← 普罗科皮乌斯

战史

§5.12.36-5.12.54

阿拉里克之死与狄奥多里克的摄政

西哥特军未能耐心等待哥特盟军赶到便冒进出战,遭遇惨败且国王阿罗里克阵亡;狄奥多里克引军解围并扶立外孙阿玛拉里克以执掌实权,而将领西乌迪斯则在西班牙通过联姻聚敛私兵,形成割据自立之势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.12.36

χρόνου δὲ σφίσιν ἐν ταύτῃ τῇ προσεδρείᾳ τριβομένου συχνοῦ ἤσχαλλόν τε καί, ἅτε τῆς χώρας πρὸς τῶν πολεμίων ληιζομένης, δεινὰ ἐποιοῦντο.

由于他们在这场驻营对峙中耗费了大量时间,因而焦躁不安,并且鉴于国土正遭敌人掳掠,感到愤懑不已。

§5.12.37

καὶ τελευτῶντες ἐς Ἀλάριχον πολλὰ ὕβριζον, αὐτόν τε διὰ τὸ τῶν πολεμίων δέος κακίζοντες καὶ τοῦ κηδεστοῦ τὴν μέλλησιν ὀνειδίζοντες.1

最终他们对阿罗里克肆加侮辱,指责他因畏惧敌人而胆怯懦弱,并埋怨他岳父的迟延不决。

§5.12.38

ἀξιόμαχοι γὰρ αὐτοὶ ἰσχυρίζοντο εἶναι καὶ ῥᾷον κατὰ μόνας περιέσεσθαι Γερμανῶν τῷ πολέμῳ.

因为他们坚称自己足以与敌人抗衡,单凭自身之力便可在战事中轻易战胜日耳曼人。

§5.12.39

διὸ δὴ καὶ Γότθων σφίσιν οὔπω παρόντων Ἀλάριχος ἠνάγκαστο τοῖς πολεμίοις διὰ μάχης ἰέναι.

正因如此,尽管哥特人尚未赶到,阿罗里克也被迫与敌人交兵。

§5.12.40

καθυπέρτεροι δὲ Γερμανοὶ ἐν τῇ ξυμβολῇ ταύτῃ γενόμενοι τῶν τε Οὐισιγότθων τοὺς πλείστους καὶ Ἀλάριχον τὸν ἄρχοντα κτείνουσι.

日耳曼人在这次交锋中占了上风,诛杀了绝大多数西哥特人及其领袖阿罗里克。

§5.12.41

καὶ Γαλλίας μὲν καταλαβόντες τὰ πολλὰ ἔσχον, Καρκασιανὴν δὲ πολλῇ σπουδῇ ἐπολιόρκουν, ἐπεὶ τὸν βασιλικὸν πλοῦτον ἐνταῦθα ἐπύθοντο εἶναι, ὃν δὴ ἐν τοῖς ἄνω χρόνοις Ἀλάριχος ὁ πρεσβύτατος Ῥώμην ἑλὼν ἐληίσατο.

他们占领并控制了高卢的大部分地区,并竭力围攻卡尔卡西亚纳,因为他们获悉王室宝藏就在那里,那是昔年长阿罗里克攻破罗马时所掠夺的财富。

§5.12.42

ἐν τοῖς ἦν καὶ τὰ Σολόμωνος τοῦ Ἑβραίων βασιλέως κειμήλια, ἀξιοθέατα ἐς ἄγαν ὄντα. πρασία γὰρ λίθος αὐτῶν τὰ πολλὰ ἐκαλλώπιζεν,2 ἅπερ ἐξ Ἱεροσολύμων Ῥωμαῖοι τὸ παλαιὸν εἷλον.

其中还有希伯来人之王所罗门的珍宝,极为壮观夺目。这些宝物大多饰以绿宝石,乃是古时罗马人从耶路撒冷掠取而来的。

§5.12.43

Οὐισιγότθων δὲ οἱ περιόντες Γισέλιχον, νόθον Ἀλαρίχου υἱόν, ἄρχοντα σφίσιν ἀνεῖπον, Ἀμαλαρίχου τοῦ τῆς Θευδερίχου θυγατρὸς παιδὸς ἔτι κομιδῆ ὄντος.

侥幸存活的西哥特人推举阿罗里克的私生子吉塞利克为首领,因为狄奥多里克之女所生的幼子阿玛拉里克尚在幼冲之年。

§5.12.44

ἔπειτα δὲ Θευδερίχου ξὺν τῷ Γότθων στρατῷ ἥκοντος δείσαντες Γερμανοὶ τὴν πολιορκίαν διέλυσαν.

随后,当狄奥多里克率哥特大军赶到时,日耳曼人惊恐撤围。

§5.12.45

ἔνθεν τε ἀναχωρήσαντες Γαλλίας τὰ ἐκτὸς Ῥοδανοῦ ποταμοῦ ἐς ὠκεανὸν τετραμμένα ἔσχον. ὅθεν αὐτοὺς ἐξελάσαι Θευδέριχος οὐχ οἷός τε ὢν ταῦτα μὲν σφᾶς ξυνεχώρει ἔχειν, αὐτὸς δὲ Γαλλίας τὰ λοιπὰ ἀνεσώσατο.

他们从那里撤退后,占据了罗讷河以外面向大洋的高卢土地。狄奥多里克无法将他们从那里驱逐,便默许他们保有这些土地,自己则收复了高卢的其余部分。

§5.12.46

Γισελίχου τε ἐκποδὼν γενομένου ἐς τὸν θυγατριδοῦν Ἀμαλάριχον τὴν Οὐισιγότθων ἀρχὴν ἤνεγκεν, οὗ δὴ αὐτὸς ἐπετρόπευε παιδὸς ἔτι ὄντος.

当吉塞利克被除去后,他将西哥特人的统治权交给了外孙阿玛拉里克,因其尚且年幼,便由他亲自摄政监护。

§5.12.47

χρήματά τε λαβὼν ξύμπαντα ὅσα ἐν πόλει Καρκασιανῇ ἔκειτο ἐς Ῥάβενναν κατὰ τάχος ἀπήλαυνεν, ἄρχοντάς τε ἀεὶ καὶ στρατιὰν Θευδέριχος ἔς τε Γαλλίαν καὶ Ἱσπανίαν πέμπων αὐτὸς εἶχε τῷ ἔργῳ τὸ τῆς ἀρχῆς κράτος προνοήσας τε ὅπως βέβαιον αὐτὸ ἐς ἀεὶ ἕξει φόρου ἀπαγωγὴν ἔταξέν οἱ αὐτῷ ἀποφέρειν τοὺς ταύτῃ ἄρχοντας.

狄奥多里克取走了存放在卡尔卡西亚纳城的所有财物,飞速赶往拉文纳;他不断向高卢和西班牙派遣将领和军队,实际掌握着统治大权,并且为了长久巩固统治,他规定当地的驻军长官须向他本人输纳贡赋。

§5.12.48

δεχόμενός τε αὐτὴν ἐς ἕκαστον ἔτος, τοῦ μὴ δοκεῖν φιλοχρημάτως ἔχειν, τῷ Γότθων τε καὶ Οὐισιγότθων στρατῷ δῶρον ἐπέτειον ἔπεμπε.

他每年收取贡赋,而为了不显得贪图钱财,便向哥特人和西哥特人的军队颁发年度赏赐。

§5.12.49

καὶ ἀπ’ αὐτοῦ Γότθοι τε καὶ Οὐισίγοτθοι προϊόντος τοῦ χρόνου ἅτε ἀρχόμενοί τε πρὸς ἀνδρὸς ἑνὸς καὶ χώραν τὴν αὐτὴν ἔχοντες παῖδας τοὺς σφετέρους ἀλλήλοις ἐγγυῶντες ἐς ξυγγένειαν ἐπεμίγνυντο.

正因如此,随着时间的推移,哥特人与西哥特人因受同一人统治且同处一地,通过相互联姻,彼此融为一家。

§5.12.50

Μετὰ δὲ Θεῦδις, Γότθος ἀνήρ, ὅνπερ Θευδέριχος τῷ στρατῷ ἄρχοντα ἔπεμψε, γυναῖκα ἐξ Ἱσπανίας γαμετὴν ἐποιήσατο, οὐ γένους μέντοι Οὐισιγότθων, ἀλλ’ ἐξ οἰκίας τῶν τινος ἐπιχωρίων εὐδαίμονος, ἄλλα τε περιβεβλημένην μεγάλα χρήματα καὶ χώρας πολλῆς ἐν Ἱσπανίᾳ κυρίαν οὖσαν.

后来,狄奥多里克派任军中统领的哥特人西乌迪斯娶了一名西班牙女子为妻;然而她并非西哥特部族,而是出自当地某个富裕之家,不仅坐拥巨额财富,而且在西班牙拥有辽阔的地产。

§5.12.51

ὅθεν στρατιώτας ἀμφὶ δισχιλίους ἀγείρας δορυφόρων τε περιβαλλόμενος δύναμιν, Γότθων μὲν Θευδερίχου δόντος τῷ λόγῳ ἦρχεν, ἔργῳ δὲ τύραννος οὐκ ἀφανὴς ἦν.

由此他招募了约两千名士兵,簇拥着一支亲兵卫队,名义上依仗狄奥多里克赐予的职权统率哥特人,实际上却已成了昭然若揭的僭主。

§5.12.52

δείσας δὲ Θευδέριχος ἅτε ξυνέσεως ἐς ἄκρον καὶ ἐμπειρίας ἥκων, μή οἱ πόλεμον πρὸς δοῦλον τὸν αὑτοῦ διαφέροντι οἱ Φράγγοι, ὡς τὸ εἰκός, ἀπαντήσουσιν3 ἢ καί τι νεώτερον Οὐισίγοτθοι ἐς αὐτὸν δράσουσιν, οὔτε παρέλυε τῆς ἀρχῆς Θεῦδιν, ἀλλὰ καὶ τῷ στρατῷ ἐξηγεῖσθαι ἀεὶ ἐς πόλεμον ἰόντι ἐκέλευε.

狄奥多里克兼具极高的智谋与阅历,深恐若向自己的属下开战,法兰克人极可能会出面干涉,抑或西哥特人会对自己图谋生变;因此他并未罢免西乌迪斯的官职,甚至在军队出征作战时仍命他统领全军。

§5.12.53

γράφειν μέντοι αὐτῷ Γότθων τοῖς πρώτοις ἐπήγγειλεν ὡς δίκαιά τε ποιοίη καὶ ξυνέσεως τῆς αὐτοῦ ἄξια, ἢν Θευδέριχον ἐς Ῥάβενναν ἥκων ἀσπάζοιτο.4

然而,他授意哥特贵要写信给西乌迪斯,表示若他能亲往拉文纳朝见狄奥多里克,方是合宜之举且符合他应有的明智。

§5.12.54

Θεῦδις δὲ ἃ μὲν Θευδέριχος ἐκέλευεν ἅπαντα ἐπετέλει, καὶ φόρον τὸν ἐπέτειον οὔποτε ἀποφέρων ἀνίει, ἐς Ῥάβενναν δὲ ἰέναι οὔτε ἤθελεν οὔτε τοῖς γράφουσιν ἐπηγγέλλετο.

西乌迪斯对狄奥多里克的一切指令悉数照办,每年的贡赋也从未迟延不纳,但他既不愿前往拉文纳,也未曾向来信者作出过前去的应诺。

语法注4 条
  1. 5.12.37τοῦ κηδεστοῦ τὴν μέλλησιν ὀνειδίζοντες

    动词 ὀνειδίζω 通常接责难事物的宾格以及被责难人的与格,此处宾格短语 τὴν μέλλησιν 受主格性属格 τοῦ κηδεστοῦ(指岳父狄奥多里克)修饰,整体意为“埋怨岳父的迟延”。

  2. 5.12.42πρασία γὰρ λίθος αὐτῶν τὰ πολλὰ ἐκαλλώπιζεν

    单数主语 πρασία λίθος(绿宝石、绿玉髓)支配未完成过去时主谓语 ἐκαλλώπιζεν;αὐτῶν 为指示前文 κειμήλια 的部分属格,修饰充当宾语或副词性对格的 τὰ πολλά(大部分)。

  3. 5.12.52μή οἱ πόλεμον πρὸς δοῦλον τὸν αὑτοῦ διαφέροντι οἱ Φράγγοι, ὡς τὸ εἰκός, ἀπαντήσουσιν

    由分词 δείσας 引出的惧怕从句(μή 搭配将来时直说语气动词 ἀπαντήσουσιν)。与格代词 οἱ 与状语分词 διαφέροντι 一致,构成表示不利的与格结构(“当他向自己的属下交战时”)。

  4. 5.12.53ὡς δίκαιά τε ποιοίη καὶ ξυνέσεως τῆς αὐτοῦ ἄξια, ἢν Θευδέριχον ἐς Ῥάβενναν ἥκων ἀσπάζοιτο

    间接引语中的斜体希求语气(oblique optative)结构。原本的条件句因受过去时动词 ἐπήγγειλεν 的引导,从句与主句的动词均转为希求语气(ποιοίη 与 ἀσπάζοιτο)。连词 ἢν 直接接希求语气是晚期希腊语拟阿提卡文风的典型构词现象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.12.36-5.12.54