← 普罗科皮乌斯

战史

§5.13.1-5.13.14

法兰克人的扩张与阿玛拉里克之死

狄奥多里克死后,法兰克人征服图林根与勃艮第;阿玛拉里克虽与法兰克人瓜分高卢并联姻,却因宗教冲突战败身亡导致高卢领地尽失,此后狄奥达图斯在面对东罗马威胁时亦向法兰克人割地媾和。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13.1

Ἐπεὶ δὲ Θευδέριχος ἐξ ἀνθρώπων ἠφάνιστο, Φράγγοι, οὐδενὸς σφίσιν ἔτι ἀντιστατοῦντος, ἐπὶ Θορίγγους ἐστράτευσαν, καὶ Ἑρμενέφριδόν τε τὸν αὐτῶν ἄρχοντα κτείνουσι καὶ αὐτοὺς ἅπαντας ὑποχειρίους ποιησάμενοι ἔσχον.

当狄奥多里克离世后,由于再无任何人阻挡法兰克人,他们遂进军攻打图林根人,诛杀了其首领赫尔梅内弗里德,并将他们全族征服收归统辖之下。

§5.13.2

ἡ δὲ τοῦ Ἑρμενεφρίδου γυνὴ ξὺν τοῖς παισὶ λαθοῦσα παρὰ Θευδάτον τὸν ἀδελφόν, Γότθων τηνικαῦτα ἄρχοντα, ἦλθε. μετὰ δὲ Γερμανοὶ Βουργουζιώνων τε τοῖς περιοῦσιν ἐς χεῖρας ἦλθον καὶ μάχῃ νικήσαντες τὸν μὲν αὐτῶν ἄρχοντα ἔς τι τῶν ἐκείνῃ φρουρίων καθείρξαντες ἐν φυλακῇ εἶχον, αὐτοὺς δὲ κατηκόους ποιησάμενοι ξυστρατεύειν τὸ λοιπὸν σφίσιν ἐπὶ τοὺς πολεμίους ἅτε δορυαλώτους ἠνάγκαζον, καὶ τὴν χώραν ξύμπασαν ἣν Βουργουζίωνες τὰ πρότερα ᾤκουν, ὑποχειρίαν ἐς ἀπαγωγὴν φόρου ἐκτήσαντο.

然而赫尔梅内弗里德的妻子带着孩子们暗中逃脱,投奔了时任哥特人统治者的兄长狄奥达图斯。 此后,日耳曼人与勃艮第人的残部交锋,并在交战中将其击溃,他们将对方的首领囚禁在当地的一座要塞中加以监视,使该部族臣服,并强迫他们此后犹如战俘一般协助自己一同征讨外敌,且将先前勃艮第人居住的全部土地收为必须缴纳贡赋的属地。

§5.13.4

Ἀμαλάριχός τε, ὃς ἦρχεν Οὐισιγότθων, ἐπεὶ ἐς ἀνδρὸς ἡλικίαν ἦλθε, δύναμιν τὴν Γερμανῶν κατορρωδήσας τὴν Θευδιβέρτου ἀδελφὴν τοῦ Γερμανῶν ἄρχοντος ἐν γαμετῆς ἐποιήσατο λόγῳ, καὶ Γαλλίαν πρός τε Γότθους καὶ τὸν ἀνεψιὸν Ἀταλάριχον ἐνείματο.

统治西哥特人的阿玛拉里克到了成年之时,因畏惧日耳曼人的势力,娶了日耳曼人首领西乌迪伯特的妹妹为正妻,并与哥特人及堂兄弟阿塔拉里克瓜分了高卢。

§5.13.5

τὰ μὲν γὰρ ἐντὸς Ῥοδανοῦ ποταμοῦ Γότθοι ἔλαχον, τὰ δὲ τούτου ἐκτὸς ἐς τὸ Οὐισιγότθων περιέστη κράτος.

因为罗讷河以内的土地归哥特人所得,而罗讷河以外的土地则归入西哥特人的版图。

§5.13.6

ξυνέκειτο δὲ φόρον ὃν Θευδέριχος ἔταξε μηκέτι ἐς Γότθους κομίζεσθαι, καὶ χρήματα ὅσα ἐκεῖνος ἐκ Καρκασιανῆς πόλεως λαβὼν ἔτυχεν, Ἀταλάριχος Ἀμαλαρίχῳ ὀρθῶς καὶ δικαίως ἀπέδωκεν.

双方议定,狄奥多里克先前所规定的贡赋不再向哥特人输纳,而阿塔拉里克也恪守信义与公道,将狄奥多里克从卡尔卡西亚纳城所取得的一切财物悉数归还给阿玛拉里克。

§5.13.7

ἐπεὶ δὲ ἄμφω τὰ ἔθνη ταῦτα ἐς τὸ κῆδος ἀλλήλοις ξυνελθόντα ἔτυχε, τὴν αἵρεσιν ἔδοσαν ἀνδρὶ ἑκάστῳ, τὴν ἐγγύην ἐς θάτερον ἔθνος πεποιημένῳ, πότερον γυναικὶ ἕπεσθαι βούλοιτο, ἢ ἐκείνην ἐς γένος τὸ αὐτοῦ ἄγεσθαι.

鉴于这两个部族彼此之间已有通婚,他们便给予每一个与另一部族订婚的男子以自主选择权:究竟是愿意追随妻子而去,还是将妻子带回自己的部族。

§5.13.8

ἦσαν δὲ πολλοὶ καὶ οἱ τὰς γυναῖκας ὅπη ἐβούλοντο ἄγοντες καὶ οἱ πρὸς γυναικῶν τῶν σφετέρων ἀγόμενοι.

于是,既有许多人把妻子带往自己想去的地方,也有许多人被各自的妻子带走。

§5.13.9

ὕστερον δὲ Ἀμαλάριχος, προσκεκρουκὼς τῷ τῆς γυναικὸς ἀδελφῷ, κακὸν μέγα ἔλαβε.

然而后来,阿玛拉里克因与其妻兄发生龃龉,招致了大祸。

§5.13.10

δόξης γὰρ ὀρθῆς τὴν γυναῖκα οὖσαν,1 αἵρεσιν αὐτὸς τὴν Ἀρείου ἔχων, οὐκ εἴα νομίμοις τοῖς εἰωθόσι χρῆσθαι οὐδὲ κατὰ τὰ ἔθη τὰ πάτρια τὰ ἐς τὸ θεῖον ἐξοσιοῦσθαι, ἀλλὰ καὶ προσχωρεῖν τοῖς αὐτοῦ ἤθεσιν οὐκ ἐθέλουσαν ἐν πολλῇ ἀτιμίᾳ εἶχεν. ἅπερ ἐπεὶ οὐχ οἵα τε ἦν ἡ γυνὴ φέρειν, ἐς τὸν ἀδελφὸν ἐξήνεγκεν ἅπαντα.

因为他的妻子信奉正统信仰,而他自己则持阿里乌斯派的异端教义,他不许妻子遵行惯常的宗教礼法,也不许她按照先祖习俗履行祭神之礼,甚至因她不愿遵从自己的习俗而百般凌辱她。妻子不堪忍受这种待遇,便将一切情由悉数告知了兄长。

§5.13.11

διὸ δὴ ἐς πόλεμον Γερμανοί τε καὶ Οὐισίγοτθοι πρὸς ἀλλήλους κατέστησαν. καὶ λίαν μὲν ἰσχυρὰ ἐγεγόνει ἐπὶ πλεῖστον ἡ μάχη, τέλος δὲ ἡσσηθεὶς Ἀμαλάριχος τῶν τε οἰκείων πολλοὺς ἀποβάλλει καὶ αὐτὸς θνήσκει.

日耳曼人与西哥特人由此互相开战。这场战斗极为惨烈,持续良久,最终阿玛拉里克战败,不仅折损了许多宗族亲信,本人也死于非命。

§5.13.12

Θευδίβερτος δὲ τήν τε ἀδελφὴν ξὺν πᾶσι χρήμασιν ἔλαβε καὶ Γαλλίας ὁπόσον Οὐισίγοτθοι λαχόντες εἶχον.

西乌迪伯特收回了其妹及全部财产,并占据了西哥特人原本分得的所有高卢土地。

§5.13.13

τῶν δὲ ἡσσημένων οἱ περιόντες ἐκ Γαλλίας ξὺν γυναιξί τε καὶ παισὶν ἀναστάντες παρὰ Θεῦδιν ἐς Ἱσπανίαν ἤδη ἐκ τοῦ ἐμφανοῦς τυραννοῦντα ἐχώρησαν. οὕτω μὲν Γότθοι τε καὶ Γερμανοὶ Γαλλίας ἔσχον.

战败的残部带着妻儿离开高卢,投奔了当时已在西班牙公然行使僭主之权的西乌迪斯。高卢便由此落入哥特人与日耳曼人的掌握之中。

§5.13.14

Χρόνῳ δὲ τῷ ὑστέρῳ Θευδάτος, ὁ τῶν Γότθων ἀρχηγός, ἐπειδὴ Βελισάριον εἰς Σικελίαν ἥκειν ἐπύθετο, ξυνθήκας πρὸς Γερμανοὺς ποιεῖται, ἐφ’ ᾧ ἔχοντάς τε αὐτοὺς τὴν Γότθοις ἐπιβάλλουσαν ἐν Γάλλοις μοῖραν καὶ χρυσίου κεντηνάρια λαβόντας εἴκοσι πόλεμον τόνδε σφίσι ξυνάρασθαι.2

后来,哥特人的统领狄奥达图斯获悉贝利撒留已抵达西西里,便与日耳曼人订立盟约:条件是日耳曼人保有原本归于哥特人的高卢属地,并接受二十金进达(分量单位),以此为代价与他们共同承担这场战事。

语法注2 条
  1. 5.13.10δόξης γὰρ ὀρθῆς τὴν γυναῖκα οὖσαν

    δόξης ὀρθῆς 是表示性质或特征的描绘性属格,通过分词 οὖσαν 充当宾格 τὴν γυναῖκα 的表语。它作为主句动词 οὐκ εἴα(不容许)的宾语成分,表述让步或背景环境(“妻子虽持正统信仰”)。

  2. 5.13.14ἐφ’ ᾧ ἔχοντάς τε αὐτοὺς τὴν Γότθοις ἐπιβάλλουσαν ἐν Γάλλοις μοῖραν καὶ χρυσίου κεντηνάρια λαβόντας εἴκοσι πόλεμον τόνδε σφίσι ξυνάρασθαι

    连词短语 ἐφ’ ᾧ(“在……的条件下”)引导表达协定条款的从属结构。宾格代词 αὐτούς(日耳曼人)受到两个相连的宾格分词 ἔχοντας 与 λαβόντας 的修饰,并作为不定式 ξυνάρασθαι(共同承担/参战)的逻辑主语,构成宾格加不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.13.1-5.13.14