← 普罗科皮乌斯

战史

§5.15.1-5.15.14

南意大利的归降与贝内文图姆传说

哥特人皮茨将萨谟奈部分土地移交给贝利撒留,卡拉布里亚与阿普利亚亦归顺。作者进而插叙贝内文图姆因狂风而得名的由来、狄奥墨得斯建城传说以及帕拉狄翁神像的渊源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15.1

Τότε δὴ καὶ Πίτζας, Γότθος ἀνήρ, ἐκ Σαμνίου ἥκων, αὑτόν τε καὶ Γότθους οἳ ἐκείνῃ ξὺν αὐτῷ ᾤκηντο, καὶ Σαμνίου τοῦ ἐπιθαλασσίου μοῖραν τὴν ἡμίσειαν Βελισαρίῳ ἐνεχείρισεν, ἄχρι ἐς τὸν ποταμὸν ὃς τῆς χώρας μεταξὺ φέρεται.

正当那时,一位名叫皮茨的哥特人自萨谟奈赶来,将自己、同他居于彼处的哥特人,以及直到贯穿该地区中央的河流为止的半个沿海萨谟奈,一同移交给了贝利撒留。

§5.15.2

Γότθοι γὰρ ὅσοι ἐπὶ θάτερα τοῦ ποταμοῦ ἵδρυντο, οὔτε τῷ Πίτζᾳ ἕπεσθαι οὔτε βασιλεῖ κατήκοοι εἶναι ἤθελον. στρατιώτας τέ οἱ Βελισάριος οὐ πολλοὺς ἔδωκεν, ὅπως αὐτῷ ξυμφυλάξωσι τὰ ἐκείνῃ χωρία.

因为定居于河流彼岸的所有哥特人既不愿跟随皮茨,也不愿臣服于皇帝。贝利撒留遂拨给他少数士兵,以便与他协同驻守彼处的据点。

§5.15.3

πρότερον δὲ Καλαβροί τε καὶ Ἀπούλιοι, Γότθων σφίσι τῇ χώρᾳ οὐ παρόντων, Βελισαρίῳ ἐθελούσιοι προσεχώρησαν οἵ τε παράλιοι καὶ οἱ τὰ μεσόγεια ἔχοντες.

在此之前,卡拉布里亚人与阿普利亚人由于其境内并无哥特人,无论是沿海居民还是占有内陆之人,皆已自愿归顺于贝利撒留。

§5.15.4

Ἐν τοῖς καὶ Βενεβεντός ἐστιν, ἣν πάλαι μὲν Μαλεβεντὸν ὠνόμασαν Ῥωμαῖοι, τανῦν δὲ Βενεβεντὸν καλοῦσι, τὴν ἀπὸ τοῦ προτέρου ὀνόματος διαφεύγοντες βλασφημίαν· βέντος γὰρ ἄνεμον τῇ Λατίνων φωνῇ δύναται.

在其中亦有贝内文图姆,罗马人昔日称其为马莱文图姆,而今则称贝内文图姆,以此避开原名带来的不祥预兆;盖因在拉丁语中,“ventus”意为风。

§5.15.5

ἐν Δαλματίᾳ γάρ, ἣ ταύτης καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ κεῖται, ἀνέμου τι πνεῦμα σκληρόν τε καὶ ὑπερφυῶς ἄγριον ἐπισκήπτειν φιλεῖ, ὅπερ ἐπειδὰν ἐπιπνεῖν ἄρξηται, ὁδῷ ἰόντα ἔτι ἄνθρωπον ἐνταῦθα εὑρεῖν οὐδεμία μηχανή ἐστιν, ἀλλ’ οἴκοι ἅπαντες καθείρξαντες ἑαυτοὺς τηροῦσι.

原来在隔海相望的大陆彼岸之达尔马提亚,常有一股狂烈且异常凶猛的风暴骤然袭来;每当此风刮起,欲在彼处路上觅得行人绝无可能,众皆闭门自守于家中。

§5.15.6

τοιαύτη γάρ τις ἡ τοῦ πνεύματος ῥύμη τυγχάνει οὖσα ὥστε ἄνδρα ἱππέα ξὺν τῷ ἵππῳ ἁρπάσασα μετέωρον φέρει, ἐπὶ πλεῖστόν τε περιαγαγοῦσα τῆς τοῦ ἀέρος χώρας εἶτα ὅπη παρατύχῃ ἀπορρίπτουσα κτείνει.

盖因此风之狂暴势头,足以将骑者连人带马卷至半空,在辽阔的高空之中盘旋良久,继而无论摔向何处皆致其死命。

§5.15.7

Βενεβεντὸν δὲ ἅτε καταντικρὺ Δαλματίας οὖσαν, ὥσπερ μοι εἴρηται, ἐπί τε ὑψηλοῦ τινος χώρου κειμένην μοῖράν τινα φέρεσθαι τῆς τούτου δὴ τοῦ ἀνέμου δυσκολίας συμβαίνει.

而贝内文图姆一如我所言,正处于达尔马提亚的正对面,且坐落于一处高地之上,故亦承受了此风暴威力的某些侵袭。

§5.15.8

ταύτην Διομήδης ποτὲ ὁ Τυδέως ἐδείματο, μετὰ Ἰλίου ἅλωσιν ἐκ τοῦ Ἄργους ἀποκρουσθείς. καὶ γνώρισμα τῇ πόλει τοὺς ὀδόντας συὸς τοῦ Καλυδωνίου ἐλείπετο, οὕς οἱ θεῖος Μελέαγρος ἆθλα τοῦ κυνηγεσίου λαβὼν ἔτυχεν, οἳ καὶ εἰς ἐμὲ ἐνταῦθά εἰσι, θέαμα λόγου πολλοῦ ἰδεῖν ἄξιον, περίμετρον οὐχ ἧσσον ἢ τρισπίθαμον ἐν μηνοειδεῖ σχήματι ἔχοντες.

此城昔日由堤丢斯之子狄奥墨得斯所建,时值特洛伊陷落之后他被逐出阿耳戈斯。他留下了卡吕冬野猪的獠牙作为城邦的纪念物,此物乃其伯父墨勒阿革洛斯当年作为狩猎奖赏而所得;直至我这一时代獠牙仍存留于彼处,呈新月之形,其周长不下三跨,实为极具观瞻之奇景。

§5.15.9

ἐνταῦθα καὶ ξυγγενέσθαι τὸν Διομήδην Αἰνείᾳ τῷ Ἀγχίσου ἥκοντι ἐξ Ἰλίου φασὶ καὶ κατὰ τὸ λόγιον τὸ τῆς Ἀθήνης ἄγαλμα δοῦναι ὃ ξὺν τῷ Ὀδυσσεῖ ἀποσυλήσας ἔτυχεν, ὅτε κατασκόπω ἐς τὴν Ἴλιον ἠλθέτην ἄμφω πρότερον ἢ τήνδε ἁλώσιμον γενέσθαι τοῖς Ἕλλησι.1

相传狄奥墨得斯在此处还与自特洛伊而来的安喀塞斯之子埃涅阿斯相会,并遵照神谕将雅典娜的神像交给了他;此神像乃是在特洛伊被希腊人攻克之前,狄奥墨得斯与奥德修斯二人同作斥候潜入特洛伊时所窃取。

§5.15.10

λέγουσι γὰρ αὐτῷ νοσήσαντί τε ὕστερον καὶ ὑπὲρ τῆς νόσου πυνθανομένῳ χρῆσαι τὸ μαντεῖον οὔ ποτέ οἱ τοῦ κακοῦ ἀπαλλαγὴν ἔσεσθαι πλὴν εἰ μὴ ἀνδρὶ Τρωῒ τὸ ἄγαλμα τοῦτο διδοίη.2

因为相传他后来罹病,在就此病求问神谕时,神谕昭示说,除非他将这尊神像交给一位特洛伊男子,否则绝不会摆脱这灾祸。

§5.15.11

καὶ αὐτὸ μὲν ὅπου γῆς ἐστιν, οὔ φασι Ῥωμαῖοι εἰδέναι, εἰκόνα δὲ αὐτοῦ λίθῳ τινὶ ἐγκεκολαμμένην δεικνύουσι καὶ ἐς ἐμὲ ἐν τῷ τῆς Τύχης ἱερῷ, οὗ δὴ πρὸ τοῦ χαλκοῦ τῆς Ἀθηνᾶς ἀγάλματος κεῖται, ὅπερ αἴθριον ἐς τὰ πρὸς ἕω τοῦ νεὼ ἵδρυται.

至于那神像本身究竟流落何方,罗马人称并不知晓;但直至我的时代,在福尔图娜神庙中人们仍可指出刻于某块石头上的神像浮雕,它正位于朝向神庙东方露天树立的青铜雅典娜像之前。

§5.15.12

αὕτη δὲ ἡ ἐν τῷ λίθῳ εἰκὼν πολεμούσῃ τε καὶ τὸ δόρυ ἀνατεινούσῃ ἅτε ἐς ξυμβολὴν ἔοικε· ποδήρη δὲ καὶ ὣς τὸν χιτῶνα ἔχει.

这块石上的雕像宛如正在战斗并将长矛举起准备交锋之人;然而纵然如此,她仍身着垂至脚踝的希顿。

§5.15.13

τὸ δὲ πρόσωπον οὐ τοῖς Ἑλληνικοῖς ἀγάλμασι τῆς Ἀθηνᾶς ἐμφερές ἐστιν, ἀλλ’ οἷα παντάπασι τὸ παλαιὸν Αἰγύπτιοι ἐποίουν.

其面容并不类同于希腊风格的雅典娜雕像,而是纯然如古埃及人所作之像。

§5.15.14

Βυζάντιοι δέ φασι τὸ ἄγαλμα τοῦτο Κωνσταντῖνον βασιλέα ἐν τῇ ἀγορᾷ ἣ αὐτοῦ ἐπώνυμός ἐστι κατορύξαντα θέσθαι. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν.

然而拜占庭人却说,君士坦丁皇帝将这尊神像埋藏安置在了以其命名的广场之中。这些事情大致便是如此。

语法注2 条
  1. 5.15.9ὅτε κατασκόπω ἐς τὴν Ἴλιον ἠλθέτην ἄμφω πρότερον ἢ τήνδε ἁλώσιμον γενέσθαι τοῖς Ἕλλησι

    κατασκόπω 是名词 κατάσκοπος 的双数主格,作双数动词 ἠλθέτην 的同位语/表语(“两人作为斥候时”),指代奥德修斯与狄奥墨得斯二人。其后的 πρότερον ἤ 引申出时间从句,支配不定词 γενέσθαι 及其宾格主语 τήνδε(“在此城被希腊人攻陷之前”)。

  2. 5.15.10πλὴν εἰ μὴ ἀνδρὶ Τρωῒ τὸ ἄγαλμα τοῦτο διδοίη

    此处使用了惯用短语 πλὴν εἰ μή(“除非、若非”),后接在间接引语(从属于过去主导动词不定式 χρῆσαι)中转换为希求法(optative in indirect discourse)的 διδοίη,用以表达原本直接引语中的条件句,表设想或未来动作。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.15.1-5.15.14