← 普罗科皮乌斯

战史

§5.14.1-5.14.17

贝利撒留不战而进占罗马与修缮防务

贝利撒留在部署那不勒斯与库迈的守备后沿拉丁大道进军(并述及阿庇亚大道的建造技艺),在哥特人撤出之际不战而进占罗马,随即着手修缮城垣并储备粮草以备守城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14.1

Ἐν ᾧ δὲ ταῦτα Οὐίττιγις ἔπρασσεν, ἐν τούτῳ Βελισάριος ἐς Ῥώμην ἰέναι παρεσκευάζετο. ἀπολέξας οὖν ἄνδρας ἐκ καταλόγου πεζικοῦ τριακοσίους καὶ Ἡρωδιανὸν ἄρχοντα ἐπὶ τῇ Νεαπόλεως φυλακῇ κατεστήσατο.

当维蒂吉斯在处理这些事务时,贝利撒留正准备进军罗马。他从步兵名册中挑选出三百人,并任命希罗迪阿努斯为指挥官,命其防守那不勒斯。

§5.14.2

ἔπεμψε δὲ καὶ ἐς Κύμην φρουρούς, ὅσους ᾤετο τῇ τοῦ ἐνταῦθα φρουρίου φυλακῇ ἱκανοὺς ἔσεσθαι. ἄλλο γάρ τι ὀχύρωμα ἐν Καμπανίᾳ, ὅτι μὴ1 ἐν Κύμῃ τε καὶ ἐν Νεαπόλει, οὐκ ἦν.

他还向库迈派遣了他认为足以守卫当地要塞的守军;因为在坎帕尼亚除库迈与那不勒斯之外,别无其他坚固堡垒。

§5.14.3

ἐν ταύτῃ τῇ Κύμῃ οἱ ἐπιχώριοι τὸ Σιβύλλης δεικνύουσι σπήλαιον ἔνθα δὴ αὐτῆς τὸ μαντεῖον γεγενῆσθαί φασιν· ἐπιθαλασσία δὲ ἡ Κύμη ἐστί, Νεαπόλεως ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίους διέχουσα.

在这座库迈,当地人指认出西比尔的洞穴,相传那正是她发布神谕的场所。库迈坐落在海滨,距那不勒斯一百二十八斯塔狄亚。

§5.14.4

Βελισάριος μὲν οὖν διεκόσμει τὸ στράτευμα, Ῥωμαῖοι δέ, δείσαντες μὴ σφίσι ξυμβαίη ὅσα Νεαπολίταις ξυμπέπτωκε, λογισάμενοι ἔγνωσαν ἄμεινον εἶναι τῇ πόλει τὸν βασιλέως στρατὸν δέξασθαι. μάλιστα δὲ αὐτοὺς Σιλβέριος ἐς τοῦτο ἐνῆγεν, ὁ τῆς πόλεως ἀρχιερεύς.

当贝利撒留整顿军队之时,罗马人因害怕遭遇与那不勒斯人相同的命运,经过权衡后认为让城邦接纳皇帝的军队更为有利。在这件事上,极力敦促他们的正是该城的主教西尔维里乌斯。

§5.14.5

Φιδέλιόν τε πέμψαντες, ἄνδρα ἐκ Μεδιολάνου ὁρμώμενον, ἣ ἐν Λιγούροις κεῖται, ὃς δὴ Ἀταλαρίχῳ παρήδρευε πρότερον (κοιαίστωρα δὲ τὴν ἀρχὴν ταύτην καλοῦσι Ῥωμαῖοι), Βελισάριον ἐς Ῥώμην ἐκάλουν, ἀμαχητὶ τὴν πόλιν παραδώσειν ὑποσχόμενοι.

他们派遣了原籍利古里亚的梅迪奥拉努姆的菲德利乌斯——此人先前曾辅佐阿塔拉里克,罗马人将这一官职称为财务官——前去邀请贝利撒留进驻罗马,并允诺将不战而献城。

§5.14.6

ὁ δὲ διὰ τῆς Λατίνης ὁδοῦ ἀπῆγε τὸ στράτευμα, τὴν Ἀππίαν ὁδὸν ἀφεὶς ἐν ἀριστερᾷ, ἣν Ἄππιος ὁ Ῥωμαίων ὕπατος ἐννακοσίοις ἐνιαυτοῖς πρότερον2 ἐποίησέ τε καὶ ἐπώνυμον ἔσχεν. Ἔστι δὲ ἡ Ἀππία ὁδὸς ἡμερῶν πέντε εὐζώνῳ ἀνδρί· ἐκ Ῥώμης γὰρ αὕτη ἐς Καπύην διήκει.

他率军沿拉丁大道进发,将阿庇亚大道留于左侧,那是罗马执政官阿庇乌斯在九百年前所修造并以其命名的。对于步履轻捷之人而言,阿庇亚大道是五天的行程,因为此路自罗马一直延伸至卡普亚。

§5.14.7

εὖρος δέ ἐστι τῆς ὁδοῦ ταύτης ὅσον ἁμάξας δύο ἀντίας ἰέναι ἀλλήλαις, καὶ ἔστιν ἀξιοθέατος πάντων μάλιστα.

此路的宽度足以容两辆大车对向而行,其在所有景观中堪称最引人瞩目者。

§5.14.8

τὸν γὰρ λίθον ἅπαντα, μυλίτην τε ὄντα καὶ φύσει σκληρόν, ἐκ χώρας ἄλλης μακρὰν οὔσης τεμὼν Ἄππιος ἐνταῦθα ἐκόμισε· ταύτης γὰρ δὴ τῆς γῆς οὐδαμῆ πέφυκε. λείους δὲ τοὺς λίθους καὶ ὁμαλοὺς ἐργασάμενος, ἐγγωνίους τε τῇ ἐντομῇ πεποιημένος, ἐς ἀλλήλους ξυνέδησεν, οὔτε χάλικα ἐντὸς οὔτε τι ἄλλο ἐμβεβλημένος.

因为阿庇乌斯将所用的全部石料——皆为磨石且天性坚硬——从远方另一处采割并运抵当地;盖因这片土地根本不产这种石料。他将这些石块加工得平滑匀整,切削成带角的形态,使之彼此咬合连接,内部既未掺入砾石,也未填充任何他物。

§5.14.10

οἱ δὲ ἀλλήλοις οὕτω τε ἀσφαλῶς συνδέδενται καὶ μεμύκασιν, ὥστε ὅτι δὴ οὐκ εἰσὶν ἡρμοσμένοι, ἀλλ’ ἐμπεφύκασιν ἀλλήλοις, δόξαν τοῖς ὁρῶσι παρέχονται·3 καὶ χρόνου τριβέντος συχνοῦ δὴ οὕτως ἁμάξαις τε πολλαῖς καὶ ζῴοις ἅπασι διαβατοὶ γινόμενοι ἐς ἡμέραν ἑκάστην οὔτε τῆς ἁρμονίας παντάπασι διακέκρινται οὔτε τινὶ αὐτῶν διαφθαρῆναι ἢ μείονι γίνεσθαι ξυνέπεσεν, οὐ μὴν οὐδὲ τῆς ἀμαρυγῆς τι ἀποβαλέσθαι. τὰ μὲν οὖν τῆς Ἀππίας ὁδοῦ τοιαῦτά ἐστι.

它们如此牢固地接合密闭,以致给观者以并非人为拼合、而是彼此浑然天成的印象;历经如此漫长的岁月,每日被众多车马和各种牲畜踏行,它们的接缝不仅丝毫未见松动,也没有任何一块碎裂或缩减磨损,甚至光泽也未曾稍损。有关阿庇亚大道的情况便是如此。

§5.14.12

Γότθοι δὲ οἳ ἐν Ῥώμῃ φυλακὴν εἶχον, ἐπεὶ τούς τε πολεμίους ἄγχιστά πη εἶναι ἐπύθοντο καὶ Ῥωμαίων τῆς γνώμης ᾔσθοντο, ἤσχαλλον τότε τῇ πόλει καὶ τοῖς ἐπιοῦσι διὰ μάχης ἰέναι οὐχ οἷοί τε ὄντες ἠπόρουν· ἔπειτα δὲ Ῥωμαίων σφίσιν ἐνδιδόντων ἐνθένδε ἀπαλλαγέντες ἐπὶ Ῥαβέννης ἐχώρησαν ἅπαντες, πλήν γε δὴ ὅτι Λεύδερις ὃς αὐτῶν ἦρχεν, αἰδεσθείς, οἶμαι, τύχην τὴν παροῦσαν, αὐτοῦ ἔμεινε.

驻守罗马的哥特人得知敌人已近在咫尺,并察觉到罗马人的心意后,对该城深感怨怒,又因无法与来犯之敌交锋而陷入窘境;随后,由于罗马人给予他们准许,他们全部离开此地向拉文纳退去,唯独统领他们的勒乌德里斯留在了原地,我想他是为眼前的变故感到羞愧之故。

§5.14.14

ξυνέπεσέ τε ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ τὸν αὐτὸν χρόνον Βελισάριον μὲν καὶ τὸν βασιλέως στρατὸν ἐς Ῥώμην εἰσιέναι διὰ πύλης ἣν καλοῦσιν Ἀσιναρίαν, Γότθους δὲ ἀναχωρεῖν ἐνθένδε διὰ πύλης ἑτέρας ἣ Φλαμινία ἐπικαλεῖται, Ῥώμη τε αὖθις ἑξήκοντα ἔτεσιν ὕστερον ὑπὸ Ῥωμαίοις γέγονεν, ἐνάτῃ τοῦ τελευταίου, πρὸς δὲ Ῥωμαίων προσαγορευομένου Δεκεμβρίου μηνὸς ἑνδέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.

在这一天,恰逢在同一时刻,贝利撒留和皇帝的军队从被称为阿西纳里亚的城门进入罗马,而哥特人则从另一座名为弗拉米尼亚的城门退走。六十年后,罗马再次归于罗马人的统治之下;时值尤斯蒂尼亚努斯皇帝独揽大权执政的第十一年,罗马人称为十二月的那最后月份的初九。

§5.14.15

Λεύδεριν μὲν οὖν τὸν Γότθων ἄρχοντα καὶ τῶν πυλῶν τὰς κλεῖς Βελισάριος βασιλεῖ ἔπεμψεν, αὐτὸς δὲ τοῦ περιβόλου πολλαχῆ διερρυηκότος ἐπεμελεῖτο· ἔπαλξιν δὲ ἑκάστην ἐγγώνιον ἐποίει, οἰκοδομίαν δή τινα ἑτέραν ἐκ πλαγίου τοῦ εὐωνύμου τιθέμενος, ὅπως οἱ ἐνθένδε τοῖς ἐπιοῦσι μαχόμενοι πρὸς τῶν ἐν ἀριστερᾷ σφίσι τειχομαχούντων ἥκιστα βάλλωνται, καὶ τάφρον ἀμφὶ τὸ τεῖχος βαθεῖάν τε καὶ λόγου ἀξίαν πολλοῦ ὤρυσσε.

贝利撒留将哥特人的领袖勒乌德里斯以及各城门的钥匙送交皇帝,而他自己则着手修缮多处坍塌的环城城墙。他将每一处城堞修造成带棱角的形式,在左侧横向增筑了另一段掩体,以使在那里抵抗来敌的守军最不易遭到来自其左侧攻城者的矢石袭击;并且围绕城墙挖掘了一条既深且极其壮观的壕沟。

§5.14.16

Ῥωμαῖοι δὲ τὴν μὲν πρόνοιαν τοῦ στρατηγοῦ καὶ διαφερόντως τὴν ἐς τὰς ἐπάλξεις ἀποδεδειγμένην ἐμπειρίαν ἐπῄνουν, ἐν θαύματι δὲ μεγάλῳ ποιούμενοι ἤσχαλλον, εἴ τινα ὡς πολιορκηθήσεται ἔννοιαν ἔχων ᾠήθη ἐσιτητά οἱ ἐς Ῥώμην εἶναι,4 ἣ οὔτε πολιορκίαν οἵα τέ ἐστι φέρειν τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ, διὰ τὸ μὴ ἐπιθαλάσσιος εἶναι, καὶ τείχους περιβαλλομένη τοσοῦτόν τι χρῆμα, ἄλλως τε καὶ ἐν πεδίῳ κειμένη ἐς ἄγαν ὑπτίῳ τοῖς ἐπιοῦσιν εὐέφοδος, ὡς τὸ εἰκός, ἔστιν. ὁ δὲ καὶ ταῦτα ἀκούων τὰ ἐς πολιορκίαν οὐδέν τι ἧσσον ἅπαντα ἐξηρτύετο, καὶ τὸν σῖτον ὃν ταῖς ναυσὶν ἔχων ἐκ Σικελίας ἀφίκετο, ἐν οἰκήμασι καταθέμενος δημοσίοις ἐφύλασσε, καὶ Ῥωμαίους ἅπαντας, καίπερ δεινὰ ποιουμένους, ἠνάγκαζεν ἅπαντα σφίσι τὰ ἐπιτήδεια ἐκ τῶν ἀγρῶν ἐσκομίζεσθαι.

罗马人赞许将领的先见之明,尤其是他在城堞方面所展现出的高超造诣;但他们又惊愕万分并深为愤怨,不解他既然抱有遭受围攻的预想,为何竟认为自己应当进入罗马——因为罗马既不临海,粮食匮乏之下难以承受围攻;城垣周长又极其广袤,加之坐落于过分低平的原野之上,料想极易受来犯者侵袭。 贝利撒留虽闻此论,却依然毫不懈怠地部署一切防御围城的准备。他将由船只自西西里运来的谷物存放在公共仓库中妥加看守,并强令全体罗马人将一切日用供给自乡间运入城内,纵使他们对此深感怨恨。

语法注4 条
  1. 5.14.2ὅτι μὴ

    连词 ὅτι 与否定词 μή 构成的惯用短语,意为“除……之外”。与前文的 οὐκ ἦν 呼应,表示除库迈和那不勒斯之外,坎帕尼亚别无任何要塞。

  2. 5.14.6ἐννακοσίοις ἐνιαυτοῖς πρότερον

    与格 ἐννακοσίοις ἐνιαυτοῖς 在比较副词 πρότερον 之后作“差额与格”(dative of degree of difference),意为“九百年之前”。

  3. 5.14.10ὥστε ὅτι δὴ οὐκ εἰσὶν ἡρμοσμένοι, ἀλλ’ ἐμπεφύκασιν ἀλλήλοις, δόξαν τοῖς ὁρῶσι παρέχονται

    在由 ὥστε 引导的结果从句中,ὅτι 从句(“它们并非人工拼合,而是彼此浑然天成”)作为名词短语 δόξαν παρέχονται(“给人以……的印象”)的内容说明。主语为承前指代铺路石的 οἱ δέ。

  4. 5.14.16ἐν θαύματι δὲ μεγάλῳ ποιούμενοι ἤσχαλλον, εἴ τινα ὡς πολιορκηθήσεται ἔννοιαν ἔχων ᾠήθη ἐσιτητά οἱ ἐς Ῥώμην εἶναι

    在表示情感的动词 ἤσχαλλον(“深为愤怨”)之后,连词 εἰ 引导表示情感原因的从句(“竟认为……”)。动词性形容词短语 ἐσιτητά οἱ εἶναι 构成了带施事与格 οἱ 的非人称动形词结构,意为“他进入罗马是可行/应当的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.14.1-5.14.17