ ἐξ ἀρχῆς ηὐδοκιμηκότων οὐδενὸς ἧσσον, ἔρως τε αὐτοῦ ἔν τε Γότθοις καὶ Ἰταλιώταις πολὺς ἤκμασε, καὶ ταῦτα ἀπὸ τοῦ ἀνθρωπείου τρόπου.2
狄奥多里克名义上为僭主,实际上却是一位不逊于自古以来在此尊位上建立功勋之任何人的真正君王;哥特人与意大利人皆对他怀有极深厚的爱戴,而这本是违背常人人性的。
ἑτέρων γὰρ ἕτερα ἐν ταῖς πολιτείαις ἀεὶ αἱρουμένων τὴν ἐφεστῶσαν ἀρχὴν ξυμβαίνει ἀρέσκειν μὲν ἐν τῷ παραυτίκα οἷς ἂν ἐν ἡδονῇ τὰ πρασσόμενα ᾖ, λυπεῖν δὲ ὧν τῆς γνώμης ἀπ’ ἐναντίας χωρήσειεν.
因为在城邦之中人人各有所好,现存政权在当下固然会取悦那些心愿得遂之人,却总会令政见相左者感到痛苦。
ἔτη δὲ ἐπιβιοὺς ἑπτὰ καὶ τριάκοντα ἐτελεύτησε, φοβερὸς μὲν τοῖς πολεμίοις γεγονὼς ἅπασι, πόθον δὲ αὑτοῦ πολύν τινα ἐς τοὺς ὑπηκόους ἀπολιπών. ἐτελεύτησε δὲ τρόπῳ τοιῷδε.
他此后又活了三十七年方才离世,既令一切敌寇闻风丧胆,又在臣民中留下了深切的追思。他的离世经过如下。
Σύμμαχος καὶ Βοέτιος, ὁ τούτου γαμβρός, εὐπατρίδαι μὲν τὸ ἀνέκαθεν ἤστην, πρώτω δὲ βουλῆς τῆς Ῥωμαίων καὶ ὑπάτω ἐγενέσθην ἄμφω.3
西马库斯与其女婿波爱修斯本系显贵望族,两人皆曾位居罗马元老院之首并出任执政官。
φιλοσοφίαν δὲ ἀσκήσαντε καὶ δικαιοσύνης ἐπιμελησαμένω οὐδενὸς ἧσσον, πολλοῖς τε ἀστῶν καὶ ξένων χρήμασι τὴν ἀπορίαν ἰασαμένω καὶ δόξης ἐπὶ μέγα χωρήσαντε ἄνδρας ἐς φθόνον τοὺς πονηροτάτους ἐπηγαγέτην.
他们潜心修习哲学,恪守正义不落人后,以资财纾解诸多市民与异乡客之穷困,名望卓著,因而招致了极奸佞之辈的嫉恨。
οἷς δὴ συκοφαντοῦσι Θευδέριχος ἀναπεισθεὶς ἅτε νεωτέροις πράγμασιν ἐγχειροῦντε τὼ ἄνδρε τούτω ἔκτεινε καὶ τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο.
狄奥多里克听信了这些谗言者的蛊惑,以为这二人企图谋反,遂将他们处决,并将家财籍没充公。
δειπνοῦντι δέ οἱ ἡμέραις ὀλίγαις ὕστερον ἰχθύος μεγάλου κεφαλὴν οἱ θεράποντες παρετίθεσαν. αὕτη Θευδερίχῳ ἔδοξεν ἡ κεφαλὴ Συμμάχου νεοσφαγοῦς εἶναι.
数日之后狄奥多里克用膳之时,仆从端上一只大鱼的头颅。在狄奥多里克看来,此鱼头俨然便是刚被斩首的西马库斯的首级。
καὶ τοῖς μὲν ὀδοῦσιν ἐς χεῖλος τὸ κάτω ἐμπεπηγόσι, τοῖς δὲ ὀφθαλμοῖς βλοσυρόν τι ἐς αὐτὸν καὶ μανικὸν ὁρῶσιν, ἀπειλοῦντί οἱ ἐπὶ πλεῖστον ἐῴκει.
其齿咬入下唇,双目带着可怖而疯狂的神情怒视着他,极尽威胁之能事。
περιδεὴς δὲ τῷ ὑπερβάλλοντι τοῦ τέρατος γεγονὼς καὶ ῥιγώσας ἐκτόπως ἐς κοίτην τὴν αὑτοῦ ἀπεχώρησε δρόμῳ, τριβώνιά τε πολλά οἱ ἐπιθεῖναι κελεύσας ἡσύχαζε.
狄奥多里克被这惊人骇异的凶兆吓得魂飞魄散,周身异样地战栗发冷,飞奔回自己的寝榻,命人覆上多层厚毯,静卧在床。
μετὰ δὲ ἅπαντα εἰς Ἐλπίδιον τὸν ἰατρὸν τὰ ξυμπεσόντα ἐξενεγκὼν τὴν ἐς Σύμμαχόν τε καὶ Βοέτιον ἁμαρτάδα ἔκλαιεν.
随后他向御医埃尔皮迪奥斯吐露了所发生的一切,痛哭自己对西马库斯与波爱修斯所犯下的罪愆。
ἀποκλαύσας δὲ καὶ περιαλγήσας τῇ ξυμφορᾷ οὐ πολλῷ ὕστερον ἐτελεύτησεν, ἀδίκημα τοῦτο πρῶτόν τε καὶ τελευταῖον ἐς τοὺς ὑπηκόους τοὺς αὑτοῦ δράσας, ὅτι δὴ οὐ διερευνησάμενος, ὥσπερ εἰώθει, τὴν περὶ τοῖν ἀνδροῖν γνῶσιν ἤνεγκε.
在一阵悲泣并深为祸事所痛断肝肠之后,他不久便撒手人寰。这是他对自己的臣民所犯下的第一次亦是最后一次不义之举,盖因他未如往常那般严加查勘,便轻率地给二人定罪断案。
- 5.1.24ἐφ’ ᾧ Θευδέριχός τε καὶ Ὀδόακρος ἐν Ῥαβέννῃ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ δίαιταν ἕξουσι
连词 ἐφ’ ᾧ 后接直陈式将来时(ἕξουσι),表示协定的约定条件(“条件是……”)。短语 ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ 属于希腊条约中的程式化用语,省略了 μοίρᾳ 等名词,意为“在同等且平齐的条件下”。
- 5.1.29καὶ ταῦτα ἀπὸ τοῦ ἀνθρωπείου τρόπου
副词性短语 καὶ ταῦτα(“而且”,“尤其是”)用于补充并强化前述内容。介词短语 ἀπὸ τοῦ ἀνθρωπείου τρόπου 意为“偏离/违背了通常的人性常态”,紧随其后的句子(ἑτέρων γὰρ...)对此进行解释,说明人们政见各异、政权往往褒贬不一才是人性常态,从而突显狄奥多里克受到广泛爱戴之非同寻常。
- 5.1.32Σύμμαχος καὶ Βοέτιος, ὁ τούτου γαμβρός, εὐπατρίδαι μὲν τὸ ἀνέκαθεν ἤστην, πρώτω δὲ βουλῆς τῆς Ῥωμαίων καὶ ὑπάτω ἐγενέσθην ἄμφω
在叙述西马库斯与波爱修斯二人的这段文字中,普罗科匹乌斯刻意拟古模仿古典雅典方言,在动词(ἤστην, ἐγενέσθην, ἐπηγαγέτην)以及名词、分词(πρώτω, ὑπάτω, ἀσκήσαντε, ἐπιμελησαμένω, ἰασαμένω, χωρήσαντε, ἐγχειροῦντε, τὼ ἄνδρε τούτω, τοῖν ἀνδροῖν)上全面使用双数(dual)形式。
