- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.12.18-5.12.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗科皮乌斯叙述了高卢罗马戍军后裔保持军旅习俗的状况,继而记载了狄奥多里克的联姻结盟、他在法兰克与哥特联合征讨勃艮第人中巧施拖延计策分得土地,以及随后法兰克人举兵进犯西哥特领地的始末。
ἔκ τε γὰρ τῶν καταλόγων ἐς τόδε τοῦ χρόνου δηλοῦνται ἐς οὓς τὸ παλαιὸν τασσόμενοι ἐστρατεύοντο,1 καὶ σημεῖα τὰ σφέτερα ἐπαγόμενοι οὕτω δὴ ἐς μάχην καθίστανται, νόμοις τε τοῖς πατρίοις ἐς ἀεὶ χρῶνται.
事实上,直到今日他们仍依据昔日服役时所编入的名册来加以辨识,并且抬出自己的军旗以此列阵应战,始终恪守祖先的法度。
καὶ σχῆμα τῶν Ῥωμαίων ἔν τε τοῖς ἄλλοις ἅπασι κἀν τοῖς ὑποδήμασι διασώζουσιν.
不仅在其他一切方面,甚至在鞋履上,他们也完好保留着罗马人的装束。
Ἕως μὲν οὖν πολιτεία Ῥωμαίοις ἡ αὐτὴ ἔμενε, Γαλλίας τὰ ἐντὸς Ῥοδανοῦ ποταμοῦ βασιλεὺς εἶχεν· ἐπεὶ δὲ αὐτὴν Ὀδόακρος ἐς τυραννίδα μετέβαλε, τότε δή, τοῦ τυράννου σφίσιν ἐνδιδόντος, ξύμπασαν Γαλλίαν Οὐισίγοτθοι ἔσχον μέχρι Ἄλπεων αἳ τὰ Γάλλων τε ὅρια καὶ Λιγούρων διορίζουσι.
当罗马人保持原有的政制时,皇帝统辖着罗讷河以内的这部分高卢;然而当奥多亚克将其转变为僭主统治时,正是在那时,由于僭主向他们让步,西哥特人占据了直至分隔高卢与利古里亚边界的阿尔卑斯山脉的整个高卢。
πεσόντος δὲ Ὀδοάκρου Θόριγγοί τε καὶ Οὐισίγοτθοι τὴν Γερμανῶν δύναμιν ἤδη αὐξομένην δειμαίνοντες (πολυάνθρωπός τε γὰρ ἰσχυρότατα ἐγεγόνει καὶ τοὺς ἀεὶ ἐν ποσὶν ὄντας ἐκ τοῦ ἐμφανοῦς ἐβιάζετο) Γότθων δὴ καὶ Θευδερίχου τὴν ξυμμαχίαν προσποιήσασθαι ἐν σπουδῇ εἶχον. οὓς δὴ ἑταιρίσασθαι Θευδέριχος ἐθέλων ἐς κῆδος αὐτοῖς ἐπιμίγνυσθαι οὐκ ἀπηξίου.
当奥多亚克覆亡后,托林戈伊人与西哥特人畏惧日渐膨胀的日耳曼人势力——因为日耳曼人的人口变得极其庞大,并且公然压制那些挡在他们面前的人——便极为热切地争取与哥特人及狄奥多里克结盟。狄奥多里克也希望与他们结为友好,毫不拒绝通过联姻与他们建立亲属关系。
τῷ μὲν οὖν τηνικαῦτα Οὐισιγότθων ἡγουμένῳ Ἀλαρίχῳ τῷ νεωτέρῳ Θευδιχοῦσαν τὴν αὑτοῦ θυγατέρα παρθένον ἠγγύησεν, Ἑρμενεφρίδῳ δὲ τῷ Θορίγγων ἄρχοντι Ἀμαλαβέργαν τὴν Ἀμαλαφρίδης τῆς ἀδελφῆς παῖδα.
于是,他将自己的待字闺中的女儿狄奥狄戈莎许配给当时统领西哥特人的幼阿罗里克,又将姐姐阿玛拉弗丽达的女儿阿玛拉贝尔加嫁给托林戈伊人的统治者赫尔梅内弗利德。
καὶ ἀπ’ αὐτοῦ Φράγγοι τῆς μὲν ἐς αὐτοὺς βίας δέει τῷ Θευδερίχου ἀπέσχοντο, ἐπὶ Βουργουζίωνας δὲ πολέμῳ ᾔεσαν. ὕστερον δὲ Φράγγοις τε καὶ Γότθοις ξυμμαχίαι τε καὶ ξυνθῆκαι ἐπὶ κακῷ τῷ Βουργουζιώνων ἐγένοντο, ἐφ’ ᾧ ἑκάτεροι μὲν στρατιὰν ἐπ’ αὐτοὺς πέμψωσιν·2 ἢν δὲ ὁποτέρων ἀπολελειμμένων, οἱ ἕτεροι στρατεύσαντες τὸ Βουργουζιώνων καταστρέψωνται γένος3 καὶ χώραν ἣν ἔχουσι παραστήσωνται, ποινὴν οἱ νενικηκότες παρὰ τῶν οὐ ξυστρατευσάντων ῥητόν τι χρυσίον κομίζωνται, κοινὴν δὲ καὶ οὕτω χώραν τὴν δορυάλωτον ἀμφοτέρων εἶναι.
正因如此,法兰克人出于对狄奥多里克的畏惧,克制了对他们施加暴行,转而向勃艮第人进军发动战争。后来,法兰克人与哥特人之间达成同盟并订立条约,意图不利于勃艮第人,条件是双方各自派出一支军队进攻他们;若其中一方缺席,而另一方出征并荡平勃艮第人部族,迫降他们所拥有的土地,胜利者将从未参战的一方那里索取一定数额的黄金作为罚金,即使如此,以刀枪夺得的土地仍为双方所共有。
οἱ μὲν οὖν Γερμανοὶ πολλῷ στρατῷ ἐπὶ Βουργουζίωνας κατὰ τὰ σφίσι τε καὶ Γότθοις ξυγκείμενα ἧκον, Θευδέριχος δὲ παρεσκευάζετο μὲν δῆθεν τῷ λόγῳ, ἐξεπίτηδες δὲ ἀεὶ ἐς τὴν ὑστεραίαν τῆς στρατιᾶς τὴν ἔξοδον ἀπετίθετο, καραδοκῶν τὰ ἐσόμενα.4
于是,日耳曼人依照自己与哥特人所约定的内容,率领大军进攻勃艮第人;而狄奥多里克表面上言语间似乎在做准备,实际上却故意总是将大军的出发推迟到次日,冷眼静观局势的发展。
μόλις δὲ πέμψας ἐπέστελλε τοῖς τοῦ στρατοῦ ἄρχουσι σχολαίτερον τὴν πορείαν ποιεῖσθαι, καὶ ἢν μὲν Φράγγους νενικηκέναι ἀκούσωσι τὸ λοιπὸν κατὰ τάχος ἰέναι, ἢν δέ τι ξύμβαμα ξυμπεπτωκέναι αὐτοῖς πύθωνται, μηκέτι περαιτέρω πορεύεσθαι, ἀλλ’ αὐτοῦ μένειν.
他好不容易才派出了部队,却训令军中将领放慢行军步伐,如果听闻法兰克人获胜,此后便全速前进;但如果得知对方遭遇了不幸,便不可再往前走,而是驻留原地。
καὶ οἱ μὲν ἐποίουν ὅσα Θευδέριχος σφίσιν ἐπήγγελλε, Γερμανοὶ δὲ κατὰ μόνας Βουργουζίωσιν ἐς χεῖρας ἦλθον.
将士们严格执行狄奥多里克吩咐他们的一切,而日耳曼人则孤军与勃艮第人交战。
μάχης τε καρτερᾶς γενομένης φόνος μὲν ἑκατέρων πολὺς γίνεται· ἦν γὰρ ἀγχώμαλος ἐπὶ πλεῖστον ἡ ξυμβολή· ἔπειτα δὲ Φράγγοι τρεψάμενοι τοὺς πολεμίους ἐς τὰ ἔσχατα χώρας ἧς τότε ᾤκουν ἐξήλασαν, ἔνθα σφίσι πολλὰ ὀχυρώματα ἦν, αὐτοὶ δὲ τὴν λοιπὴν ξύμπασαν ἔσχον. ἅπερ Γότθοι ἀκούσαντες κατὰ τάχος παρῆσαν. κακιζόμενοί τε πρὸς τῶν ξυμμάχων τὸ τῆς χώρας δύσοδον ᾐτιῶντο, καὶ τὴν ποινὴν καταθέμενοι τὴν χώραν, καθάπερ ξυνέκειτο, ξὺν τοῖς νενικηκόσιν ἐνείμαντο.
双方爆发了激烈的战斗,两军伤亡惨重;因为在绝大部分时间里胜负难分;但随后法兰克人击溃了敌人,将其驱逐到他们当时所居住土地的边远荒陬、也就是他们拥有许多堡垒的要地,法兰克人自己则占领了其余的全部土地。哥特人听闻此事后便迅速赶来。面对盟友的责难,他们以道路难行为借口推卸责任,并在支付了罚金之后,依照先前的约定,与胜利者瓜分了那片土地。
οὕτω τε Θευδερίχου ἡ πρόνοια ἔτι μᾶλλον ἐγνώσθη, ὅς γε οὐδένα τῶν ὑπηκόων ἀποβαλὼν ὀλίγῳ χρυσῷ τὴν ἡμίσειαν τῶν πολεμίων ἐκτήσατο χώραν. οὕτω μὲν τὸ κατ’ ἀρχὰς Γότθοι τε καὶ Γερμανοὶ μοῖράν τινα Γαλλίας ἔσχον.
狄奥多里克的远见卓识由此更加为人所知,他未折损一名臣民,仅凭少量的黄金就获得了敌人半数的土地。起初,哥特人与日耳曼人就是这样获得了高卢的一部分土地。
Μετὰ δὲ Γερμανοὶ τῆς δυνάμεως σφίσιν ἐπίπροσθεν ἰούσης ἐν ὀλιγωρίᾳ ποιησάμενοι Θευδέριχόν τε καὶ τὸ ἀπ’ αὐτοῦ δέος ἐπί τε Ἀλάριχον καὶ Οὐισιγότθους ἐστράτευσαν.
此后,日耳曼人随着自身势力的日益强盛,开始轻视狄奥多里克及因他而产生的畏惧,向阿罗里克与西哥特人进军。
ἃ δὴ Ἀλάριχος μαθὼν Θευδέριχον ὅτι τάχιστα μετεπέμπετο. καὶ ὁ μὲν ἐς τὴν ἐπικουρίαν στρατῷ πολλῷ ᾔει.
阿罗里克得悉此事后,便以最快的速度派人召请狄奥多里克;后者也率领大军前往援助。
ἐν τούτῳ δὲ Οὐισίγοτθοι, ἐπεὶ Γερμανοὺς ἀμφὶ πόλιν Καρκασιανὴν στρατοπεδεύειν ἐπύθοντο, ὑπηντίαζόν τε καὶ στρατόπεδον ποιησάμενοι ἠρέμουν.
在此期间,西哥特人得知日耳曼人正在卡尔卡西亚纳城周围扎营,便前去迎敌,筑营之后按兵不动。
- 5.12.18ἐς οὓς τὸ παλαιὸν τασσόμενοι ἐστρατεύοντο
关系代词 ἐς οὕς 的先行词是紧邻的 τῶν καταλόγων(兵籍名册)。先行词为阳性复数,代词亦在性数上与之呼应(阳性复数宾格),介词 ἐς 表示被编入队伍或名册之中。
- 5.12.24ἐφ’ ᾧ ἑκάτεροι μὲν στρατιὰν ἐπ’ αὐτοὺς πέμψωσιν
连词 ἐφ’ ᾧ 用以引出条约或约定的条件从句(“条件是……”),在此处接虚拟式 πέμψωσιν 以表示未来的义务或规定(古典阿提卡散文中常接将来时直陈式或不定式,而后期希腊语中带虚拟式则是标准用法)。
- 5.12.25ἢν δὲ ὁποτέρων ἀπολελειμμένων, οἱ ἕτεροι στρατεύσαντες τὸ Βουργουζιώνων καταστρέψωνται γένος
条件连词 ἢν 紧接独立属格结构 ὁποτέρων ἀπολελειμμένων(“若任一方缺席”),嵌入到由主语 οἱ ἕτεροι 和虚拟式动词 καταστρέψωνται 构成的条件从句前件之中。该约定的后件由表达规约的虚拟式 κομίζωνται 以及并列的不定式 εἶναι 构成。
- 5.12.26καραδοκῶν τὰ ἐσόμενα
分词 καραδοκῶν 与主句动词 ἀπετίθετο 的主语(狄奥多里克)一致,表示伴随状况或目的。动词 καραδοκέω 意为“引颈翘望、静观事态发展”,支配中性复数名词化的将来时分词 τὰ ἐσόμενα(“将要发生之事、局势走向”)作宾语。
