← 普罗科皮乌斯

战史

§5.15.15-5.15.30

伊奥尼亚湾地势与意大利周边诸部族地理

在概述贝利撒留与君士坦提阿努斯所平定的势力范围后,普罗科匹乌斯阐述了伊奥尼亚湾的地形特征,并系统地详述了意大利半岛、亚得里亚海东岸及周边各地区的部族分布与地理格局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15.15

Ἰταλίαν δὲ οὕτω ξύμπασαν ἣ ἐντὸς κόλπου τοῦ Ἰονίου ἐστίν, ἄχρι ἔς τε Ῥώμην καὶ Σάμνιον Βελισάριος παρεστήσατο, τοῦ δὲ κόλπου ἐκτὸς ἄχρι ἐς Λιβουρνίαν Κωνσταντιανός, ὥσπερ ἐρρήθη, ἔσχεν. ὅντινα δὲ τρόπον Ἰταλίαν οἰκοῦσιν οἱ ταύτῃ ἄνθρωποι ἐρῶν ἔρχομαι. πέλαγος τὸ Ἀδριατικόν, ἐκροήν τινα πόρρω που τῆς ἠπείρου ἐκβάλλον,1 ποιεῖται τὸν Ἰόνιον κόλπον, οὐδὲν ὁμοίως τοῖς ἄλλοις χωρίοις ἔνθα δὴ τελευτῶσα τῆς θαλάσσης ἡ ἐς τὴν ἤπειρον ἀνάβασις ἰσθμὸν ποιεῖται.2

贝利撒留便以此方式将伊奥尼亚湾以内直到罗马和萨谟奈的整个意大利尽数收服,而如前所述,湾外直到利布尔尼亚之地则为君士坦提阿努斯所据有。在此,我将陈述此处的居民是以何种方式居住在意大利的。亚得里亚海向大陆深处伸出一股支流,形成了伊奥尼亚湾,这与海水向陆地深入的尽头形成地峡的其他各地截然不同。

§5.15.17

ὅ τε γὰρ Κρισαῖος καλούμενος κόλπος, ἀπολήγων ἐς τὸ Λέχαιον, ἵνα δὴ Κορινθίων ἡ πόλις ἐστίν, ἐν μέτρῳ τεσσαράκοντα σταδίων μάλιστα, ποιεῖται τὸν ταύτης ἰσθμόν· καὶ ὁ ἀφ’ Ἑλλησπόντου κόλπος, ὃν Μέλανα καλοῦσιν, οὐ πλέον, ἀλλὰ κατὰ τοῦτο τὸ μέτρον ἀποτελεῖ τὸν ἐν Χερρονήσῳ ἰσθμόν.

盖因所谓的克里萨湾终结于科林斯人城邑所在的莱开翁,在约四十斯塔狄昂的尺度内形成了其地峡;而发自赫勒斯滂、被称为黑湾的海湾,在色律尼苏斯所形成的地峡亦不超过这一尺度,大致与之相当。

§5.15.19

ἐκ δὲ Ῥαβέννης πόλεως, οὗ δὴ τελευτᾷ ὁ Ἰόνιος κόλπος, ἐς θάλασσαν τὴν Τυρρηνικὴν οὐχ ἧσσον ἢ ὀκτὼ ὁδὸς ἡμερῶν εὐζώνῳ ἀνδρί3 ἐστιν.

然而,从伊奥尼亚湾尽头的拉文纳城至第勒尼安海,对于一位轻装健行者而言,路程不少于八日。

§5.15.20

αἴτιον δὲ ὅτι προϊοῦσα ἡ τῆς θαλάσσης ἐπιρροὴ ἐν δεξιᾷ ἐπὶ πλεῖστον ἐς ἀεὶ φέρεται. τούτου δὲ τοῦ κόλπου ἐντὸς πόλισμα πρῶτον ὁ Δρυοῦς οἰκεῖται, ὅπερ τανῦν Ὑδροῦς καλεῖται.

其原因在于,随着海水的深入,它始终极大幅度地向右侧偏转。在此海湾内部,首座有人居住的城镇是德律乌斯,即现今称为许德鲁斯之地。

§5.15.21

τούτου ἐν δεξιᾷ μὲν Καλαβροί τε καὶ Ἀπούλιοι καὶ Σαμνῖταί εἰσι, καὶ αὐτῶν ἐχόμενοι Πικηνοὶ ἄχρι ἐς Ῥάβενναν πόλιν ᾤκηνται.

在其右侧为卡拉布里亚人、阿普利亚人和萨谟奈人,紧随其后的是皮凯努姆人,其居住地一直延伸至拉文纳城。

§5.15.22

ἐπὶ θάτερα δὲ Καλαβρῶν τε μοῖρα ἡ λειπομένη ἐστὶ καὶ Βρίττιοί τε καὶ Λευκανοί, μεθ’ οὓς Καμπανοὶ ἄχρι ἐς Ταρακίνην πόλιν οἰκοῦσιν, οὓς δὴ οἱ Ῥώμης ὅροι ἐκδέχονται.

而在另一侧,则是卡拉布里亚人的其余部分,以及布鲁提翁人和卢卡尼亚人;其后居住着坎帕尼亚人,直至塔拉基纳城,罗马的疆界紧接着延伸至此。

§5.15.23

ταῦτα τὰ ἔθνη ἑκατέρας τε θαλάσσης τὴν ἠϊόνα καὶ τὰ ἐκείνῃ μεσόγεα ξύμπαντα ἔχουσιν. αὕτη τέ ἐστιν ἡ μεγάλη Ἑλλὰς καλουμένη τὰ πρότερα. ἐν Βριττίοις γὰρ Λοκροί τέ εἰσιν οἱ Ἐπιζεφύριοι καὶ Κροτωνιᾶται καὶ Θούριοι.

这些部族占据着两海的海岸以及彼处的所有内陆。此地即昔日被称为大希腊之所在。盖因在布鲁提翁人中,有西风下洛克里人、克罗托内人和图里人。

§5.15.24

τοῦ δὲ κόλπου ἐκτὸς πρῶτοι μὲν Ἕλληνές εἰσιν, Ἠπειρῶται καλούμενοι, ἄχρι Ἐπιδάμνου πόλεως, ἥπερ ἐπιθαλασσία οἰκεῖται.

在海湾之外,首先是被称为厄庇鲁斯人的希腊人,一直延伸至临海而居的埃庇达诺斯城。

§5.15.25

καὶ ταύτης μὲν ἐχομένη Πρέκαλις ἡ χώρα ἐστί, μεθ’ ἣν Δαλματία ἐπικαλεῖται, καὶ τῷ τῆς ἑσπερίας λελόγισται κράτει. τὸ δὲ ἐντεῦθεν Λιβουρνία τε καὶ Ἰστρία καὶ Βενετίων ἡ χώρα ἐστὶ μέχρι ἐς Ῥάβενναν πόλιν διήκουσα.

与此相邻的是普雷卡利斯地区,其后被称为达尔马提亚,并被归入西方帝国的统治之下。自此向前则是利布尔尼亚、伊斯特里亚以及威尼托人的土地,一直绵延至拉文纳城。

§5.15.26

οὗτοι μὲν ἐπιθαλάσσιοι ταύτῃ ᾤκηνται. ὕπερθεν δὲ αὐτῶν Σίσκιοί τε καὶ Σούαβοι (οὐχ οἱ Φράγγων κατήκοοι, ἀλλὰ παρὰ τούτοις ἕτεροι)4 χώραν τὴν μεσόγειον ἔχουσι.

这些部族沿海居住于此。在其上方,西斯奇人和苏阿维人(并非臣服于法兰克人者,而是与之有别的另一支)占据着内陆地区。

§5.15.27

καὶ ὑπὲρ τούτους Καρνίοι τε καὶ Νωρικοὶ ἵδρυνται. τούτων δὲ Δᾶκαί τε καὶ Παννόνες ἐν δεξιᾷ οἰκοῦσιν, οἳ ἄλλα τε χωρία καὶ Σιγγιδόνον καὶ Σίρμιον ἔχουσιν, ἄχρι ἐς ποταμὸν Ἴστρον διήκοντες.

在他们上方定居着卡尔尼人和诺里库姆人。在这些部族的右侧居住着达契亚人和潘诺尼亚人,他们占有辛吉杜努姆和西尔米乌姆等处,一直延伸至伊斯特罗斯河。

§5.15.28

τούτων μὲν δὴ τῶν ἐθνῶν Γότθοι κόλπου τοῦ Ἰονίου ἐκτὸς κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἦρχον, ὑπὲρ δὲ Ῥαβέννης πόλεως Πάδου τοῦ ποταμοῦ ἐν ἀριστερᾷ Λιγούριοι ᾤκηνται.

在本次战争初期,哥特人统治着伊奥尼亚湾以外的这些部族;而在拉文纳城上方、波河左岸,则居住着利古里亚人。

§5.15.29

καὶ αὐτῶν τὰ μὲν πρὸς βορρᾶν ἄνεμον Ἀλβανοὶ ἐν χώρᾳ ὑπερφυῶς ἀγαθῇ Λαγγούβιλλα καλουμένῃ οἰκοῦσι, τούτων τε ὕπερθεν ἔθνη τὰ Φράγγοις κατήκοά ἐστι, τὰ δὲ πρὸς ἑσπέραν Γάλλοι τε καὶ μετ’ ἐκείνους Ἱσπανοὶ ἔχουσι.

在他们朝向北风的一侧,阿尔巴尼亚人居住在被称为朗戈维拉的极度肥沃之地,在他们上方是臣服于法兰克人的各部族;而朝向西方的一侧,高卢人以及随后的西班牙人占据其地。

§5.15.30

τοῦ δὲ Πάδου ἐν δεξιᾷ Αἰμιλία τέ ἐστι καὶ τὰ Τούσκων ἔθνη, ἄχρι καὶ ἐς τοὺς Ῥώμης ὅρους διήκοντα. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει.

在波河的右侧是艾米利亚以及托斯卡纳人的各部族,一直延伸至罗马的边界。这些情况大致便是如此。

语法注4 条
  1. 5.15.16ἐκροήν τινα πόρρω που τῆς ἠπείρου ἐκβάλλον

    分词 ἐκβάλλον 在此处作及物动词使用,支配直接宾格宾语 ἐκροήν(“伸出一股支流/注入通道”)。短语 πόρρω που τῆς ἠπείρου 由副词 πόρρω 支配表处所或离格性质的属格 τῆς ἠπείρου,表示水体向内陆深处的空间延伸。

  2. 5.15.16οὐδὲν ὁμοίως τοῖς ἄλλοις χωρίοις ἔνθα δὴ τελευτῶσα τῆς θαλάσσης ἡ ἐς τὴν ἤπειρον ἀνάβασις ἰσθμὸν ποιεῖται

    短语中 οὐδὲν 作状语性宾格(“绝不/完全不”)修饰副词 ὁμοίως,后者支配与格 τοῖς ἄλλοις χωρίοις。由 ἔνθα 引导的关系从句界定了常规内海深入内陆尽头形成狭窄地峡的地理模式(如下文所举科林斯与色律尼苏斯地峡之例),以此作为参照,与拉文纳至第勒尼安海之间的宽广距离形成鲜明对照。

  3. 5.15.19εὐζώνῳ ἀνδρί

    与格短语 εὐζώνῳ ἀνδρί(“对于束带紧束之人/轻装健行者”)作为基准或评判与格(dative of reference),修饰表距离的名词短语 ὀκτὼ ὁδὸς ἡμερῶν(“八日路程”)。这是古典希腊语中表示轻装行者所需时间的距离标准惯用语。

  4. 5.15.26παρὰ τούτοις ἕτεροι

    介词 παρά 支配与格 τούτοις,在此具有“在这些之外/与这些有别”的对比含义。它紧接前面的否定说明(οὐχ οἱ Φράγγων κατήκοοι),用于明确指出此处提到的苏阿维人是独立于臣服于法兰克人的分支之外的另一群落(ἕτεροι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.15.15-5.15.30