- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.19.1-5.19.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了哥特人在提伯河两岸建立七座营寨以封锁罗马诸门并切断全城引水道的过程,并交代了罗马城墙与磨坊的地形布局。
Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Γότθοι μὲν Ῥώμην πολιορκίᾳ ἑλεῖν διὰ μέγεθος τῆς πόλεως οὐδενὶ πόνῳ οἰόμενοι, Ῥωμαῖοι δὲ αὐτῆς ἀμυνόμενοι ἐτάξαντο ὧδε. ἔχει μὲν τῆς πόλεως ὁ περίβολος δὶς ἑπτὰ πύλας καὶ πυλίδας τινάς.
次日,哥特人因罗马城幅员辽阔,以为单凭围困便可毫不费力地攻克该城,而罗马人则保卫该城,〔双方〕作了如下部署。该城的城墙共有十四座大门和若干便门。
Γότθοι δὲ οὐχ οἷοί τε ὄντες ὅλῳ τῷ στρατοπέδῳ τὸ τεῖχος περιλαβέσθαι κύκλῳ, ἓξ ποιησάμενοι χαρακώματα πέντε πυλῶν χῶρον ἠνώχλουν, ἐκ τῆς Φλαμινίας ἄχρι ἐς τὴν καλουμένην Πραινεστίναν· ταῦτά τε αὐτοῖς τὰ χαρακώματα ξύμπαντα ἐντὸς Τιβέριδος τοῦ ποταμοῦ ἐπεποίητο.
哥特人由于无法以全军合围整座城墙,便设立了六座营寨,骚扰自弗拉米尼亚门至所谓普赖奈斯提纳门之间的五门地段;而他们的这些营寨全都设在提伯河的内侧。
δείσαντες οὖν οἱ βάρβαροι μὴ τὴν γέφυραν διαφθείραντες οἱ πολέμιοι, ἣ Μολιβίου ἐπώνυμός ἐστιν, ἄβατα σφίσι ποιήσωνται1 ἅπαντα ὅσα ἐκτὸς τοῦ ποταμοῦ ἐστι διήκοντα μέχρι ἐς θάλασσαν, καὶ ἀπ’ αὐτοῦ αἴσθησιν τῶν ἐν πολιορκίᾳ κακῶν ἥκιστα ἔχοιεν, χαράκωμα ἕβδομον Τιβέριδος ἐκτὸς ἐν Νέρωνος πεδίοις ἐπήξαντο, ὅπως σφίσιν ἡ γέφυρα τῶν στρατοπέδων ἐν μέσῳ εἴη.
蛮族因唯恐敌人若拆毁以莫利维乌斯命名的桥梁,便会使河外延伸至大海的所有地区对他们而言都变得无法通行,从而使城内完全感觉不到围城的困苦,于是便在提伯河外的尼禄平原设立了第七座营寨,以便使这座桥梁处于己方两翼营寨之间。
διὸ δὴ ἄλλας δύο τῆς πόλεως πύλας ἐνοχλεῖσθαι πρὸς τῶν πολεμίων ξυνέβαινε, τήν τε Αὐρηλίαν ʽἣ νῦν Πέτρου τοῦ τῶν Χριστοῦ ἀποστόλων κορυφαίου ἅτε που πλησίον κειμένου ἐπώνυμός ἐστἰ καὶ τὴν ὑπὲρ ποταμὸν Τίβεριν.
因此,该城的另外两座大门亦遭到敌人的骚扰,即奥勒良门(此门如今以基督宗徒领袖彼得命名,因他大概就安葬在附近)以及提伯河对岸的大门。
οὕτω τε Γότθοι τῷ μὲν στρατοπέδῳ τὴν ἡμίσειαν μάλιστα περιεβάλλοντο τοῦ τείχους μοῖραν, ἅτε δὲ τῷ ποταμῷ οὐδαμῆ τὸ παράπαν εἰργόμενοι, ἐς ἅπαντα τὸν περίβολον κύκλῳ, ἡνίκα ἐβούλοντο, τῷ πολέμῳ ᾔεσαν.
这样一来,哥特人虽然以军营仅包围了大约一半的城墙,但因完全未被河流阻隔,只要他们愿意,随时可以对城墙全周发起攻击。
Ὅντινα δὲ τρόπον Ῥωμαῖοι τοῦ ποταμοῦ ἐφ’ ἑκάτερα τὸ τῆς πόλεως τεῖχος ἐδείμαντο ἐρῶν ἔρχομαι. πάλαι μὲν ὁ Τίβερις παραρρέων ἐπὶ πλεῖστον τοῦ περιβόλου ἐφέρετο τῇδε.
至于罗马人如何在河流两岸筑起该城城墙,我在此将予以说明。古时提伯河在此处流经城墙的大部。
ὁ δὲ χῶρος οὗτος, ἐφ’ οὗ ὁ περίβολος κατὰ τὸν ῥοῦν τοῦ ποταμοῦ ἀνέχει, ὕπτιός τε καὶ λίαν εὐέφοδός ἐστι.
而沿着河水流向耸立着城墙的这一处地势平坦,极易受攻。
τούτου τε ἀντικρὺ τοῦ χώρου, ἐκτὸς τοῦ Τιβέριδος, λόφον τινὰ μέγαν ξυμβαίνει εἶναι, ἔνθα δὴ οἱ τῆς πόλεως μύλωνες ἐκ παλαιοῦ πάντες πεποίηνται, ἅτε ὕδατος ἐνταῦθα πολλοῦ διὰ μὲν ὀχετοῦ ἀγομένου ἐς τὴν τοῦ λόφου ὑπερβολήν, ἐς τὸ κάταντες δὲ ξὺν ῥύμῃ μεγάλῃ ἐνθένδε ἰόντος.
在这处地点的对面、提伯河外侧恰有一座巨大的山丘,城内的磨坊自古以来皆设于此,盖因大量水源通过引水道被引至丘顶,随后沿斜坡以巨大势头奔流而下。
διὸ δὴ οἱ πάλαι Ῥωμαῖοι τόν τε λόφον καὶ τὴν κατ’ αὐτὸν τοῦ ποταμοῦ ὄχθην τείχει περιβαλεῖν ἔγνωσαν, ὡς μήποτε τοῖς πολεμίοις δυνατὰ εἴη τούς τε μύλωνας διαφθεῖραι καὶ τὸν ποταμὸν διαβᾶσιν εὐπετῶς τῷ τῆς πόλεως περιβόλῳ ἐπιβουλεύειν.
因此古代的罗马人决定在山丘及沿该丘的河岸修筑城墙加以围护,以免敌人破坏磨坊,并在渡河后轻易谋攻城郭。
ζεύξαντες οὖν ταύτῃ τὸν ποταμὸν γεφύρᾳ, ξυνάπτειν τε τὸ τεῖχος ἔδοξαν2 καὶ οἰκίας συχνὰς ἐν χωρίῳ τῷ ἀντιπέρας δειμάμενοι μέσον τῆς πόλεως τὸ τοῦ Τιβέριδος πεποίηνται ῥεῦμα. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχε.
于是他们在此处架桥跨河,决意将城墙连为一体,并在对岸地带建造了许多民宅,从而使提伯河的流向穿过城中。事情的大致情形便是如此。
Γότθοι δὲ τάφρους τε βαθείας ἀμφὶ τὰ χαρακώματα ξύμπαντα ὤρυξαν, καὶ τὸν χοῦν ὃν ἐνθένδε ἀφείλοντο ξυννήσαντες ὑπὲρ τοίχου τοῦ ἔνδον, ὑψηλόν τε αὐτὸν ὡς μάλιστα ποιησάμενοι καὶ σκολόπων ὀξέων καθύπερθεν πάμπολύ τι χρῆμα πηξάμενοι, οὐδέν τι καταδεέστερον τῶν ἐν τοῖς φρουρίοις ὀχυρωμάτων τὰ στρατόπεδα πάντα εἰργάσαντο.
哥特人在所有营寨四周挖掘了深壕,将从中挖出的泥土堆积在内侧土墙之上,使其尽可能高耸,并在其上密密麻麻地插上削尖的木桩,使所有军营坚固得绝不下于城堡要塞。
καὶ χαρακώματος μὲν τοῦ ἐν Νέρωνος πεδίῳ Μαρκίας ἦρχεν ʽἤδη γὰρ ἐκ Γαλλιῶν ξὺν τοῖς ἑπομένοις ἀφῖκτο, ξὺν οἷς ἐνταῦθα ἐστρατοπέδευσἐ, τῶν δὲ δὴ ἄλλων Οὐίττιγις ἡγεῖτο ἕκτος αὐτός·3 ἄρχων γὰρ ἦν εἷς κατὰ χαράκωμα ἕκαστον.
尼禄平原上的营寨由马基亚斯统率(因他已率部从高卢抵达,并与他们一同在此扎营),其余营寨则由维蒂吉斯本人在内的六人分别统领;因为每一营寨各设有一名指挥官。
Γότθοι μὲν οὖν οὕτω ταξάμενοι διεῖλον τοὺς ὀχετοὺς ἅπαντας, ὅπως δὴ ὕδωρ ὡς ἥκιστα ἐς τὴν πόλιν ἐνθένδε εἰσίοι. Ῥώμης δὲ ὀχετοὶ τεσσαρεσκαίδεκα μὲν τὸ πλῆθός εἰσιν, ἐκ πλίνθου δὲ ὠπτημένης τοῖς πάλαι ἀνθρώποις πεποίηνται, ἐς τοσοῦτον εὔρους καὶ βάθους διήκοντες ὥστε ἀνθρώπῳ ἵππῳ ὀχουμένῳ ἐνταῦθα ἱππεύειν δυνατὰ εἶναι.
哥特人作此部署后,便切断了所有的引水道,以使水源尽可能无法由此流入城内。罗马的引水道共有十四条,皆由古人以烧砖砌成,其宽深之巨,足以容一人策马在其中穿行。
- 5.19.3ἄβατα σφίσι ποιήσωνται
代词 σφίσι 用作间接反身代名词,指代主句主语(οἱ βάρβαροι)而非从句主语(οἱ πολέμιοι),意为敌人可能会使该地区对他们(哥特人)而言“无法通行”。此外,在由表担忧的连词 μή 引导的从句中,虚拟语气 ποιήσωνται 与祈愿语气 ἔχοιεν 形成了并列搭配。
- 5.19.10ξυνάπτειν τε τὸ τεῖχος ἔδοξαν
动词 ἔδοξαν 采用人称结构(personal construction),以承接前文的主语 οἱ πάλαι Ῥωμαῖοι,代替了常见的无人称结构(ἔδοξε αὐτοῖς),意为他们“决意”或“决定”将城墙连接起来。
- 5.19.12ἕκτος αὐτός
此为序数词与代词 αὐτός 相结合的古典希腊语习惯表达,意为“包含其本人在内共六人”。这表明在提伯河内侧余下的六座营寨中,每座营寨各设一名指挥官,维蒂吉斯本人作为这六人之一亲自统领其中一座。
