- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.11.15-5.11.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
维提吉斯说服全军战略撤退至拉文纳,留下四千守军驻守罗马,抵达成后强娶阿玛拉逊莎之女玛塔逊莎以巩固政权并重整军备。
μὴ τοίνυν τῷ παραυτίκα φιλοτίμῳ ἐπαιρόμενοι τὰ ἀνήκεστα ἡμᾶς αὐτοὺς ἐργασώμεθα· κρεῖσσον γὰρ ἐν χρόνῳ βραχεῖ αἰσχυνομένους τὴν εὔκλειαν ἀπέραντον διασώσασθαι ἢ τὴν ἐν τῷ παραυτίκα φυγόντας ὕβριν ἐς ἅπαντα τὸν αἰῶνα, ὡς τὸ εἰκός, ἐγκαλύπτεσθαι.1
因此,我们切不可因一时的虚荣自负而让自己蒙受无法弥补的灾祸;因为在短暂的时间内忍受羞辱以保全无尽的威名,比起逃避眼前的侮辱却在永世中注定蒙羞,显然要好得多。
καίτοι καὶ ὑμεῖς δή που ἐπίστασθε ὡς τό τε Γότθων πλῆθος καὶ ξύμπασαν σχεδόν τι τὴν τῶν ὅπλων σκευὴν ἔν τε Γαλλίαις καὶ Βενετίαις καὶ χώραις ταῖς ἑκαστάτω ξυμβαίνει εἶναι.
况且你们自己想必也清楚,哥特人的大部兵力以及几乎所有的武器装备,恰好都分布在高卢、威尼提亚以及极其遥远的边陲之地。
καὶ μὴν καὶ πρὸς τὰ Φράγγων ἔθνη οὐχ ἥσσω τοῦδε πόλεμον διαφέρομεν, ὃν δὴ οὐκ εὖ διαθεμένους ἐφ’ ἕτερον χωρεῖν πολλὴ ἄνοια. τοὺς γὰρ ἐς ἀμφίβολόν τι καθισταμένους καὶ οὐ πρὸς ἕνα πολέμιον ὁρῶντας τῶν ἐναντίων ἡσσᾶσθαι εἰκός.
不仅如此,我们与法兰克各部族之间还在进行着一场绝不逊于此处的战争;在未能妥善解决该战事之前就转向另一敌人,实属大愚之举。因为身处两难困境、无法全神贯注对付单一敌人的人,理所当然更容易败于对手之手。
ἐγὼ δέ φημι χρῆναι νῦν μὲν εὐθὺ Ῥαβέννης2 ἐνθένδε ἰέναι, τὸν δὲ πρὸς Φράγγους πόλεμον διαλύσαντας τἄλλα τε διῳκημένους ὡς ἄριστα οὕτω δὴ Βελισαρίῳ παντὶ τῷ Γότθων στρατῷ διαμάχεσθαι.
所以我认为,当务之急是从这里径直前往拉文纳,平息与法兰克人的战事,并将其他一切事务安排妥善之后,再率全副哥特大军与贝利撒留决一死战。
καί μοι τὴν ἀναχώρησιν τήνδε ὑμῶν ὑποστελλέσθω μηδείς, μηδὲ φυγὴν αὐτὴν ὀνομάζειν ὀκνείτω.
你们当中切勿有人对这次撤退感到畏缩不前,也无须讳言将其称为逃跑。
δειλίας μὲν γὰρ προσηγορία ἐπιτηδείως προσπεσοῦσα πολλοὺς ὤρθωσεν, ἀνδρείας δὲ ὄνομα οὐκ ἐν τῷ καθήκοντι χρόνῳ τισὶν ἐγγενόμενον, εἶτα ἐς ἧτταν ἐχώρησεν.
因为怯懦的名声若在合宜之时承担,曾使许多人转败为胜;而勇气的美名若为某些人在不当之时获取,随后往往导向溃败。
οὐ γὰρ τοῖς τῶν πραγμάτων ὀνόμασιν, ἀλλὰ τῷ ξυμφόρῳ τῶν ἔργων ἕπεσθαι ἄξιον. ἀνδρός τε γὰρ ἀρετὴν οὐκ ἀρχόμεναι δηλοῦσιν αἱ πράξεις, ἀλλὰ τελευτῶσαι μηνύουσι.
因为人们应当追随的是行事的实利,而非事物的虚名。一个人的勇德并不显露于行动的开端,而是彰显于其终局。
φεύγουσι δὲ τοὺς πολεμίους οὐχ οἳ ἂν μετὰ μείζονος τῆς παρασκευῆς αὐτίκα μάλα ἐπ’ αὐτοὺς ἥκοιεν, ἀλλ’ ὅσοι τὰ σφέτερα αὐτῶν σώματα ἐς ἀεὶ διασώζειν βουλόμενοι ἐκποδὼν ἵστανται. πόλεώς τε τῆσδε ἁλώσεως πέρι μηδενὶ ὑμῶν γινέσθω τι δέος.
避开敌人的,并非那些带着更充分的准备很快就会回师击敌之人,而是那些一心只想永久苟全性命而抽身远遁之人。至于这座城市的沦陷,你们谁也不必心怀恐惧。
ἤν τε γὰρ Ῥωμαῖοι ἡμῖν εὐνοϊκῶς ἔχωσι, τὴν πόλιν ἐν βεβαίῳ Γότθοις φυλάξουσιν, ἀνάγκης τε πεῖραν οὐδεμιᾶς ἕξουσιν, ἐπεὶ ἐν βραχεῖ αὐτοῖς ἐπανήξομεν χρόνῳ. καὶ ἤν τι ὕποπτον αὐτοῖς ἐς ἡμᾶς ἐστιν, ἐλάσσω βλάψουσι τῇ πόλει τοὺς πολεμίους δεξάμενοι· ἄμεινον γὰρ πρὸς δυσμενεῖς ἐκ τοῦ ἐμφανοῦς διαμάχεσθαι.
因为如果罗马人对我们心存善意,他们自会为哥特人稳妥地守卫这座城市,且不会经历任何困苦,因为我们短时间内就会重返他们身边。而即使他们对我们有所戒备怀疑,他们就算引敌入城,所能造成的危害也较小;因为与敌对者公开交锋总归更为有利。
ὅπως μέντοι μηδέν τι ξυμβήσεται τοιοῦτον, ἐγὼ προνοήσω. ἄνδρας τε γὰρ πολλοὺς καὶ ἄρχοντα ξυνετώτατον ἀπολείψομεν, οἳ Ῥώμην φυλάξαι ἱκανοὶ ἔσονται, ὥστε καὶ ταῦτα ἡμῖν ἐν καλῷ κείσεται καὶ οὐδὲν ἂν ἐκ τῆσδε ἡμῶν τῆς ἀναχωρήσεως γένοιτο βλάβος.”
然而,我会预作筹划,决不让此类事情发生。因为我们将留下一支庞大的军队和一位极富智谋的将领,他们足以守卫罗马;因此这方面我们也将安排妥当,我们的这次撤退绝不会带来任何损害。”
Οὐίττιγις μὲν τοσαῦτα εἶπεν. ἐπαινέσαντες δὲ Γότθοι ἅπαντες παρεσκευάζοντο ἐς τὴν πορείαν. μετὰ δὲ Σιλβερίῳ τε τῷ τῆς πόλεως ἱερεῖ καὶ Ῥωμαίων τοῖς τε ἐκ βουλῆς καὶ τῷ δήμῳ πολλὰ παραινέσας Οὐίττιγις, καὶ τῆς Θευδερίχου ἀρχῆς ὑπομνήσας, ἐνεκελεύετο ἅπασιν ἐς Γότθων τὸ ἔθνος εὐνοϊκῶς ἔχειν, ὅρκοις αὐτοὺς δεινοτάτοις ὑπὲρ τούτων καταλαβών, ἄνδρας τε ἀπολέξας οὐχ ἧσσον ἢ τετρακισχιλίους, καὶ αὐτοῖς ἄρχοντα ἐπιστήσας Λεύδεριν, ἡλικίας τε πόρρω ἥκοντα καὶ δόξαν ἐπὶ ξυνέσει πολλὴν ἔχοντα, ἐφ’ ᾧ Ῥώμην φυλάξουσι σφίσιν·3 οὕτω δὴ τῷ ἄλλῳ στρατῷ ἐς Ῥάβενναν ᾔει, τῶν ἐκ βουλῆς πλείστους ἐν ὁμήρων λόγῳ ξὺν αὑτῷ ἔχων.
维提吉斯说完这番话。所有的哥特人都表示赞同,并整装准备启程。随后,维提吉斯向该城的主教西尔维里乌斯、罗马元老院成员以及民众进行了百般规劝,提醒他们牢记狄奥多里克的统治,严令所有人保持对哥特民族的善意,并就此事以最庄严的誓言对他们加以约束;他又挑选了不下四千名战士,任命年事已高且以深谋远虑著称的莱乌德里斯为指挥官,责成他们为哥特人留守罗马。就这样,他率领其余军队前往拉文纳,随身带走了元老院的大多数议员作为人质。
καὶ ἐπεὶ ἐνταῦθα ἀφίκετο, Ματασοῦνθαν τὴν Ἀμαλασούνθης θυγατέρα, παρθένον τε καὶ ὡραίαν ἤδη οὖσαν, γυναῖκα γαμετὴν οὔτι ἐθελούσιον4 ἐποιήσατο, ὅπως δὴ βεβαιοτέραν τὴν ἀρχὴν ἕξει τῇ ἐς γένος τὸ Θευδερίχου ἐπιμιξίᾳ.
到达拉文纳后,他违背阿玛拉逊莎之女玛塔逊莎的意愿,强娶这位正当婚龄的处女为合法妻子,以便通过与狄奥多里克家族联姻来巩固自己的统治。
ἔπειτα δὲ ἅπαντας Γότθους πανταχόθεν ἀγείρας διεῖπέ τε καὶ διεκόσμει, ὅπλα τε καὶ ἵππους διανέμων κατὰ λόγον ἑκάστῳ, μόνους δὲ Γότθους οἳ ἐν Γαλλίαις φυλακὴν εἶχον, δέει τῶν Φράγγων οὐχ οἷός τε ἦν μεταπέμπεσθαι.
随后,他从各地召集所有哥特人进行整编调配,依等级向每人分发武器与战马;但唯独在高卢驻防的哥特人,因畏惧法兰克人而无法调动。
οἱ δὲ Φράγγοι οὗτοι Γερμανοὶ μὲν τὸ παλαιὸν ὠνομάζοντο. ὅντινα δὲ τρόπον τὸ ἐξ ἀρχῆς καὶ ὅπη ᾠκημένοι Γαλλίας τε ἐπεβάτευσαν καὶ διάφοροι Γότθοις γεγένηνται, ἐρῶν ἔρχομαι.
这些法兰克人古时被称为日耳曼人。至于他们最初以何种方式、在何处定居,又是如何进占高卢并与哥特人反目成仇的,我接下来便予以叙述。
- 5.11.15κρεῖσσον γὰρ ἐν χρόνῳ βραχεῖ αἰσχυνομένους τὴν εὔκλειαν ἀπέραντον διασώσασθαι ἢ τὴν ἐν τῷ παραυτίκα φυγόντας ὕβριν ἐς ἅπαντα τὸν αἰῶνα, ὡς τὸ εἰκός, ἐγκαλύπτεσθαι
由κρεῖσσον引出不定式(διασώσασθαι与ἐγκαλύπτεσθαι)的比较句结构。分词αἰσχυνομένους与φυγόντας为阳性宾格复数,与不定式的逻辑主语(省略的宾格ἡμᾶς)保持一致。此处αἰσχύνομαι意为“忍受耻辱、甘受羞辱”。
- 5.11.18εὐθὺ Ῥαβέννης
εὐθύ与属格名词(Ῥαβέννης)连用作前置词,表示空间上的直接方向:“径直前往拉文纳”。这与通常表示时间立即性的副词εὐθύς有所区别。
- 5.11.26ἐφ’ ᾧ Ῥώμην φυλάξουσι σφίσιν
ἐφ’ ᾧ后接将来时直陈式(φυλάξουσι),构成表示约定或条件的从句(“条件是/职责是守卫罗马”)。与格代词σφίσιν为利益与格,意为“为了他们(指维提吉斯及哥特军)”。
- 5.11.27οὔτι ἐθελούσιον
形容词ἐθελούσιος(自愿的)的阴性宾格单数形式,与γυναῖκα γαμετήν(合法妻子)呼应,作补足成分表达“绝非出于自愿地(娶其为妻)”。副词οὔτι强化否定语气。
