← 普罗科皮乌斯

战史

§5.18.16-5.18.30

萨拉里亚门前的反击与贝利撒留的入城

逃脱追击的贝利撒留一行退至萨拉里亚门却遭拒开门,贝利撒留遂发起出其不意的反冲锋击溃哥特人,最终成功退入城内。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.18.16

Τέλος δὲ ἀρετῇ τῇ σφετέρᾳ Ῥωμαῖοι τοὺς πολεμίους ἐτρέψαντο, ἔφευγέ τε πάμπολύ τι βαρβάρων πλῆθος, ἕως ἐς στρατόπεδον τὸ αὐτῶν ἵκοντο. ἐνταῦθα γὰρ οἱ Γότθων πεζοὶ ἅτε ἀκμῆτες ὄντες ὑπέστησάν τε τοὺς πολεμίους καὶ πόνῳ οὐδενὶ ἀπεώσαντο.

最终,罗马人凭借自身的英勇击溃了敌人,大批蛮族溃逃,直到退至他们自己的营地;因为那里的哥特步兵未曾疲惫,顶住了敌人的冲锋,并且毫不费力地将他们击退。

§5.18.17

βεβοηθηκότων τε αὖθις ἱππέων ἑτέρων κατὰ κράτος Ῥωμαῖοι ἔφυγον, ἕως ἀναβάντες ἔς τι γεώλοφον ἔστησαν. καταλαβόντων τε σφᾶς βαρβάρων ἱππέων, αὖθις ἱππομαχία ἐγένετο.

当又有其他骑兵赶来增援时,罗马人竭力奔逃,直到登上了一座小山丘方才停下。蛮族骑兵追赶上他们之后,双方再次展开了骑兵战。

§5.18.18

ἔνθα δὴ Βαλεντῖνος, ὁ Φωτίου τοῦ Ἀντωνίνης παιδὸς ἱπποκόμος, ἀρετῆς δήλωσιν ὡς μάλιστα ἐποιήσατο. μόνος γὰρ ἐσπηδήσας ἐς τῶν πολεμίων τὸν ὅμιλον ἐμπόδιός τε τῇ Γότθων ὁρμῇ ἐγεγόνει καὶ τοὺς ξὺν αὑτῷ διεσώσατο.

在此处,安东妮娜之子福提乌斯的马夫瓦伦提努斯展现出了极其出众的勇武。他单枪匹马跃入敌军阵中,遏制了哥特人的冲势,拯救了同行的战友。

§5.18.19

οὕτω τε διαφυγόντες ἐς τὸν Ῥώμης περίβολον ἦλθον, διώκοντές τε οἱ βάρβαροι ἄχρι ἐς τὸ τεῖχος ἐνέκειντο ἀμφὶ τὴν πύλην ἣ Σαλαρία ὠνόμασται.

脱险后,他们就这样来到了罗马的城墙处,而追击的蛮族则一路紧追逼至被称为萨拉里亚门的城门附近的城墙之下。

§5.18.20

δείσαντες δὲ Ῥωμαῖοι μὴ τοῖς φεύγουσιν οἱ πολέμιοι ξυνεισβαλόντες τοῦ περιβόλου ἐντὸς γένωνται, ἀνακλίνειν τὰς πύλας ἥκιστα ἤθελον, καίπερ Βελισαρίου πολλά τε σφίσιν ἐγκελευομένου καὶ ξὺν ἀπειλῇ ἀναβοῶντος.

然而罗马人唯恐敌人与溃兵一同涌入城墙之内,绝不愿开启城门,尽管贝利撒留多次向他们发号施令并厉声喝斥威胁。

§5.18.21

οὔτε γὰρ τὸν ἄνδρα οἱ ἐκ τοῦ πύργου διακύπτοντες ἐπιγινώσκειν οἷοί τε ἦσαν, ἐπεί οἱ τό τε πρόσωπον καὶ ἡ κεφαλὴ ξύμπασα λύθρῳ τε καὶ κονιορτῷ ἐκαλύπτετο, ἅμα δὲ οὐδὲ καθορᾶν τις ἀκριβῶς εἶχεν·1 ἦν γὰρ τῆς ἡμέρας ἀμφὶ ἡλίου δύσιν.

因为那些从塔楼上俯视的人无法认出他来,由于他的面庞和整个头颅都为污血与尘土所掩盖,同时也没有人能够看得分明;因为当时天色已近黄昏。

§5.18.22

οὐ μὴν οὐδὲ περιεῖναι τὸν στρατηγὸν Ῥωμαῖοι ᾤοντο· ὅσοι γὰρ ἐν τῇ πρότερον γενομένῃ τροπῇ φεύγοντες ἧκον, τεθνάναι Βελισάριον ἐν τοῖς πρώτοις ἀριστεύοντα ἤγγελλον.

况且罗马人甚至根本不认为主帅还活着;因为在先前那场溃败中逃回的人都报告说,贝利撒留在前锋奋战时已经战死。

§5.18.23

ὁ μὲν οὖν ὅμιλος τῶν πολεμίων ῥεύσας τε πολὺς καὶ θυμῷ μεγάλῳ ἐχόμενος, τήν τε τάφρον εὐθὺς διαβῆναι καὶ τοῖς φεύγουσιν ἐνταῦθα ἐπιθέσθαι διενοοῦντο,2 Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος ἀθρόοι τῆς τάφρου ἐντὸς γεγενημένοι ἐν χρῷ τε ξυνιόντες ἀλλήλοις ἐς ὀλίγον συνήγοντο.

于是,敌军的大队人马大量涌来,满怀狂怒,打算立即越过濠沟攻击困在那里的溃兵;而聚集在城墙周围、退至濠沟以内的罗马人则紧挨在一起,挤在一个狭窄的空间里。

§5.18.25

οἱ μέντοι τοῦ περιβόλου ἐντὸς ἅτε ἀστρατήγητοί τε καὶ ἀπαράσκευοι παντάπασιν ὄντες καὶ περὶ σφίσι τε αὐτοῖς καὶ τῇ πόλει πεφοβημένοι, ἀμύνειν τοῖς σφετέροις, καίπερ ἐς τοσοῦτον κινδύνου ἐλθοῦσιν, οὐδαμῆ εἶχον.

然而,城墙内部的人由于完全无人指挥且毫无防备,又为自身和全城的安危深感恐惧,因而尽管同胞已陷于如此险境,也根本无力施救。

§5.18.26

Τότε Βελισάριον ἔννοιά τε καὶ τόλμα εἰσῆλθεν, ἣ Ῥωμαίοις ἐκ τοῦ ἀπροσδοκήτου τὰ πράγματα διεσώσατο. ἐγκελευσάμενος γὰρ τοῖς ξὺν αὑτῷ πᾶσιν ἐξαπιναίως τοῖς ἐναντίοις ἐνέπεσεν.

这时,贝利撒留心生一计并果敢决断,这出人意料地挽救了罗马人的危局。他向身边所有人下令之后,出其不意地向敌人猛扑过去。

§5.18.27

οἱ δὲ καὶ πρότερον ἀκοσμίᾳ πολλῇ ἅτε ἐν σκότῳ καὶ διώξει χρώμενοι, ἐπεὶ σφίσιν ἐπιόντας παρὰ δόξαν τοὺς φεύγοντας εἶδον, ὑποτοπήσαντες καὶ ἄλλο βεβοηθηκέναι ἐκ τῆς πόλεως στράτευμα, ἐς φόβον τε πολὺν ἀπ’ αὐτοῦ καταστάντες κατὰ κράτος ἤδη ἅπαντες ἔφευγον.

而敌军此前便因黑暗和追击陷入了极大的混乱,一旦出乎意料地看到溃退者竟向自己冲来,便疑心城中另有援军赶出,由此陷入极大的恐慌,所有人都开始竭力奔逃。

§5.18.28

Βελισάριος δὲ ἥκιστα ἐκπεσὼν ἐς τὴν δίωξιν αὐτίκα ἐς τὸ τεῖχος ἀνέστρεψεν. οὕτω τε Ῥωμαῖοι θαρσήσαντες αὐτόν τε καὶ τοὺς ἀμφ’ αὐτὸν ἅπαντας τῇ πόλει ἐδέξαντο.

贝利撒留绝不贸然追击,而是立即转回城墙。于是罗马人重拾勇气,将他及随从全员迎入了城内。

§5.18.29

παρὰ τοσοῦτον μὲν κινδύνου Βελισάριός τε καὶ τὰ βασιλέως πράγματα ἦλθεν·3 ἥ τε μάχη πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς νύκτα. ἠρίστευσαν δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων μὲν Βελισάριος, Γότθων δὲ Οὐίσανδος Βανδαλάριος, ὅς, ἡνίκα ἡ μάχη ἀμφὶ Βελισαρίῳ ἐγένετο, ἐπειδὴ αὐτῷ τὰ πρῶτα ἐπέπεσεν, οὐ πρότερον ἀπέστη ἕως τρισκαίδεκα πληγὰς λαβὼν τῷ σώματι ἔπεσε.

贝利撒留与皇帝的大业便是陷入了如此巨大的险境;这场清晨打响的战斗直到夜晚方告结束。在这场战斗中,罗马人中立下奇功的是贝利撒留,而哥特人中则是维桑杜斯·班达拉里乌斯;当围绕贝利撒留发生激战时,此人从一开始就向他扑去,身上连中十三处创伤方才倒地,此前绝不退后。

§5.18.30

δόξας δὲ αὐτίκα τεθνάναι, ἠμελήθη τε πρὸς τῶν ἑταίρων, καίπερ νενικηκότων, καὶ ξὺν τοῖς νεκροῖς αὐτοῦ ἔκειτο.

由于被认为当时已经断气,他遭到了同袍的忽视(尽管他们已经获胜),与死者一同躺卧在原地。

语法注3 条
  1. 5.18.21οὐδὲ καθορᾶν τις ἀκριβῶς εἶχεν

    ἔχω 搭配不定式(καθορᾶν)表示“能够”(与 δύναμαι 同义)。主语为不定代词 τις。

  2. 5.18.23ὁ μὲν οὖν ὅμιλος τῶν πολεμίων ῥεύσας τε πολὺς καὶ θυμῷ μεγάλῳ ἐχόμενος, τήν τε τάφρον εὐθὺς διαβῆναι καὶ τοῖς φεύγουσιν ἐνταῦθα ἐπιθέσθαι διενοοῦντο

    意合构造(constructio ad sensum):单数集合名词主语 ὁ ὅμιλος 与复数谓语动词 διενοοῦντο 搭配。修饰分词 ῥεύσας 与形容词 πολὺς 在语法上符合阳性单数,而表示意图的谓语动词则着眼于群体中的众多个体,采用了复数形式。

  3. 5.18.27παρὰ τοσοῦτον μὲν κινδύνου ... ἦλθεν

    由 παρὰ τοσοῦτον 接部分属格 κινδύνου 构成的习语,意为“陷入如此巨大的险境”或“濒临如此危险的境地”。介词 παρά 在此表接近极限之距。动词 ἦλθεν 采用了单数,是与紧邻的中性复数主语 τὰ βασιλέως πράγματα 一致,尽管主语为复合主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.18.16-5.18.30