← 普罗科皮乌斯

战史

§5.11.1-5.11.14

维提吉斯即位与忒乌达图斯之死

听闻那不勒斯陷落后,罗马附近的哥特人因对忒乌达图斯的无所作为感到愤怒而集结于莱加塔,推举维提吉斯为新王。企图逃跑的忒乌达图斯被追兵奥普塔里斯杀害,维提吉斯进入罗马并向全军发表演说,主张先退往拉文纳备战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.11.1

Γότθοι δὲ ὅσοις ἀμφί τε Ῥώμην καὶ τὰ ἐκείνῃ χωρία ξυνέπεσεν εἶναι, καὶ πρότερον τὴν Θευδάτου ἡσυχίαν ἐν θαύματι μεγάλῳ ποιούμενοι, ὅτι δὴ ἐν γειτόνων1 οὖσι τοῖς πολεμίοις οὐ βούλοιτο διὰ μάχης ἰέναι, ἐν σφίσι τε αὐτοῖς ὑποψίᾳ πολλῇ ἐς αὐτὸν χρώμενοι, ὡς δὴ τὰ Γότθων πράγματα προδιδοῖ Ἰουστινιανῷ βασιλεῖ ἐθελουσίως, ἄλλο τέ οἱ οὐδὲν ἐπιμελὲς εἴη, πλήν γε δὴ ὅπως αὐτὸς ἡσυχῆ βιοτεύοι, ὡς πλεῖστα περιβαλλόμενος χρήματα, ἐπειδὴ ἁλῶναι Νεάπολιν ἤκουσαν, ἅπαντά οἱ ταῦτα ἐκ τοῦ ἐμφανοῦς ἤδη ἐπικαλοῦντες ἐς χωρίον ξυνελέγησαν Ῥώμης ὀγδοήκοντα καὶ διακοσίους σταδίους διέχον, ὅπερ Ῥωμαῖοι καλοῦσι Ῥεγάτα· ἐνταῦθα ἐνστρατοπεδεύσασθαι σφίσιν ἔδοξεν ἄριστον εἶναι· πεδία γὰρ πολλὰ ἐνταῦθά ἐστιν ἱππόβοτα.

在罗马及其周边地区的哥特人,此前便对忒乌达图斯的无所作为感到大为惊异,因为敌军明明已近在咫尺,他却不愿交战;他们之间对他抱有极大怀疑,认为他是在自愿将哥特人的基业出卖给查士丁尼皇帝,并且他除了能让自己搜刮尽可能多的钱财以安稳度日之外,别无所挂念。因此,当他们听闻那不勒斯陷落时,便公开将所有这些过错归咎于他,集结到了距罗马二百八十斯塔德、罗马人称作莱加塔的地方。他们认为在此扎营最为妥当,因为此地有许多适于牧马的平原。

§5.11.2

ῥεῖ δὲ καὶ ποταμός, ὃν Δεκεννόβιον τῇ Λατίνων φωνῇ καλοῦσιν οἱ ἐπιχώριοι, ὅτι δὴ ἐννεακαίδεκα περιιὼν σημεῖα, ὅπερ ξύνεισιν ἐς τρισκαίδεκα καὶ ἑκατὸν σταδίους, οὕτω δὴ ἐκβάλλει ἐς θάλασσαν ἀμφὶ πόλιν Ταρακίνην, ἧς ἄγχιστα ὄρος τὸ Κίρκαιόν ἐστιν, οὗ τὸν Ὀδυσσέα τῇ Κίρκῃ ξυγγενέσθαι φασίν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, ἐπεὶ ἐν νήσῳ Ὅμηρος τὰ τῆς Κίρκης οἰκία ἰσχυρίζεται εἶναι.

那里还流淌着一条河流,当地人依拉丁语称之为德肯诺维乌姆河,因为它流经十九个里程碑的距离——折合为一百一十三斯塔德——然后就这样在塔拉基纳城附近注入大海;在这座城市近旁坐落着基尔克伊翁山,相传奥德修斯曾在此与喀耳刻相会——但依我看来此说并不可信,因为荷马坚称喀耳刻的住处位于一座岛上。

§5.11.3

ἐκεῖνο μέντοι ἔχω εἰπεῖν, ὡς τὸ Κίρκαιον τοῦτο, ἐπὶ πολὺ τῆς θαλάσσης διῆκον, νήσῳ ἐμφερές ἐστι, καὶ τοῖς τε πλέουσιν ἄγχιστα τοῖς τε ἐς τὴν ἐκείνῃ ἠϊόνα βαδίζουσι νῆσος δοκεῖ ἐπὶ πλεῖστον εἶναι. καὶ ἐπειδάν τις ἐν αὐτῷ γένηται, τότε δὴ μεταμανθάνει ψευσθῆναι τῆς δόξης τὰ πρότερα.

然而我能够说明的是,这座基尔克伊翁山深入海中,酷似一座岛屿,无论是对于极近处航行的人,还是对于在当地海岸漫步的人而言,它大体上看起来都像一座岛屿。只有当人真正踏上这片土地时,才会明白自己先前的看法是错误的。

§5.11.4

καὶ διὰ τοῦτο Ὅμηρος ἴσως νῆσον τὸ χωρίον ὠνόμασεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἄνειμι.

或许正因如此,荷马才将此地称作岛屿。不过我还是回到前文的叙述上。

§5.11.5

Γότθοι, ἐπειδὴ ἐς Ῥεγάτα ξυνελέγησαν, βασιλέα σφίσι τε καὶ Ἰταλιώταις Οὐίττιγιν εἵλοντο, ἄνδρα οἰκίας μὲν οὐκ ἐπιφανοῦς ὄντα, ἐν μάχαις δὲ ταῖς ἀμφὶ Σίρμιον λίαν εὐδοκιμηκότα τὸ πρότερον, ἡνίκα τὸν πρὸς Γήπαιδας πόλεμον Θευδέριχος διέφερε.

哥特人在莱加塔集结后,推选维提吉斯作为自己和意大利人的国王;此人虽非出身显赫门第,但此前在狄奥多里克与盖皮达人进行战争期间,曾在锡尔米乌姆周边的战事中声名大噪。

§5.11.6

Θευδάτος μὲν οὖν ταῦτα ἀκούσας ἐς φυγήν τε ὥρμητο καὶ τὴν ἐπὶ Ῥάβενναν ἤλαυνεν. Οὐίττιγις δὲ κατὰ τάχος Ὄπταριν ἔπεμψεν, ἄνδρα Γότθον, ἐπιστείλας αὐτῷ ἢ ζῶντα ἢ νεκρὸν ἀγαγεῖν Θευδάτον.

忒乌达图斯听闻此事后仓皇出逃,策马奔向拉文纳。维提吉斯立即派出一名哥特人奥普塔里斯,命他将忒乌达图斯活捉或杀死带来。

§5.11.7

ἐτύγχανε δὲ τῷ Θευδάτῳ οὗτος ὁ Ὄπταρις χαλεπῶς ἔχων ἐξ αἰτίας τοιᾶσδε. κόρην τινὰ Ὄπταρις ἐπίκληρόν τε καὶ τὴν ὄψιν εὐπρεπῆ οὖσαν ἐμνηστεύετο.

这个奥普塔里斯恰好因如下缘由对忒乌达图斯怀恨在心。奥普塔里斯原本向一位容貌俊美且继承家产的少女求婚。

§5.11.8

ταύτην Θευδάτος ἀφελόμενος τὸν μνηστῆρα τοῦτον, χρήμασιν ἀναπεισθείς, ἑτέρῳ ἠγγύησε. διὸ δὴ τῷ τε θυμῷ καὶ Οὐιττίγιδι χαριζόμενος, πολλῇ Θευδάτον σπουδῇ τε καὶ προθυμίᾳ, οὔτε νύκτα ἀνεὶς οὔτε ἡμέραν, ἐδίωκε.

忒乌达图斯却从这位求婚者手中夺走少女,受了金钱的贿赂而将其许配给他人。因此,他既为了宣泄自己的愤怒,又为了迎合维提吉斯,便以极大的紧迫感和狂热夜以继日地追捕忒乌达图斯。

§5.11.9

καὶ αὐτὸν ἐν ὁδῷ ἔτι πορευόμενον καταλαμβάνει, ἐς ἔδαφός τε ὕπτιον ἀνακλίνας ὥσπερ ἱερεῖόν τι ἔθυσεν. αὕτη τε Θευδάτῳ καταστροφὴ τοῦ τε βίου καὶ τῆς ἡγεμονίας, τρίτον ἐχούσης ἔτος,2 ἐγένετο.

他在路上追上了仍在前行的忒乌达图斯,将他仰面按倒在地,如同宰杀祭品般割断了他的喉咙。这便是忒乌达图斯生命及其统辖的终局,其统治当时正处于第三个年头。

§5.11.10

Οὐίττιγις δὲ ἅμα Γότθοις τοῖς παροῦσιν ἐς Ῥώμην ἐσήλαυνε. γνούς τε τὰ Θευδάτῳ ξυνενεχθέντα, ἥσθη τε καὶ αὐτοῦ τὸν παῖδα Θευδέγισκλον ἐν φυλακῇ ἐποιήσατο.

维提吉斯与在场的哥特人一同进入罗马。获悉忒乌达图斯的下场后,他大喜过望,并将忒乌达图斯的儿子忒乌德吉斯克卢斯关入监牢。

§5.11.11

καὶ ἐπειδὴ τὰ Γότθων πράγματα ἥκιστά οἱ ἐν παρασκευῇ ἔδοξεν εἶναι, βέλτιον ἐνόμισεν ἐς Ῥάβενναν πρῶτον ἰέναι, ἐνταῦθά τε πάντα ἐξαρτυσαμένῳ ὡς ἄριστα οὕτω δὴ καθίστασθαι ἐς τὸν πόλεμον. ξυγκαλέσας οὖν ἅπαντας ἔλεξε τοιάδε·

由于他认为哥特人的各项事务完全未作准备,便断定最好先前往拉文纳,在当地竭尽所能整备一切之后再正式投身战事。于是他召集所有人,发表演说如下:

§5.11.12

“Αἱ μέγισται τῶν πράξεων, ἄνδρες συστρατιῶται, οὐ καιρῶν ὀξύτητι, ἀλλ’ εὐβουλίᾳ φιλοῦσιν ὀρθοῦσθαι.

“战友们,最伟大的事业往往不是靠仓促把握时机,而是靠深谋远虑来取得成功的。

§5.11.13

πολλάκις γὰρ μέλλησίς τε εἰς τὸν καιρὸν ἐλθοῦσα μᾶλλον ὤνησε καὶ σπουδὴ οὐκ ἐν δέοντι ἐπιδειχθεῖσα πολλοῖς ἀνεχαίτισε τὴν τοῦ κατορθώσειν ἐλπίδα.

因为合乎时宜的迟延往往能带来更大的益处,而不合时宜的急躁则让许多人断送了功成名就的希望。

§5.11.14

ῥᾷον γὰρ οἱ πλεῖστοι ἀπαράσκευοι μέν, ἐξ ἀντιπάλου δὲ τῆς δυνάμεως μαχόμενοι, ἡσσῶνται ἢ ὅσοι3 τὴν ἐλάσσω ἰσχὺν ὡς ἄριστα παρασκευασάμενοι ἐς τὸν ἀγῶνα κατέστησαν.

因为大多数人若是未作准备,哪怕依仗匹敌的力量作战,也比那些将劣势兵力整备至尽善尽美后投入交锋的人更容易招致溃败。

语法注3 条
  1. 5.11.1ἐν γειτόνων

    介词 ἐν 之后接属格 γειτόνων 是古希腊语中表示“在邻近处/咫尺之间”的固定习语(源于省略 οἴκων 或 χωρίων 等词)。此处与与格分词短语 οὖσι τοῖς πολεμίοις(“敌人正处于……”)连用,指敌人就在近旁。

  2. 5.11.9τρίτον ἐχούσης ἔτος

    阴性现在分词 ἐχούσης 在性、数、格上与紧邻的阴性名词 τῆς ἡγεμονίας(“统治、统治权”)一致,意为“统治正处于第三年之际”。虽与前文的 τοῦ τε βίου(“生命”)并列,但该分词修饰的实际是他统治的时间跨度。

  3. 5.11.14ῥᾷον γὰρ οἱ πλεῖστοι ἀπαράσκευοι μέν, ἐξ ἀντιπάλου δὲ τῆς δυνάμεως μαχόμενοι, ἡσσῶνται ἢ ὅσοι

    由比较级副词 ῥᾷον 与连词 ἤ 构成的比较结构。主句主语为 οἱ πλεῖστοι(“大多数人”),并由构成对比的形容词与分词短语修饰(虽未作准备,但以匹敌的兵力作战)。ἤ 引出的关系代词分句 ὅσοι... 作为比较的对照主语,其后省略了谓语动词 ἡσσῶνται(“比那些……的人更容易被击溃”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.11.1-5.11.14