← 普罗科皮乌斯

战史

§5.17.1-5.17.20

军队撤回罗马与台伯河守桥部队的溃逃

贝利撒留留驻少量守军并自托斯卡纳召回军队,并在台伯河桥头构筑防御以延滞哥特军,但守桥部队在夜间惊慌潜逃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.17.1

Βελισάριος δέ, ἐπεὶ Γότθους πανδημεὶ στρατεύεσθαι ἐπ’ αὐτὸν ἤκουσε, διηπορεῖτο. οὔτε γὰρ τοὺς ἀμφὶ Κωνσταντῖνόν τε καὶ Βέσσαν ἀπολείπεσθαι ἤθελεν, ἄλλως τε καὶ ὀλίγης οἱ τῆς στρατιᾶς παντάπασιν οὔσης, καὶ τὰ ἐν Τούσκοις ἐκλιπεῖν ὀχυρώματα ἐδόκει οἱ ἀξύμφορον εἶναι, ὅπως δὴ μὴ ταῦτα ἐπὶ Ῥωμαίοις Γότθοι ἐπιτειχίσματα1 ἔχοιεν.

当贝利撒留听说哥特人正倾国出动前来进攻他时,陷入了进退两难的境地。因为他既不愿把君士坦丁和贝萨斯等人撇下——尤其是考虑到他的军队全然单薄——同时放弃托斯卡纳的各处要塞在他看来也是不利的,以免哥特人将这些要塞据为进攻罗马人的依托前哨。

§5.17.2

λογισάμενος οὖν Κωνσταντίνῳ τε καὶ Βέσσᾳ ἐπέστειλε φρουρὰν μὲν ἐν τοῖς ἀναγκαιοτάτοις τῶν ἐκείνῃ ἀπολιπεῖν χωρίων, ὅση δὴ φυλάσσειν αὐτὰ ἱκανὴ εἴη, αὐτοὺς δὲ τῷ ἄλλῳ στρατῷ ἐς Ῥώμην κατὰ τάχος ἰέναι.

经过权衡,他向君士坦丁和贝萨斯发出指令,要求他们在当地最不可或缺的要塞中留下足以防守它们的守备队,而他们自己则率其余部队以最快速度前往罗马。

§5.17.3

καὶ Κωνσταντῖνος μὲν κατὰ ταῦτα ἐποίει. ἔν τε γὰρ Περυσίᾳ καὶ Σπολιτίῳ φρουρὰν καταστησάμενος ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς Ῥώμην ἀπήλαυνε.

君士坦丁遵命行事。他在佩鲁西亚和斯波莱蒂乌姆设立了守备队后,便率领其余全部人马向罗马进发。

§5.17.4

Βέσσα δὲ σχολαίτερον τὰ ἐν Ναρνίᾳ καθισταμένου ξυνέπεσε τὴν δίοδον ἐνθένδε ποιουμένων τῶν πολεμίων ἔμπλεα Γότθων τὰ ἐν τῷ προαστείῳ πεδία εἶναι.

然而,正当贝萨斯在纳尔尼亚稍显迟缓地料理事务时,适逢敌人取道此处经过,以致城郊的平原上挤满了哥特人。

§5.17.5

πρόδρομοι δὲ οὗτοι πρὸ τῆς ἄλλης στρατιᾶς ἦσαν· οἷς δὴ Βέσσας ἐς χεῖρας ἐλθὼν τούς τε κατ’ αὐτὸν παρὰ δόξαν ἐτρέψατο καὶ πολλοὺς κτείνας, ἐπειδὴ τῷ πλήθει ἐβιάζετο, ἐς Ναρνίαν ἀνεχώρησεν.

这些人是走在大军前头的先锋;贝萨斯与他们交战,出人意料地击溃了正面的敌兵,并斩杀甚众;但他由于寡不敌众受到压迫,便退入了纳尔尼亚城。

§5.17.6

ἐνταῦθά τε φρουροὺς ἀπολιπών, καθάπερ οἱ ἐπέστελλε Βελισάριος, ἐς Ῥώμην κατὰ τάχος ᾔει παρέσεσθαί τε ὅσον οὔπω τοὺς πολεμίους ἀπήγγελλε. Ῥώμης γὰρ Ναρνία πεντήκοντα καὶ τριακοσίοις σταδίοις διέχει.

正如贝利撒留所指示的那样,他在彼处留下了守备部队,随后以最快的速度赶往罗马,并报告说敌人随时便会兵临城下;因为纳尔尼亚距罗马有三百五十斯塔迪昂。

§5.17.7

Οὐίττιγις δὲ Περυσίας μὲν καὶ Σπολιτίου ἀποπειρᾶσθαι ἥκιστα ἐνεχείρει· τὰ γὰρ χωρία ἐχυρὰ ὡς μάλιστά ἐστι, καὶ τρίβεσθαί οἱ τὸν χρόνον ἐνταῦθα οὐδαμῆ ἤθελε· μόνον γάρ οἱ ἐν ἐπιθυμίᾳ ἐγένετο Βελισάριον οὔπω ἀποδράντα ἐν Ῥώμῃ εὑρέσθαι. ἀλλὰ καὶ Ναρνίαν ἔχεσθαι πρὸς τῶν πολεμίων μαθὼν οὐδὲν ἐνταῦθα κινεῖν ἤθελε, δυσπρόσοδόν τε καὶ ἄλλως ἄναντες ὂν τὸ χωρίον εἰδώς· κεῖται μὲν γὰρ ἐν ὑψηλῷ ὄρει.

维蒂吉斯根本未曾企图试探攻打佩鲁西亚和斯波莱蒂乌姆;因为这些地方极其险固,他绝不愿在此虚掷光阴;因为他唯一的渴望就是能趁贝利撒留尚未逃脱时在罗马捉到他。不仅如此,当他得知纳尔尼亚已被敌人占领时,也不愿在那里采取任何行动,因为他深知该处地形难以接近且地势极为陡峭;它确实坐落在一座高山上。

§5.17.9

ποταμὸς δὲ Νάρνος τὸν τοῦ ὄρους παραρρεῖ πρόποδα, ὃς καὶ τὴν ἐπωνυμίαν τῇ πόλει παρέσχεν. ἄνοδοί τε δύο ἐνταῦθα δὴ ἄγουσιν, ἡ μὲν πρὸς ἀνίσχοντα ἥλιον, ἡ δὲ πρὸς δύοντα.

纳尔努斯河从山脚下流过,城邑的名字亦由此而来。通往城里的山路有两条,一条朝向旭日初升的方向,另一条朝向夕阳西下的方向。

§5.17.10

ταύταιν ἁτέρα μὲν στενοχωρίαν τινὰ δύσκολον ἐξ ἀποτόμων πετρῶν ἔλαχεν, ἐς δὲ τὴν ἑτέραν οὐκ ἔστιν ὅτι μὴ2 διὰ τῆς γεφύρας ἰέναι ἣ τὸν ποταμὸν ἐπικαλύπτουσα διάβασιν ταύτῃ ἐργάζεται.

在这两条路中,一条有着由险峻绝壁构成的艰涩隘道,而通往另一条路,则只能走横跨该河并在彼处构成渡口的那座桥梁。

§5.17.11

ταύτην δὲ τὴν γέφυραν Καῖσαρ Αὔγουστος ἐν τοῖς ἄνω χρόνοις ἐδείματο, θέαμα λόγου πολλοῦ ἄξιον· τῶν γὰρ κυρτωμάτων πάντων ὑψηλότατόν ἐστιν ὧν ἡμεῖς ἴσμεν.

这座桥是凯撒·奥古斯都早年建造的,是一处大有可观的奇景;因为在凡我们所知的拱券之中,它是最高耸的。

§5.17.12

Οὐίττιγις οὖν οὐκ ἀναμείνας τὸν χρόνον σφίσιν ἐνταῦθα τρίβεσθαι κατὰ τάχος ἐνθένδε ἀπαλλαγεὶς τῷ παντὶ στρατῷ ἐπὶ Ῥώμην ᾔει, διὰ Σαβίνων τὴν πορείαν ποιούμενος.

因此,维蒂吉斯不愿任由部下在那里空耗时光,便迅速离开该地,率领全军穿过萨宾人的土地向罗马进发。

§5.17.13

καὶ ἐπειδὴ Ῥώμης ἀγχοῦ ἐγένετο, σταδίοις τε αὐτῆς οὐ μᾶλλον ἢ τέσσαρσι καὶ δέκα διεῖχε, Τιβέριδος τοῦ ποταμοῦ γεφύρᾳ ἐνέτυχεν.

当他逼近罗马,距离城邑不超过十四斯塔迪昂时,遇到了横跨台伯河的一座桥梁。

§5.17.14

ἔνθα δὴ Βελισάριος ὀλίγῳ πρότερον πύργον τε δειμάμενος καὶ πύλας αὐτῷ ἐπιθέμενος στρατιωτῶν φρουρὰν κατεστήσατο, οὐχ ὅτι τοῖς πολεμίοις ταύτῃ μόνον ὁ Τίβερις διαβατὸς ἦν (νῆές τε γὰρ καὶ γέφυραι πολλαχόσε τοῦ ποταμοῦ τυγχάνουσιν οὖσαι), ἀλλ’ ὅτι πλείονα χρόνον ἐν τῇ πορείᾳ τοῖς ἐναντίοις τρίβεσθαι ἤθελε, στράτευμά τε ἄλλο ἐκ βασιλέως καραδοκῶν, καὶ ὅπως ἔτι μᾶλλον Ῥωμαῖοι τὰ ἐπιτήδεια ἐσκομίζωνται.

就在不久前,贝利撒留刚在那里筑造了一座塔楼,安设了门扉,并派驻了士兵守备队;这倒不是因为敌军只能从此地渡过台伯河(因为河流各处皆有舟船和桥梁),而是因为他希望敌人在行军中耗费更多的时间,同时他还在等候皇帝派来的另一支军队,并借此让罗马人能运入更多的必需品。

§5.17.15

ἤν τε γὰρ ἐνθένδε ἀποκρουσθέντες οἱ βάρβαροι διαβαίνειν ἐγχειρήσωσιν ἐπὶ γεφύρας ἑτέρωθί πη οὔσης, οὐχ ἧσσον ἢ εἴκοσιν ἡμέρας δαπανᾶσθαι σφίσιν ἐνόμιζε, καὶ πλοῖα βουλομένοις ἐς Τίβεριν κατασπάσαι τοσαῦτα τὸ πλῆθος πλείω αὐτοῖς, ὡς τὸ εἰκός, τετρίψεσθαι χρόνον. ἃ δὴ ἐν νῷ ἔχων τὴν τῇδε φρουρὰν κατεστήσατο· ἔνθα οἱ Γότθοι ἐκείνῃ τῇ ἡμέρᾳ ηὐλίσαντο, ἀπορούμενοί τε καὶ πολεμητέα ἔσεσθαι σφίσιν ἐς τὸν πύργον τῇ ὑστεραίᾳ οἰόμενοι· ἦλθον δὲ αὐτοῖς αὐτόμολοι δύο καὶ εἴκοσι, βάρβαροι μὲν γένος, στρατιῶται δὲ Ῥωμαῖοι, ἐκ καταλόγου ἱππικοῦ οὗπερ Ἰννοκέντιος ἦρχεν.

因为他认为,倘若蛮族在此受挫,企图从其他地方的桥梁渡河,他们将耗费不少于二十天的时间;而如果他们想向台伯河下放如此大量的船只,按常理推断,更会长久地耗费他们的时间。 正是出于这番考虑,他才在此派设了守备队;哥特人当天便在那里扎营露宿,不知所措,并认为次日必须向塔楼发起强攻;此时有二十二名叛逃者来到他们那里,这些人按血统是蛮族,却是罗马的士兵,隶属于英诺森提乌斯统领的骑兵编制名册。

§5.17.18

ἔννοια δὲ τότε Βελισαρίῳ ἐγένετο ἀμφὶ Τίβεριν ποταμὸν ἐνστρατοπεδεύσασθαι, ὅπως δὴ τῇ τε διαβάσει τῶν πολεμίων ἔτι μᾶλλον ἐμπόδιοι γένωνται καὶ θάρσους τοῦ σφετέρου ἐπίδειξίν τινα ἐς τοὺς ἐναντίους ποιήσωνται.

贝利撒留当时萌生了一个念头,想在台伯河周边安营扎寨,以便更有效地阻碍敌人的渡河,并向对手展现己方的无畏勇气。

§5.17.19

στρατιῶται μέντοι ὅσοι φρουράν, ὥσπερ ἐρρήθη, ἐν τῇ γεφύρᾳ εἶχον, καταπεπληγμένοι τὸν Γότθων ὅμιλον καὶ τοῦ κινδύνου κατωρρωδηκότες τὸ μέγεθος, νύκτωρ τὸν πύργον ἐκλιπόντες ὅνπερ ἐφύλασσον, ἐς φυγὴν ὥρμηντο.

然而,正如前文所述,在桥上承担守备职责的士兵们被庞大的哥特军众所震慑,深畏危险之严重,竟在夜间擅离他们所驻守的塔楼,仓皇逃窜。

§5.17.20

ἐς Ῥώμην δὲ σφίσιν οὐκ οἰόμενοι εἰσιτητὰ εἶναι3 ἐπὶ Καμπανίας λάθρα ἐχώρησαν, ἢ τὴν ἐκ τοῦ στρατηγοῦ κόλασιν δείσαντες, ἢ τοὺς ἑταίρους ἐρυθριῶντες.

他们认为罗马城门已不再向自己敞开,由于惧怕统帅的严惩,抑或在同袍面前感到羞愧难当,便悄悄逃往坎帕尼亚去了。

语法注3 条
  1. 5.17.1ἐπιτειχίσματα

    名词 ἐπιτείχισμα 指针对敌方的进攻性堡垒或前哨基地。此处与介词短语 ἐπὶ Ῥωμαίοις(针对罗马人)连用,表达了贝利撒留的担忧,即哥特人若据有托斯卡纳要塞群,便会将其用作进犯罗马的前沿阵地。

  2. 5.17.10οὐκ ἔστιν ὅτι μὴ

    短语 οὐκ ἔστιν ὅτι μή 为固定句式,意为“除……之外别无他法”或“只能……”。非人称动词 οὐκ ἔστιν(不可能)统辖不定式 ἰέναι,而 ὅτι μή(除了……)限定介词短语 διὰ τῆς γεφύρας。

  3. 5.17.20οὐκ οἰόμενοι εἰσιτητὰ εἶναι

    动词性形容词 εἰσιτητός 的中性复数形式 εἰσιτητά 与 εἶναι 及与格 σφίσιν 构成非人称表语结构,意为“对他们而言有路可进/得以入内”。加上否定词 οὐκ,表示他们认为自己已无法再进入罗马城。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.17.1-5.17.20