← 普罗科皮乌斯

战史

§5.12.1-5.12.17

高卢地理与各族演变及罗马军队的同化

作者概述了高卢和伊斯帕尼亚的地理走势与水系,详述了当地法兰克人、阿尔博吕霍伊人与西哥特人的演变关系,以及罗马守军因宗教信仰等缘由而与同盟者同化的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.12.1

Τὴν θάλασσαν ἔκ τε ὠκεανοῦ καὶ Γαδείρων ἐσπλέοντι1 χώρα μὲν ἡ ἐν ἀριστερᾷ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, Εὐρώπη ὠνόμασται, ἡ δὲ ἀντιπέρας αὐτῇ Λιβύη ἐκλήθη, ἣν δὴ προϊόντες Ἀσίαν καλοῦσι.

从大洋和加代拉驶入内海的人,左侧的土地正如前文所述被命名为欧洲,与其相对的土地被称为利比亚,而人们再往前走则称其为亚洲。

§5.12.2

Λιβύης μὲν οὖν τὰ ἐπέκεινα ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν· ἔρημος γάρ ἐστιν ἐπὶ πλεῖστον ἀνθρώπων, καὶ ἀπ’ αὐτοῦ ἡ πρώτη τοῦ Νείλου ἐκροὴ οὐδαμῆ ἔγνωσται, ὃν δὴ ἐπ’ Αἰγύπτου ἐνθένδε φέρεσθαι λέγουσιν.

关于利比亚深处的情况,我无法准确说明;因为那里大部人迹罕至,正因如此,尼罗河最初的源流究竟在何处完全无人知晓,据说这条河正是从那里流往埃及的。

§5.12.3

Εὐρώπη δὲ εὐθὺς ἀρχομένη Πελοποννήσῳ βεβαιότατα ἐμφερής ἐστι καὶ πρὸς θαλάσσῃ ἑκατέρωθι κεῖται. καὶ χώρα μὲν ἣ πρώτη ἀμφί τε τὸν ὠκεανὸν καὶ δύοντα ἥλιόν ἐστιν Ἱσπανία ὠνόμασται, ἄχρι ἐς Ἄλπεις τὰς ἐν ὄρει τῷ Πυρηναίῳ οὔσας.

而欧洲在其起始之处极其类似于伯罗奔尼撒半岛,两侧皆濒临大海。最先靠近大洋和落日方向的地区被命名为伊斯帕尼亚,一直延伸到比利牛斯山脉中的阿尔卑斯。

§5.12.4

Ἄλπεις δὲ καλεῖν τὴν ἐν στενοχωρίᾳ δίοδον οἱ ταύτῃ ἄνθρωποι νενομίκασι. τὸ δὲ ἐνθένδε μέχρι τῶν Λιγουρίας ὁρίων Γαλλία ἐκλήθη. ἔνθα δὴ καὶ Ἄλπεις ἕτεραι Γάλλους τε καὶ Λιγούρους διορίζουσι.

因为当地人习惯于将狭隘处的通道称为“阿尔卑斯”。自那里直到利古里亚边界的地域被称为高卢。在那里,确实有另一座阿尔卑斯分隔着高卢人与利古里亚人。

§5.12.5

Γαλλία μέντοι Ἱσπανίας πολλῷ εὐρυτέρα, ὡς τὸ εἰκός, ἐστίν, ἐπεὶ ἐκ στενοῦ ἀρχομένη Εὐρώπη ἐς ἄφατόν τι εὖρος ἀεὶ προϊόντι κατὰ λόγον χωρεῖ.

然而高卢自然比伊斯帕尼亚宽广得多,因为欧洲始于狭窄之处,随着不断向前延伸,按比例展现出难以形容的辽阔。

§5.12.6

χώρα δὲ αὕτη ἑκατέρα τὰ μὲν πρὸς βορρᾶν ἄνεμον πρὸς τοῦ ὠκεανοῦ περιβάλλεται, τὰ δὲ πρὸς νότον θάλασσαν τὴν Τυρρηνικὴν καλουμένην ἔχει.

这两个地区各自北面皆被大洋环绕,南面则面临所谓的第勒尼安海。

§5.12.7

ἐν Γάλλοις δὲ ἄλλοι τε ποταμοὶ καὶ Ῥοδανός τε καὶ Ῥῆνος ῥέουσι. τούτοιν τὴν ὁδὸν τὴν ἐναντίαν ἀλλήλοιν ἰόντοιν2 ἅτερος μὲν ἐκδίδωσιν ἐς τὴν Τυρρηνικὴν θάλασσαν, Ῥῆνος δὲ ἐς τὸν ὠκεανὸν τὰς ἐκβολὰς ποιεῖται.

在高卢境内除其他河流外,还流淌着罗讷河与莱茵河。这两条河流彼此背道而驰,其中一条注入第勒尼安海,莱茵河则将河口汇入大洋。

§5.12.8

λίμναι τε ἐνταῦθα πολλαί, οὗ δὴ Γερμανοὶ τὸ παλαιὸν ᾤκηντο, βάρβαρον ἔθνος, οὐ πολλοῦ λόγου τὸ κατ’ ἀρχὰς ἄξιον, οἳ νῦν Φράγγοι καλοῦνται.

那里还有许多湖泊,古时日耳曼人就居住在此,他们原是一个起初无足轻重的蛮族,如今被称为法兰克人。

§5.12.9

τούτων ἐχόμενοι Ἀρβόρυχοι ᾤκουν, οἳ ξὺν πάσῃ τῇ ἄλλῃ Γαλλίᾳ καὶ μὴν καὶ Ἱσπανίᾳ Ῥωμαίων κατήκοοι ἐκ παλαιοῦ ἦσαν.

紧挨着他们居住的是阿尔博吕霍伊人,他们与其余整个高卢乃至伊斯帕尼亚自古以来就是罗马人的臣民。

§5.12.10

μετὰ δὲ αὐτοὺς ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον Θόριγγοι βάρβαροι, δόντος Αὐγούστου πρώτου βασιλέως, ἱδρύσαντο.

在他们之后向着日出方向的地方,由初代皇帝奥古斯都划拨土地而定居着蛮族托林戈伊人。

§5.12.11

καὶ αὐτῶν Βουργουζίωνες οὐ πολλῷ ἄποθεν πρὸς νότον ἄνεμον τετραμμένοι ᾤκουν, Σούαβοί τε ὑπὲρ Θορίγγων καὶ Ἀλαμανοί, ἰσχυρὰ ἔθνη. οὗτοι αὐτόνομοι ἅπαντες ταύτῃ τὸ ἀνέκαθεν ἵδρυντο.

离他们不远偏向南风之处居住着勃艮第人,而在托林戈伊人上方则是苏阿维人与阿拉曼尼人,皆为强盛的部族。所有这些人自古以来就在此地保持自治而定居。

§5.12.12

Προϊόντος δὲ χρόνου Οὐισίγοτθοι τὴν Ῥωμαίων ἀρχὴν βιασάμενοι Ἱσπανίαν τε πᾶσαν καὶ Γαλλίας τὰ ἐκτὸς Ῥοδανοῦ ποταμοῦ κατήκοα σφίσιν ἐς φόρου ἀπαγωγὴν ποιησάμενοι ἔσχον.

随着时光推移,西哥特人压制了罗马帝国的统治,占据了整个伊斯帕尼亚以及罗讷河以外的高卢地区,使其向自己缴纳贡税沦为附庸。

§5.12.13

ἐτύγχανον δὲ Ἀρβόρυχοι τότε Ῥωμαίων στρατιῶται γεγενημένοι. οὓς δὴ Γερμανοὶ κατηκόους σφίσιν ἐθέλοντες, ἅτε ὁμόρους ὄντας καὶ πολιτείαν ἣν πάλαι εἶχον μεταβαλόντας, ποιήσασθαι, ἐληίζοντό τε καὶ πανδημεὶ πολεμησείοντες ἐπ’ αὐτοὺς ᾔεσαν.

当时阿尔博吕霍伊人恰好已成为罗马士兵。日耳曼人由于彼此相邻且见对方改变了往日的政制,企图迫使他们臣服,因而大肆劫掠,并倾巢出动、气势汹汹地向他们进军。

§5.12.14

Ἀρβόρυχοι δὲ ἀρετήν τε καὶ εὔνοιαν ἐς Ῥωμαίους ἐνδεικνύμενοι ἄνδρες ἀγαθοὶ ἐν τῷδε τῷ πολέμῳ ἐγένοντο, καὶ ἐπεὶ βιάζεσθαι αὐτοὺς Γερμανοὶ οὐχ οἷοί τε ἦσαν, ἑταιρίζεσθαί τε ἠξίουν καὶ ἀλλήλοις κηδεσταὶ γίνεσθαι.

但阿尔博吕霍伊人展现出对罗马人的勇德与忠心,在这场战争中表现得无比英勇;当日耳曼人无法凭武力征服他们时,便主张结为同盟并彼此通婚。

§5.12.15

ἃ δὴ Ἀρβόρυχοι οὔτι ἀκούσιοι ἐνεδέχοντο· Χριστιανοὶ γὰρ ἀμφότεροι ὄντες ἐτύγχανον, οὕτω τε ἐς ἕνα λεὼν ξυνελθόντες δυνάμεως ἐπὶ μέγα ἐχώρησαν.

阿尔博吕霍伊人绝非不情愿地接受了这一提议;因为双方恰好都是基督徒,就这样他们融合成一个民族,实力大为增强。

§5.12.16

Καὶ στρατιῶται δὲ Ῥωμαίων ἕτεροι ἐς Γάλλων τὰς ἐσχατιὰς φυλακῆς ἕνεκα ἐτετάχατο.3

此外,还有另一些罗马士兵为了防戍被部署在高卢的边陲之地。

§5.12.17

οἳ δὴ οὔτε ἐς Ῥώμην ὅπως ἐπανήξουσιν ἔχοντες4 οὐ μὴν οὔτε προσχωρεῖν Ἀρειανοῖς οὖσι τοῖς πολεμίοις βουλόμενοι, σφᾶς τε αὐτοὺς ξὺν τοῖς σημείοις καὶ χώραν ἣν πάλαι Ῥωμαίοις ἐφύλασσον Ἀρβορύχοις τε καὶ Γερμανοῖς ἔδοσαν, ἔς τε ἀπογόνους τοὺς σφετέρους ξύμπαντα παραπέμψαντες διεσώσαντο τὰ πάτρια ἤθη, ἃ δὴ σεβόμενοι καὶ ἐς ἐμὲ τηρεῖν ἀξιοῦσιν.

他们既无途径返回罗马,又绝不愿投奔身为阿里乌斯派的敌人,于是连同自己的军旗以及长久以来为罗马人守卫的土地,一并归附了阿尔博吕霍伊人和日耳曼人;他们把这一切传给了自己的后代,完好地保留了祖先的习俗,怀着崇敬之心,甚至直到我的时代他们仍坚持恪守着这些习俗。

语法注4 条
  1. 5.12.1Τὴν θάλασσαν ἔκ τε ὠκεανοῦ καὶ Γαδείρων ἐσπλέοντι

    现在分词阳性单数与格 ἐσπλέοντι 属于“判定者与格”(视点与格),用于地理描写中确立视角:“对于从大洋和加代拉驶入(内海)的人而言”。

  2. 5.12.7τούτοιν τὴν ὁδὸν τὴν ἐναντίαν ἀλλήλοιν ἰόντοιν

    由双数属格形式(τούτοιν、ἀλλήλοιν、ἰόντοιν)构成的属格独立结构。句中的 τὴν ὁδὸν τὴν ἐναντίαν 作分词 ἰόντοιν(动词 εἶμι 的现在分词双数属格)的同族宾格或内分宾格,意为“在这两条河流彼此朝相反方向流淌之际”。

  3. 5.12.16ἐτετάχατο

    动词过去完成时被动态第三人称复数(相当于标准雅典方言的 τεταγμένοι ἦσαν)。此处采用了希罗多德等伊奥尼亚方言及史诗中常见的拟古词尾 -ατο(代替 -ντο),是普罗柯比模仿古典文风的体现。

  4. 5.12.17οὔτε ἐς Ῥώμην ὅπως ἐπανήξουσιν ἔχοντες

    动词分词 ἔχοντες 后接间接疑问从句(ὅπως 加将来时直陈式 ἐπανήξουσιν),为表示缺乏方法或不知所措的惯用句式:“没有办法返回罗马 / 不知如何才能回到罗马”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.12.1-5.12.17