← 普罗科皮乌斯

战史

§5.16.1-5.16.21

托斯卡纳诸城的占领与维蒂吉斯的进军

贝利撒留派将领控制托斯卡纳诸城,并在佩鲁西亚郊外击溃哥特军队。维蒂吉斯闻讯后调集大军,兵分两路:一路遣将从水陆围攻萨洛纳,另一路则由其亲率庞大军力直趋罗马迎击贝利撒留。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.16.1

Βελισάριος δὲ τὰ Ῥώμης ὅρια κύκλῳ ἅπαντα μέχρι ἐς ποταμὸν Τίβεριν καταλαβὼν ἐκρατύνατο. καὶ ἐπειδή οἱ ἅπαντα ὡς ἄριστα εἶχε, πολλοὺς τῶν αὑτοῦ ὑπασπιστῶν ξὺν δορυφόροις ἄλλοις τε καὶ Ζαρτῆρι καὶ Χορσομάνῳ καὶ Αἰσχμάνῳ τοῖς Μασσαγέταις καὶ στρατιὰν ἄλλην Κωνσταντίνῳ ἔδωκεν, ἔς τε Τουσκίαν ἐκέλευεν ἰέναι, ἐφ’ ᾧ παραστήσεται1 τὰ ἐκείνῃ χωρία.

贝利撒留将罗马周边直至台伯河的疆界尽数占领并加以巩固。当他的一切事务处理得妥帖完备时,他将自己麾下的许多随从卫士,连同其他标枪护卫——包括马萨革泰人扎尔特尔、霍尔索马诺斯和埃斯赫马诺斯——以及另一支军队交与君士坦丁,命令他前往托斯卡纳,以便收服那里的各处地方。

§5.16.2

καὶ Βέσσαν ἐπήγγελλε καταλαβεῖν Ναρνίαν, πόλιν ἐχυρὰν μάλιστα ἐν Τούσκοις οὖσαν. ὁ δὲ Βέσσας οὗτος Γότθος μὲν ἦν γένος τῶν ἐκ παλαιοῦ ἐν Θρᾴκῃ ᾠκημένων, Θευδερίχῳ τε οὐκ ἐπισπομένων, ἡνίκα ἐνθένδε ἐς Ἰταλίαν ἐπῆγε τὸν Γότθων λεών, δραστήριος δὲ καὶ ἀγαθὸς τὰ πολέμια.

他还指令贝萨斯夺取纳尔尼亚,这是托斯卡纳人中一座极其坚固的城邑。这位贝萨斯按出身本是哥特人,属于自古定居于色雷斯、且在狄奥多里克率领哥特军民自彼处前往意大利时并未追随的那批人,但他行事干练且善于战事。

§5.16.3

στρατηγός τε γὰρ ἦν ἄριστος καὶ αὐτουργὸς δεξιός. καὶ Βέσσας μὲν οὔτι ἀκουσίων τῶν οἰκητόρων Ναρνίαν ἔσχε, Κωνσταντῖνος δὲ Σπολίτιόν τε καὶ Περυσίαν καὶ ἄλλα ἄττα πολίσματα παρεστήσατο οὐδενὶ πόνῳ.

盖因他既是一位出色的将领,又是一位亲历战阵的好手。贝萨斯在当地居民决非不情愿的情况下占领了纳尔尼亚,而君士坦丁则毫不费力地收服了斯波莱蒂乌姆、佩鲁西亚以及其他若干市镇。

§5.16.4

ἐθελούσιοι γὰρ αὐτὸν ταῖς πόλεσι Τοῦσκοι ἐδέχοντο. φρουρὰν οὖν ἐν Σπολιτίῳ καταστησάμενος αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐν Περυσίᾳ τῇ Τούσκων πρώτῃ ἡσύχαζεν.

盖因托斯卡纳人自愿开城接纳了他。于是,君士坦丁在斯波莱蒂乌姆设立了守备队后,自己率领其余军队在托斯卡纳的首要城邑佩鲁西亚驻留。

§5.16.5

Οὐίττιγις δὲ ταῦτα ἀκούσας στρατιάν τε καὶ ἄρχοντας Οὐνίλαν τε καὶ Πίσσαν ἐπ’ αὐτοὺς ἔπεμπεν.

维蒂吉斯闻讯后,派出一支军队以及将领乌尼拉斯和皮萨斯前去攻打他们。

§5.16.6

οἷς Κωνσταντῖνος ὑπαντιάσας ἐν τῷ Περυσίας προαστείῳ ἐς χεῖρας ἦλθε. πλήθει δὲ τῶν βαρβάρων ὑπεραιρόντων ἀγχώμαλος μὲν τὰ πρῶτα ἐγεγόνει ἡ μάχη, μετὰ δὲ Ῥωμαῖοι τῇ σφῶν ἀρετῇ καθυπέρτεροι γεγενημένοι τοὺς πολεμίους ἐτρέψαντο, φεύγοντάς τε οὐδενὶ κόσμῳ σχεδόν τι ἅπαντας ἔκτεινον· καὶ ζῶντας ἑλόντες τοὺς τῶν πολεμίων ἄρχοντας παρὰ Βελισάριον ἔπεμψαν. ἐπεὶ δὲ ταῦτα Οὐίττιγις ἤκουσεν, ἡσυχάζειν ἐπὶ Ῥαβέννης οὐκέτι ἤθελεν, οὗ δὴ αὐτῷ Μαρκίας τε καὶ οἱ ξὺν αὐτῷ οὔπω ἐκ Γαλλιῶν ἥκοντες ἐμπόδιοι ἦσαν.

君士坦丁在佩鲁西亚郊外迎击他们并展开激战。起初由于蛮族在人数上占优,战局处于势均力敌之态,但随后罗马人凭借自身的英勇占据了上风,击溃了敌人,并在敌军毫无秩序地溃逃时几乎将其全部歼灭;他们生擒了敌军的将领,送交贝利撒留。维蒂吉斯得知这些情况后,再也不愿留在拉文纳按兵不动,彼时马尔齐阿斯及其随从尚未从高卢返回,正阻碍着他的行动。

§5.16.8

ἐς μὲν οὖν Δαλματίαν στρατιάν τε πολλὴν καὶ ἄρχοντας Ἀσινάριόν τε καὶ Οὐλιγίσαλον ἔπεμψεν, ἐφ’ ᾧ Δαλματίαν τῇ Γότθων ἀρχῇ ἀνασώσονται.

于是,他向达尔马提亚派遣了大军以及将领阿西纳里乌斯和乌利吉萨鲁斯,以便为哥特人的政权收复达尔马提亚。

§5.16.9

καὶ αὐτοῖς ἐπέστελλεν ἐκ τῶν ἀμφὶ Σουαβίαν χωρίων στράτευμα ἑταιρισαμένοις τῶν ταύτῃ βαρβάρων οὕτω δὴ εὐθὺ Δαλματίας τε καὶ Σαλώνων ἰέναι.

他指示他们从苏阿维亚周边的各地方招募当地蛮族的军队,由此直趋达尔马提亚和萨洛纳。

§5.16.10

ξὺν αὐτοῖς δὲ καὶ μακρὰ πλοῖα πολλὰ ἔπεμψεν, ὅπως Σάλωνας κατὰ γῆν τε καὶ θάλασσαν πολιορκεῖν οἷοί τε ὦσιν.

随同他们,他还派出了许多战船,以便他们能够从水陆两路包围萨洛纳。

§5.16.11

αὐτὸς δὲ τῷ παντὶ στρατῷ ἐπὶ Βελισάριόν τε καὶ Ῥώμην ἰέναι ἠπείγετο, ἱππέας τε καὶ πεζοὺς οὐχ ἧσσον ἢ μυριάδας πεντεκαίδεκα ἐπαγόμενος, καὶ αὐτῶν τεθωρακισμένοι ξὺν τοῖς ἵπποις οἱ πλεῖστοι ἦσαν.

他自己则急欲率全军进击贝利撒留和罗马,率领着不少于十五万的骑兵和步兵,其中多数人及其坐骑皆披挂完备的铠甲。

§5.16.12

Ἀσινάριος μὲν οὖν ἀμφὶ τὴν Σουαβίαν γενόμενος τὸ τῶν βαρβάρων στράτευμα ἤγειρε, μόνος δὲ Οὐλιγίσαλος Γότθοις ἐς Λιβουρνίαν ἡγήσατο.

阿西纳里乌斯来到苏阿维亚一带集结蛮族军队,而乌利吉萨鲁斯则独自率领哥特人进入利布尔尼亚。

§5.16.13

καὶ σφίσι Ῥωμαίων ἐν χωρίῳ Σκάρδωνι ἐς χεῖρας ἐλθόντων ἡσσηθέντες τῇ μάχῃ ἀνεχώρησαν ἐς Βοῦρνον πόλιν· ἐνταῦθά τε τὸν συνάρχοντα ἀνέμεινεν Οὐλιγίσαλος.

在斯卡尔东这一地方,罗马人与他们交锋,哥特人战败,退往布尔努斯城;乌利吉萨鲁斯便在那里等待他的同僚将领。

§5.16.14

Κωνσταντιανὸς δέ, ἐπεὶ τὴν Ἀσιναρίου παρασκευὴν ἤκουσε, δείσας περὶ Σάλωσι, τοὺς στρατιώτας μετεπέμψατο οἳ ξύμπαντα τὰ ἐκείνῃ φρούρια εἶχον.

君士坦提阿努斯听闻阿西纳里乌斯的军备准备,担忧萨洛纳的安危,便召回了驻守彼处所有要塞的士兵。

§5.16.15

καὶ τάφρον τε ἀμφὶ τὸν περίβολον ἅπαντα ὤρυσσε κύκλῳ καὶ τὰ ἄλλα ἐς τὴν πολιορκίαν ὡς ἄριστα ἐξηρτύετο. Ἀσινάριος δὲ πάμπολύ τι στράτευμα βαρβάρων ἀγείρας ἐς Βοῦρνον πόλιν ἀφίκετο.

他在整座城墙周围开掘了一圈壕沟,并在其他方面为防守围城做好了最充分的准备。阿西纳里乌斯集结了一支极其庞大的蛮族军队,抵达布尔努斯城。

§5.16.16

ἔνθα δὴ Οὐλιγισάλῳ τε καὶ τῇ Γότθων στρατιᾷ ξυμμίξας ἐς Σάλωνας ἦλθε. καὶ χαράκωμα μὲν ἀμφὶ τὸν περίβολον ἐποιήσαντο, τὰ δὲ πλοῖα στρατιωτῶν ἐμπλησάμενοι τοῦ περιβόλου τὸ ἐπιθαλάσσιον μέρος ἐφρούρουν· οὕτω τε Σάλωνας κατὰ γῆν τε καὶ κατὰ θάλασσαν ἐπολιόρκουν.

在此他与乌利吉萨鲁斯及哥特军会合,向萨洛纳进发。他们在城墙周围扎下营寨,并将战船载满士兵,把守城垣濒海的部分;他们就这样从陆地和海上包围了萨洛纳。

§5.16.17

Ῥωμαῖοι δὲ ταῖς τῶν πολεμίων ναυσὶν ἐξαπιναίως ἐπιθέμενοι ἐς φυγὴν τρέπουσι καὶ αὐτῶν πολλὰς μὲν αὐτοῖς ἀνδράσι καταδύουσι, πολλὰς δὲ ἀνδρῶν κενὰς εἷλον.

然而罗马人出其不意地袭击了敌人的战船,将其击溃,把其中的许多战船连同乘员一同击沉,并俘获了许多弃船而逃留下的空船。

§5.16.18

οὐ μέντοι τὴν προσεδρείαν Γότθοι διέλυσαν, ἀλλὰ καὶ μᾶλλον ἐν τῇ πόλει Ῥωμαίους κατὰ κράτος πολιορκοῦντες εἷρξαν. τὰ μὲν οὖν στρατόπεδα Ῥωμαίων τε καὶ Γότθων ἐν Δαλματίαις ἐφέρετο τῇδε.

尽管如此,哥特人并未解除包围,反而更全力以赴地攻城,将城内的罗马人紧紧围困。达尔马提亚的罗马与哥特军队的战况大抵如此展开。

§5.16.19

Οὐιττίγιδι δὲ πρὸς τῶν ἐπιχωρίων ἐκ Ῥώμης ἡκόντων ἀκούσαντι τὸ ξὺν Βελισαρίῳ στράτευμα βραχύτατον εἶναι, Ῥώμης τε ὑποκεχωρηκότι μετέμελε καὶ μένειν ἐν τοῖς καθεστῶσιν οὐκέτι ἐδύνατο, ἀλλὰ θυμῷ ἤδη ἐχόμενος ἐπ’ αὐτοὺς ᾔει.

维蒂吉斯从自罗马前来的当地人处获悉追随贝利撒留的军队极为微薄,便对从罗马撤军深感懊悔,再也无法按捺现状,遂在狂怒的驱使下挥师进击他们。

§5.16.20

καί οἱ ἐν ταύτῃ τῇ πορείᾳ τῶν τις ἱερέων ἐκ Ῥώμης ἥκων ἐνέτυχεν. οὗ δὴ ξὺν θορύβῳ πολλῷ πυθέσθαι φασὶν Οὐίττιγιν εἰ Βελισάριος ἔτι ἐν Ῥώμῃ εἴη, ἅτε δείσαντα μὴ οὐχὶ αὐτὸν καταλαμβάνειν οἷός τε ᾖ,2 ἀλλὰ φθάσῃ ἀποδρὰς ἐνθένδε. καὶ αὐτὸν εἰπεῖν ἥκιστά οἱ χρῆναι τοῦτο ἐν φροντίδι εἶναι· καὶ αὐτὸν γάρ οἱ ἀναδέχεσθαι3 μήποτε Βελισάριον δρασμῷ χρήσασθαι, ἀλλ’ αὐτοῦ μένειν. καὶ τὸν ἔτι ἐπείγεσθαι μᾶλλον ἢ πρότερον, εὐξάμενον ἐκ τοῦ ἐμφανοῦς τὸ Ῥώμης θεάσασθαι τεῖχος πρότερον ἢ Βελισάριον ἐνθένδε ἀποδρᾶναι.

在行军途中,一位来自罗马的祭司与他相遇。据说维蒂吉斯在惶恐不安中向他打听贝利撒留是否仍在罗马,盖因他害怕自己未能追上他,而对方却早已逃离彼处。祭司回答他说,他绝不必对此担忧;盖因祭司自己向他担保,贝利撒留绝不会仓皇逃窜,而会坚守当地。于是维蒂吉斯比先前更加急切地催促行军,公开祈愿能赶在贝利撒留逃脱之前亲眼见到罗马的城墙。

语法注3 条
  1. 5.16.1ἐφ’ ᾧ παραστήσεται

    连词 ἐφ’ ᾧ 后接将来时直陈语气 παραστήσεται,构成条件或目的从句(“在……的条件下 / 以便收服”)。在古典及后世希腊语散文中,ἐφ’ ᾧ 搭配将来时直陈语气或不定式是表达任务条件或预定目的的常见句式。

  2. 5.16.20μὴ οὐχὶ αὐτὸν καταλαμβάνειν οἷός τε ᾖ

    由表示担心的动词分词 δείσαντα 引出的惧怕从句(fear clause),双重否定 μὴ οὐχί 统辖虚拟语气 ᾖ。其含义为“担心他恐怕无法抓获他”(即否定结果的发生),并与下文的 ἀλλὰ φθάσῃ ἀποδρὰς ἐνθένδε(“反而让他抢先逃脱”)相呼应。

  3. 5.16.21καὶ αὐτὸν γάρ οἱ ἀναδέχεσθαι

    间接引语中的“对格+不定式”结构。说明性的 γάρ 承接上一句中祭司所说的话(由前文的 αὐτὸν εἰπεῖν 引出);对格代词 αὐτόν 指代祭司本人,作不定式 ἀναδέχεσθαι(“保证 / 担保”)的主语,而其后的 μήποτε ... χρήσασθαι 则是表示担保内容的不定式短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.16.1-5.16.21