- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.13.15-5.13.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
维蒂吉斯说服哥特显贵通过割让高卢与交付金钱同法兰克人议和并结盟以避免两线作战,随后召回了驻守当地的军队。
οὔπω τε τὰ ξυγκείμενα ἔργῳ ἐπιτελέσας τὴν πεπρωμένην ἀνέπλησε.1 διὸ δὴ Γότθων πολλοί τε καὶ ἄριστοι ἐνταῦθα, ὧν Μαρκίας ἡγεῖτο, φυλακὴν εἶχον. οὓς Οὐίττιγις ἐνθένδε ἐξαναστῆσαι οὐχ οἷός τε ἦν, οὐ μὴν οὐδὲ Φράγγοις ἀντιτάξασθαι αὐτοὺς ᾤετο ἱκανοὺς ἔσεσθαι, Γαλλίαν τε καὶ Ἰταλίαν, ὡς τὸ εἰκός, καταθέουσιν, ἢν αὐτὸς τῷ παντὶ στρατῷ ἐς Ῥώμην ἐλάσῃ.
然而他尚未将协定付诸实施,便已走完了命定的寿数。因此,由马尔基阿斯率领的大批哥特精锐仍在当地驻守防卫。维蒂吉斯既无法将他们从那里撤回,也不认为一旦自己率全军进军罗马,他们足以抵御料想中必会侵扰高卢和意大利的法兰克人。
ξυγκαλέσας οὖν εἴ τι ἐν Γότθοις καθαρὸν ἦν, ἔλεξε τοιάδε· “Οὐχ ἡδεῖαν μέν, ἄνδρες ξυγγενεῖς, ἀναγκαίαν δὲ ὑμῖν παραίνεσιν ποιεῖσθαι βουλόμενος ἐνθάδε ὑμᾶς ἐν τῷ παρόντι συνήγαγον· ὅπως δὲ ἀκούσησθε μὲν πρᾴως, βουλεύσησθε δὲ τῶν παρόντων ἡμῖν ἐπαξίως.2
于是,他召集了哥特人中一切纯正高贵之人,发表了如下讲话:“同胞们,我想要向你们作一番虽不悦耳却属必要的进言,才在此时将你们召集在此;愿你们平心静气地倾听,并作出无愧于我们当前处境的决断。
οἷς γὰρ αἱ πράξεις οὐ κατὰ νοῦν χωροῦσι, τὸ μὴ πειθομένους τῇ ἀνάγκῃ ἢ τύχῃ οὕτω τὰ παρόντα διοικεῖσθαι3 ἀξύμφορον. τὰ μὲν οὖν ἄλλα ἡμῖν ὡς ἄριστα ἐς τὸν πόλεμον παρασκευῆς ἔχει.
对于行事不能顺遂心意的人来说,若不顺从必然性或命运来处置当下的事务,便是有害无益的。就对战争的备战而言,我们其他各方面都处于最佳状态。
Φράγγοι δὲ ἡμῖν ἐμποδὼν ἵστανται, οἷς ἐκ παλαιοῦ πολεμίοις οὖσι, τοῖς τε σώμασι καὶ τοῖς χρήμασι δαπανώμενοι, ἀντέχειν ἐς τόδε ὅμως ἰσχύσαμεν, ἐπεὶ ἄλλο οὐδὲν ἡμῖν ἀπήντα πολέμιον.
但法兰克人阻碍了我们的前路。尽管他们自古便是宿敌,而我们在兵力和财力上也消耗甚巨,但此前由于并无其他强敌与我们对抗,我们终究得以坚持至今。
ἐφ’ ἑτέρους δὲ νῦν ἡμᾶς ἀναγκαζομένους ἰέναι τὸν πρὸς αὐτοὺς πόλεμον καταλύειν δεήσει, πρῶτον μὲν ὅτι, ἢν δυσμενεῖς ἡμῖν διαμείνωσι, μετὰ Βελισαρίου ἐφ’ ἡμᾶς τετάξονται πάντως.
然而如今,由于我们不得不去迎击另一路敌人,便必须平息与他们之间的战事,首先是因为,如果他们始终对我们怀有敌意,就必然会与贝利撒留联手排兵布阵来攻打我们。
τοὺς γὰρ ἐχθρὸν τὸν αὐτὸν ἔχοντας ἀλλήλοις ἐς εὔνοιάν τε καὶ ξυμμαχίαν συνάπτεσθαι ἡ τῶν πραγμάτων εἰσηγεῖται φύσις.
因为事物的本性便昭示着,拥有共同仇敌的人自会怀着善意与结盟之意彼此联合。
ἔπειτα, ἢν καὶ πρὸς ἑκάτερον στρατόπεδον χωρὶς τὸν πόλεμον διενέγκωμεν, λελείψεται ἡμῖν ἀμφοτέρων ἡσσῆσθαι.
其次,即使我们能分别与这两支大军交战,留给我们的结局也无非是两战皆溃。
ἄμεινον οὖν ὀλίγῳ ἡμᾶς ἐλασσουμένους τὰ πλεῖστα τῆς ἀρχῆς διασώσασθαι, ἢ πάντα ἔχειν ἐφιεμένους ξὺν πάσῃ τῇ τῆς ἡγεμονίας δυνάμει πρὸς τῶν πολεμίων ἀπολωλέναι.
因此,我们宁可蒙受微小的削减以保全政权的大部,也绝不能因妄图保全所有而连同统治权的全部力量一起毁灭于敌手。
οἶμαι τοίνυν ὡς, ἢν Γαλλίας τὰς σφίσιν ὁμόρους Γερμανοῖς δῶμεν, καὶ χρήματα ὅσα ξὺν τῇ χώρᾳ ταύτῃ Θευδάτος αὐτοῖς ὡμολόγησε δώσειν, οὐχ ὅσον ἀποτρέψονται τὸ ἐς ἡμᾶς ἔχθος, ἀλλὰ καὶ πόλεμον ἡμῖν ξυλλήψονται4 τόνδε.
所以我认为,如果我们把高卢与他们接壤的土地割让给日耳曼人,并如数交付狄奥达图斯先前连同这片土地一同答应给予他们的金钱,他们不仅会消解对我们的仇恨,甚至还会在这场战事中协助我们。
ὅπως δὲ αὖθις, εὖ φερομένων τῶν πραγμάτων ἡμῖν, Γαλλίας ἀνακτησώμεθα, ὑμῶν διαλογιζέσθω μηδείς. ἐμὲ γάρ τις παλαιὸς εἰσέρχεται λόγος, τὸ παρὸν εὖ τιθέναι κελεύων.”
至于将来我们境况好转时如何重新收复高卢,你们谁也不必去多虑。因为我心中记起了一句古训,那便是‘且先妥善处置当下之事’。”
Ταῦτα ἀκούσαντες οἱ Γότθων λόγιμοι, ξύμφορά τε οἰόμενοι αὐτὰ εἶναι, ἐπιτελῆ γενέσθαι ἤθελον. στέλλονται τοίνυν πρέσβεις αὐτίκα ἐς τὸ Γερμανῶν ἔθνος, ἐφ’ ᾧ Γαλλίας τε αὐτοῖς ξὺν τῷ χρυσῷ δώσουσι καὶ ὁμαιχμίαν ποιήσονται.
哥特要人们听闻此言,深以为利,便希望将之付诸实行。于是,使者立即被派往日耳曼部族,议定将高卢连同黄金割让给他们并订立攻守同盟。
Φράγγων δὲ τότε ἡγεμόνες ἦσαν Ἰλδίβερτός τε καὶ Θευδίβερτος καὶ Κλοαδάριος, οἳ Γαλλίας τε καὶ τὰ χρήματα παραλαβόντες διενείμαντο μὲν κατὰ λόγον τῆς ἑκάστου ἀρχῆς, φίλοι δὲ ὡμολόγησαν Γότθοις ἐς τὰ μάλιστα ἔσεσθαι, καὶ λάθρα αὐτοῖς ἐπικούρους πέμψειν, οὐ Φράγγους μέντοι, ἀλλ’ ἐκ τῶν σφίσι κατηκόων ἐθνῶν. ὁμαιχμίαν γὰρ αὐτοῖς ἐκ τοῦ ἐμφανοῦς ἐπὶ τῷ Ῥωμαίων κακῷ ποιήσασθαι οὐχ οἷοί τε ἦσαν, ἐπεὶ ὀλίγῳ πρότερον βασιλεῖ ἐς τόνδε τὸν πόλεμον ξυλλήψεσθαι ὡμολόγησαν.
当时法兰克人的领袖是希尔德伯特、西乌迪伯特和克洛泰尔;他们接管了高卢的土地和款项后,按各自统治领地的大小进行了瓜分,并答允与哥特人建立至为亲密的友谊,且暗中向他们派遣援军——但并非派法兰克本部兵力,而是从其治下的臣服部族中抽调。 因为他们无法公开与哥特人结盟去危害罗马人,毕竟不久前他们才承诺过要在这场战争中协助皇帝。
οἱ μὲν οὖν πρέσβεις ἐφ’ οἷσπερ ἐστάλησαν διαπεπραγμένοι ἐπανῆκον ἐς Ῥάβενναν. τότε δὲ καὶ Μαρκίαν σὺν τοῖς ἑπομένοις Οὐίττιγις μετεπέμπετο.
使节们在办妥受托使命之后便返回了拉文纳。这时,维蒂吉斯也将马尔基阿斯及其部从召了回来。
- 5.13.15οὔπω τε τὰ ξυγκείμενα ἔργῳ ἐπιτελέσας τὴν πεπρωμένην ἀνέπλησε
主语为前一段落所提及的狄奥达图斯,此处省略未指明。习语“τὴν πεπρωμένην(μοῖραν)ἀνέπλησε”意为“填满了命定的寿数/份额”,即表示“去世/亡故”。
- 5.13.17ὅπως δὲ ἀκούσησθε μὲν πρᾴως, βουλεύσησθε δὲ τῶν παρόντων ἡμῖν ἐπαξίως
该分句既可理解为依附于前文主要动词“συνήγαγον”的目的从句(“召集你们是为了……”),亦可视为带有敦促意味的独立“ὅπως+虚拟语气”祈使结构。此处取承接“βουλόμενος... συνήγαγον”表达意图与期望的用法。
- 5.13.18τὸ μὴ πειθομένους τῇ ἀνάγκῃ ἢ τύχῃ οὕτω τὰ παρόντα διοικεῖσθαι
带冠词不定式“τὸ... διοικεῖσθαι”充当谓语形容词“ἀξύμφορον”的主语。分词“πειθομένους”采用宾格,与其泛指的不定式逻辑主语(即“οἷς... χωροῦσι”所指代的人)保持一致。
- 5.13.24οὐχ ὅσον ἀποτρέψονται τὸ ἐς ἡμᾶς ἔχθος, ἀλλὰ καὶ πόλεμον ἡμῖν ξυλλήψονται
“οὐχ ὅσον... ἀλλὰ καί”结构类似于“οὐχ ὅτι... ἀλλὰ καί”或“οὐ μόνον... ἀλλὰ καί”,属于关联结构,意为“不仅……,而且还会……”。
