← 普罗科皮乌斯

战史

§5.18.1-5.18.15

哥特军渡河与贝利撒留在前线的奋战

哥特军越过无人守卫的桥梁后,贝利撒留出外侦察并与其遭遇,遂在最前线奋力拼杀。由于投降者的呼喊,敌军集中全力围攻骑着白额战马的统帅,但在近侍卫士舍身护卫下,贝利撒留毫发无损并给予敌军重大杀伤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.18.1

Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ οἱ μὲν Γότθοι τὰς τοῦ πύργου πύλας πόνῳ οὐδενὶ διαφθείραντες τὴν διάβασιν ἐποιήσαντο, οὐδενὸς σφίσιν ἐμποδὼν ἱσταμένου.

次日,哥特人毫不费力地捣毁了塔楼的城门,渡过了河,途中未遇到任何阻碍。

§5.18.2

Βελισάριος δὲ οὔπω τι πεπυσμένος τῶν ἀμφὶ τῇ φρουρᾷ ξυμπεσόντων ἱππέας χιλίους ἐπαγόμενος ἐς τοῦ ποταμοῦ τὴν γέφυραν ᾔει, τὸν χῶρον ἐπισκεψόμενος οὗπερ ἂν σφίσιν ἐνστρατοπεδεύσασθαι ἄμεινον εἴη.

然而,贝利撒留对于守备队所发生的一切尚一无所知,正率领一千名骑兵前往河上的桥梁,打算侦察一处更适于安营扎寨的地点。

§5.18.3

καὶ ἐπειδὴ ἐγγυτέρω ἐγένοντο, ἐντυγχάνουσι τοῖς πολεμίοις ἤδη τὸν ποταμὸν διαβᾶσιν, ἐς χεῖράς τε αὐτῶν τισιν οὔτι ἐθελούσιοι ἦλθον. ἐξ ἱππέων δὲ ξυνίστατο ἡ ξυμβολὴ ἑκατέρωθεν.

当他们行至近前时,与已经渡河的敌军相遇,被迫与他们当中的一部分人交上了手。双方交锋的人马皆为骑兵。

§5.18.4

τότε Βελισάριος, καίπερ ἀσφαλὴς τὰ πρότερα ὤν, οὐκέτι τοῦ στρατηγοῦ τὴν τάξιν ἐφύλασσεν, ἀλλ’ ἐν τοῖς πρώτοις ἅτε στρατιώτης ἐμάχετο· καὶ ἀπ’ αὐτοῦ τὰ Ῥωμαίων πράγματα ξυνέβη ἐς κίνδυνον πολὺν ἐκπεπτωκέναι, ἐπεὶ ξύμπασα ἡ τοῦ πολέμου ῥοπὴ ἐπ’ αὐτῷ ἔκειτο.

此时,贝利撒留虽然以往一向稳重谨慎,却不再坚守统帅的阵位,而是如同一名普通士卒般奋战在最前线;由此导致罗马人的命运陷入了极大的险境,因为整场战争的成败皆系于他一人之身。

§5.18.6

ἔτυχε δὲ ἵππῳ τηνικαῦτα ὀχούμενος, πολέμων τε λίαν ἐμπείρῳ καὶ διασώσασθαι τὸν ἐπιβάτην ἐπισταμένῳ, ὃς δὴ ὅλον μὲν τὸ σῶμα φαιὸς ἦν, τὸ μέτωπον δὲ ἅπαν ἐκ κεφαλῆς μέχρι ἐς ῥῖνας λευκὸς μάλιστα.1 τοῦτον Ἕλληνες μὲν φαλιόν, βάρβαροι δὲ βάλαν καλοῦσι. καὶ ξυνέπεσε Γότθων τοὺς πλείστους βάλλειν ἐπ’ αὐτόν τε καὶ Βελισάριον τά τε ἀκόντια καὶ τὰ ἄλλα βέλη ἐξ αἰτίας τοιᾶσδε.

当时他恰好骑着一匹久经沙场、深谙如何保全骑手性命的战马;此马全身毛色暗灰,唯独整个额头从头顶直到鼻梁皆是一片雪白。希腊人称这种马为帕利奥斯,蛮族人则称之为巴兰。大多数哥特人将标枪和其他矢石倾泻在他和这匹战马身上,乃是出于如下的缘故。

§5.18.7

αὐτόμολοι ὅσοι τῇ προτεραίᾳ ἐς Γότθους ἧκον, ἐπεὶ ἐν τοῖς πρώτοις μαχόμενον Βελισάριον εἶδον, ἐπιστάμενοι ὡς, ἢν αὐτὸς πέσῃ, διαφθαρήσεται Ῥωμαίοις αὐτίκα δὴ μάλα τὰ πράγματα, κραυγῇ ἐχρῶντο, βάλλειν ἐγκελευόμενοι ἐς ἵππον τὸν βάλαν. καὶ ἀπ’ αὐτοῦ ἐς τὴν Γότθων στρατιὰν ξύμπασαν οὗτος δὴ περιφερόμενος ὁ λόγος ἦλθε, ζήτησιν μέντοι αὐτοῦ ἅτε ἐν θορύβῳ μεγάλῳ ἥκιστα ἐποιήσαντο, οὐδὲ ὅτι ἐς Βελισάριον ἔφερε σαφῶς ἔγνωσαν.

前一天投奔哥特人的那些脱降者,一见到贝利撒留在最前线作战,深知一旦他阵亡,罗马人的大局便将立刻彻底瓦解,于是齐声高呼,催促众人向那匹巴兰马射击。这句话由此在哥特全军中辗转传开;不过在极度混乱的交战中,他们根本无暇查问究竟,也不清楚此话所指的正是贝利撒留本人。

§5.18.9

ἀλλὰ ξυμβάλλοντες οὐκ εἰκῆ τὸν λόγον ἐπιπολάζοντα ὡς πάντας ἰέναι, τῶν ἄλλων ἀφέμενοι πάντων, οἱ πλεῖστοι ἐπὶ Βελισάριον ἔβαλλον.

然而他们揣度这一在全军中传开的话语绝非无端而起,便撇下所有其他人,大多数人纷纷将攻击集中在贝利撒留身上。

§5.18.10

ἤδη δὲ αὐτῶν καὶ φιλοτιμίᾳ μεγάλῃ ἐχόμενοι ὅσοι ἀρετῆς τι μετεποιοῦντο, ὡς ἀγχοτάτω παραγενόμενοι, ἅπτεσθαί τε αὐτοῦ ἐνεχείρουν καὶ τοῖς δόρασι καὶ τοῖς ξίφεσι θυμῷ πολλῷ ἐχόμενοι ἔπαιον.

此外,敌军中凡自恃勇武之徒皆怀有极大的立功之心,冲到极近之处,企图捉拿他,并满怀怒火用长矛和刀剑向他猛击。

§5.18.11

Βελισάριος δὲ αὐτός τε ἐπιστροφάδην τοὺς ἀεὶ ὑπαντιάζοντας ἔκτεινε καὶ τῶν αὑτοῦ δορυφόρων τε καὶ ὑπασπιστῶν τῆς εἰς αὐτὸν εὐνοίας ὡς μάλιστα δὴ ἐν τούτῳ τῷ κινδύνῳ ἀπήλαυσε.

贝利撒留本人则来回转身斩杀不断迎面冲上来的敌人,并且在这一危难之中,最大程度地受益于麾下持矛卫士和持盾亲兵对他的忠诚。

§5.18.12

γενόμενοι γὰρ ἀμφ’ αὐτὸν ἅπαντες ἀρετὴν ἐπεδείξαντο οἵαν πρὸς οὐδενὸς ἀνθρώπων ἐς τήνδε τὴν ἡμέραν δεδηλῶσθαι οἶμαι· τὰς γὰρ ἀσπίδας τοῦ τε στρατηγοῦ καὶ τοῦ ἵππου προβεβλημένοι, τά τε βέλη πάντα ἐδέχοντο καὶ τοὺς ἀεὶ ἐπιόντας ὠθισμῷ χρώμενοι ἀπεκρούοντο. οὕτω τε ἡ ξυμβολὴ πᾶσα ἐς σῶμα ἑνὸς ἀπεκρίθη ἀνδρός.2

因为他们全都聚集在他身旁,展现出了依我看直至今日亦未见有任何人曾表现过的英勇;他们将盾牌遮挡在统帅和战马的前方,替他们承受了所有的箭矢投石,并奋力推挤挡退不断扑上来的敌人。整场交战就这样全部汇聚到了一个人的肉体之上。

§5.18.14

ἐν τούτῳ τῷ πόνῳ πίπτουσι μὲν Γότθοι οὐχ ἥσσους ἢ χίλιοι, καὶ αὐτοὶ ἄνδρες οἳ ἐν τοῖς πρώτοις ἐμάχοντο, θνήσκουσι δὲ τῆς Βελισαρίου οἰκίας πολλοί τε καὶ ἄριστοι, καὶ Μαξέντιος ὁ δορυφόρος, ἔργα μεγάλα ἐς τοὺς πολεμίους ἐπιδειξάμενος.

在这场苦战中,哥特人阵亡不下千人,且皆是在最前线厮杀的勇士;而贝利撒留的亲从部属中亦战死了许多最优秀的骨干,其中包括持矛卫士马克森提乌斯,他在敌军面前立下了赫赫战功。

§5.18.15

Βελισαρίῳ δὲ ξυνέβη τις τύχη ἐκείνῃ τῇ ἡμέρᾳ, μήτε τετρῶσθαι μήτε βεβλῆσθαι,3 καίπερ ἀμφ’ αὐτῷ μόνῳ γενομένης τῆς μάχης.

然而贝利撒留在那一天却遭遇了某种天幸,尽管整场战斗仅仅围绕他一人展开,他却既未被刀枪所伤,亦未被飞矢所中。

语法注3 条
  1. 5.18.6ὃς δὴ ὅλον μὲν τὸ σῶμα φαιὸς ἦν, τὸ μέτωπον δὲ ἅπαν ἐκ κεφαλῆς μέχρι ἐς ῥῖνας λευκὸς μάλιστα

    短语 ὅλον τὸ σῶμα 与 τὸ μέτωπον ἅπαν 充当“关涉宾格”(或称“限制宾格”),用于限定表语形容词 φαιός 与 λευκός 所适用的范围。关系代词主语 ὅς 为阳性单数主格,形容词补足语与之同格一致,而具体身体部位则作宾格补充。

  2. 5.18.13ἡ ξυμβολὴ πᾶσα ἐς σῶμα ἑνὸς ἀπεκρίθη ἀνδρός

    动词 ἀποκρίνω(在此为被动态/中间态不定过去时 ἀπεκρίθη)通常意为“分开”、“选出”或“回答”,但在此处与介词短语 ἐς σῶμα ἑνὸς ἀνδρός 连用,引申表示整场交战的焦点被单单“限定/汇聚”于一个人身上。

  3. 5.18.15μήτε τετρῶσθαι μήτε βεβλῆσθαι

    此二词的并列体现了古希腊军事用语中的经典区别:出自 τιτρώσκω 的完成时被动态不定式 τετρῶσθαι 指被刀剑、长矛等近战冷兵器刺伤或砍伤;而出自 βάλλω 的完成时被动态不定式 βεβλῆσθαι 则专指被箭矢、标枪等远程投射兵器击中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.18.1-5.18.15