← 普罗科皮乌斯

战史

§5.18.31-5.18.43

维桑杜斯生还与贝利撒留加强城防

战斗后第三天,身受重伤的维桑杜斯奇迹般获救生还;贝利撒留则在城内整饬防务,化解了伪报引发的恐慌,并顶住敌方使者的嘲讽,展现出必胜的信心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.18.31

τρίτῃ δὲ ἡμέρᾳ ἐπειδὴ στρατοπεδευσάμενοι ἄγχιστα τοῦ Ῥώμης περιβόλου οἱ βάρβαροι ἔπεμψάν τινας ἐφ’ ᾧ νεκρούς τε τοὺς σφετέρους θάψουσι καὶ τὰ νόμιμα ἐπὶ ὁσίᾳ τῇ ἐκείνων ποιήσονται,1 οἱ τὰ σώματα τῶν κειμένων διερευνώμενοι Οὐίσανδον Βανδαλάριον ἔτι ἔμπνουν εὑρίσκουσι, καὶ αὐτὸν τῶν τις ἑταίρων φωνήν τινά οἱ ἀφεῖναι ἠξίου.

第三天,当蛮族在罗马城墙近处扎下营盘,并派人去掩埋己方阵亡者并按照习俗为安魂举行祭礼时,搜寻死者遗体的人发现维桑杜斯·班达拉里乌斯尚有一息尚存,其中一位同伴促请他说句话。

§5.18.32

ὁ δέ, οὐδὲ γὰρ ἐδύνατο, ἐπεί οἱ τὰ ἐντὸς τῷ τε λιμῷ καὶ τῷ ἐκ τῆς ἄλλης κακοπαθείας αὐχμῷ λίαν ἐκάετο, ὕδωρ οἱ ἔνευεν ἐς τὸ στόμα ἐμβάλλεσθαι. πιόντα τε αὐτὸν καὶ ἐν αὑτῷ γεγονότα ἀράμενοι ἐς τὸ στρατόπεδον ἤνεγκαν.

但他甚至连这都做不到,因为饥饿以及其余磨难所带来的枯竭使他的脏腑如火灼烧,便示意同伴往他嘴里灌水。待他喝下水苏醒过来后,众人将他抬起送回了营地。

§5.18.33

μέγα τε ὄνομα Οὐίσανδος Βανδαλάριος ἐκ τοῦ ἔργου τούτου ἐν Γότθοις ἔσχε, καὶ τὰ μάλιστα εὐδοκιμῶν πάμπολύν τινα ἐπεβίω χρόνον. ταῦτα μὲν οὖν τρίτῃ ἀπὸ τῆς μάχης ἡμέρᾳ γεγενῆσθαι ξυνέπεσε.

维桑杜斯·班达拉里乌斯因这一英勇事迹在哥特人中赢得了巨大的名声,并在极高的声誉中又存活了很久。这些事情恰好发生在战斗过后的第三天。

§5.18.34

Τότε δὲ Βελισάριος, ἐπεὶ ἐν τῷ ἀσφαλεῖ ξὺν τοῖς ἑπομένοις ἐγένετο, στρατιώτας τε καὶ τὸν Ῥωμαίων δῆμον σχεδόν τι ἅπαντα ἐς τὸ τεῖχος ἀγείρας, πυρά τε πολλὰ καίειν καὶ τὴν νύκτα ὅλην ἐγρηγορέναι ἐκέλευε. καὶ τὸν περίβολον περιιὼν κύκλῳ τά τε ἄλλα διεῖπε καὶ πύλῃ ἑκάστῃ τῶν τινα ἀρχόντων ἐπέστησε.

当时,贝利撒留同随从退入安全地带后,便将几乎所有的士兵和罗马民众召集到城墙上,命令他们点燃众多篝火并通宵守夜。他巡视城墙四周并整饬各项事务,在每一座城门处都派驻了一名指挥官。

§5.18.35

Βέσσας δέ, ὃς ἐν πύλῃ τῇ καλουμένῃ Πραινεστίνῃ φυλακὴν ἔσχεν, ἄγγελον παρὰ Βελισάριον πέμψας ἐκέλευε λέγειν ἔχεσθαι πρὸς τῶν πολεμίων τὴν πόλιν,2 δι’ ἄλλης πύλης ἐμβεβληκότων ἣ ὑπὲρ ποταμὸν Τίβερίν ἐστι Παγκρατίου ἀνδρὸς ἁγίου ἐπώνυμος οὖσα.

然而,负责把守所谓普赖奈斯提纳门的贝萨斯派信使去见贝利撒留,命其通报说城池已被敌人攻陷,敌人已从提伯河对岸以圣人庞克拉提乌斯命名的另一座城门攻破而入。

§5.18.36

ταῦτα ἀκούσαντες ὅσοι ἀμφὶ Βελισάριον ἦσαν, σώζεσθαι ὅτι τάχιστα διὰ πύλης ἑτέρας παρῄνουν. αὐτὸς μέντοι οὔτε κατωρρώδησεν, οὔτε τὸν λόγον ὑγιᾶ ἰσχυρίζετο εἶναι.

贝利撒留身边的人听闻此讯,皆劝他尽速从另一座城门逃生。然而他本人并未惊慌失措,而是断言这一消息并不属实。

§5.18.37

ἔπεμψε δὲ καὶ τῶν ἱππέων τινὰς ὑπὲρ ποταμὸν Τίβεριν κατὰ τάχος, οἳ τὰ ἐκείνῃ ἐπισκεψάμενοι οὐδὲν πολέμιον τῇ πόλει ἐνταῦθα ξυμβῆναι ἀπήγγελλον.

他火速派遣数名骑兵前往提伯河对岸,他们查探了那里的情况后,回报说城池在那一带未遭到任何敌情。

§5.18.38

πέμψας οὖν εὐθὺς ἐς πύλην ἑκάστην ἄρχουσι τοῖς πανταχῆ οὖσιν ἐπέστελλεν ὥστε, ἐπειδὰν τοὺς πολεμίους ἀκούσωσι κατ’ ἄλλην τινὰ τοῦ περιβόλου ἐσβεβληκέναι μοῖραν, μήτε ἀμύνειν μήτε φυλακὴν τὴν σφετέραν ἐκλιπεῖν, ἀλλ’ ἡσυχῆ μένειν· αὐτῷ γὰρ ὑπὲρ τούτων μελήσειν. ἔπρασσε δὲ ταῦτα, ὅπως μὴ ἐκ φήμης οὐκ ἀληθοῦς ἐς ταραχὴν αὖθις καθιστῶνται. Οὐίττιγις δέ, Ῥωμαίων ἔτι ἐν θορύβῳ πολλῷ καθεστώτων, ἐς πύλην Σαλαρίαν τῶν τινα ἀρχόντων, Οὔακιν ὄνομα, ἔπεμψεν, οὐκ ἀφανῆ ἄνδρα.

于是他立即派人分赴各门,传令给各处的指挥官:每当听闻敌人自城墙的某处别段攻入时,既不得前去驰援,亦不可擅离职守,而须原地按兵不动;因为此事自有他亲自处置。 他这样做,是为了防止众人因不实传闻再次陷入骚乱。与此同时,正当罗马人仍陷于一片混乱之际,维蒂吉斯派麾下一名颇有声望的指挥官、名为瓦基斯者前往萨拉里亚门。

§5.18.40

ὃς ἐνταῦθα ἐλθὼν καὶ Ῥωμαίους τῆς ἐς Γότθους ἀπιστίας κακίσας τὴν προδοσίαν ὠνείδιζεν ἣν αὐτοὺς ἐπί τε τῇ πατρίδι πεποιῆσθαι καὶ σφίσιν αὐτοῖς ἔλεγεν, οἳ τῆς Γότθων δυνάμεως Γραικοὺς τοὺς σφίσιν οὐχ οἵους τε ἀμύνειν ὄντας ἠλλάξαντο, ἐξ ὧν τὰ πρότερα οὐδένα ἐς Ἰταλίαν ἥκοντα εἶδον, ὅτι μὴ τραγῳδούς τε καὶ μίμους καὶ ναύτας λωποδύτας.3

此人抵达该处后,痛斥罗马人对哥特人的背信弃义,指责他们对自己和祖国犯下了叛国罪,竟然用哥特人的武力换取了根本无力保护他们的希腊人;而过去他们在意大利所见到的希腊人,除了悲剧演员、滑稽戏杂耍人和盗贼水手之外绝无他人。

§5.18.41

ταῦτά τε καὶ πολλὰ τοιαῦτα Οὔακις εἰπών, ἐπεί οἱ οὐδεὶς ἀπεκρίνατο, ἐς Γότθους τε καὶ Οὐίττιγιν ἀνεχώρησε. Βελισάριος δὲ γέλωτα πολὺν πρὸς Ῥωμαίων ὦφλεν, ἐπεὶ μόλις τοὺς πολεμίους διαφυγὼν θαρσεῖν τε ἤδη καὶ περιφρονεῖν τῶν βαρβάρων ἐκέλευεν· εὖ γὰρ εἰδέναι ὡς κατὰ κράτος αὐτοὺς νικήσει. ὅπως δὲ τοῦτο καταμαθὼν ἔγνω ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσεται.

瓦基斯说了这些以及许多类似的话之后,见无人应答,便返回哥特人与维蒂吉斯那里去了。贝利撒留却遭到了罗马人的极大嘲笑,因为他刚刚死里逃生,就立刻命令他们重拾勇气、蔑视蛮族,并声称自己确信必能彻底战胜敌人。至于他是如何洞察并知晓此事的,后文中自有交代。

§5.18.43

ἐπεὶ δὲ πόρρω ἦν τῶν νυκτῶν, νῆστιν ἔτι Βελισάριον ὄντα ἥ τε γυνὴ καὶ τῶν ἐπιτηδείων ὅσοι παρῆσαν ἄρτου βραχέος κομιδῆ γεύσασθαι μόλις ἠνάγκασαν. ταύτην μὲν οὖν τὴν νύκτα οὕτως ἑκάτεροι διενυκτέρευσαν.

到了夜深之时,贝利撒留依然粒米未进,他的妻子和在场的亲友勉强才劝得他稍稍尝了一点面包。就这样,双方各自度过了那一夜。

语法注3 条
  1. 5.18.31ἐφ’ ᾧ νεκρούς τε τοὺς σφετέρους θάψουσι καὶ τὰ νόμιμα ἐπὶ ὁσίᾳ τῇ ἐκείνων ποιήσονται

    连词 ἐφ’ ᾧ 后接将来时直陈语气动词(θάψουσι 与 ποιήσονται),构成表示目的或约定条件的从属结构(“为了/以……为条件去掩埋己方阵亡者……”)。

  2. 5.18.35ἐκέλευε λέγειν ἔχεσθαι πρὸς τῶν πολεμίων τὴν πόλιν

    双重间接引语结构:主句动词 ἐκέλευε 的宾语(即逻辑主语信使)被省略,后接不定式 λέγειν,而 λέγειν 又统领一个“宾格+不定式”结构(ἔχεσθαι ... τὴν πόλιν)。

  3. 5.18.40ὅτι μὴ τραγῳδούς τε καὶ μίμους καὶ ναύτας λωποδύτας

    成语性短语 ὅτι μή 在否定词(οὐδένα)之后相当于 εἰ μή(意为“除……之外”)。其后并列的名词宾格(τραγῳδούς 等)与被修饰的 οὐδένα 保持格的一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.18.31-5.18.43