- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.10.33-5.10.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留结束演说后释放了俘虏,制止了劫掠,并厚待被俘的哥特人。主战派领袖帕斯托尔中风猝死,阿斯克勒庇奥多托斯与亲罗马的斯捷法诺斯激烈论辩后被愤怒的民众处死肢解,民众最终获得了贝利撒留的宽恕。
αἰσχρὸν γὰρ τῶν μὲν πολεμίων κρατεῖν, τοῦ δὲ θυμοῦ ἥσσους φαίνεσθαι. ὑμῖν δὲ χρήματα μὲν τὰ ἄλλα γινέσθω τῆς ἀρετῆς ἆθλα, γυναῖκες δὲ τοῖς ἀνδράσι ξὺν τοῖς παισὶν ἀποδιδόσθων. μανθανέτωσαν δὲ οἱ νενικημένοι τοῖς πράγμασιν ἡλίκων ἐξ ἀβουλίας ἐστέρηνται φίλων.”
因为战胜了敌人,却显得屈服于自己的愤怒,乃是可耻之事。其余的财物大可作为你们英勇的奖赏,但妇女应当连同儿童一并归还给其丈夫。让战败者从事实中明白,由于他们的愚蠢,他们失去了多么伟大的朋友。”
Τοσαῦτα εἰπὼν Βελισάριος τάς τε γυναῖκας καὶ τὰ παιδία καὶ τὰ ἄλλα ἀνδράποδα Νεαπολίταις πάντα ἀφῆκεν, ὕβρεως οὐδεμιᾶς ἐς πεῖραν ἐλθόντα, καὶ αὐτοῖς τοὺς στρατιώτας διήλλαξεν.
贝利撒留说了这番话后,便将所有妇女、儿童以及其余沦为奴隶的人全部归还给那不勒斯人,未让他们遭受任何凌辱,并使士兵们与他们和解。
οὕτω τε Νεαπολίταις ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ αἰχμαλώτοις τε γενέσθαι καὶ τὴν ἐλευθερίαν ἀνασώσασθαι καὶ τῶν χρημάτων τὰ τιμιώτατα ἀνακτήσασθαι.
于是,那不勒斯人在同一天里既沦为俘虏,又重获自由,并收回了最宝贵的财产。
ἐπεὶ αὐτῶν ὅσοι χρυσὸν ἢ ἄλλο τι τῶν τιμίων ἔχοντες ἔτυχον, οὗτοι δὴ τὰ πρότερα ἐς γῆν κατορύξαντες ἀπεκρύψαντο, καὶ ταύτῃ τοὺς πολεμίους λαθεῖν ἴσχυσαν αὐτοῖς χρήμασι τὰς οἰκίας ἀπολαβόντες. ἥ τε πολιορκία ἐς ἡμέρας μάλιστα εἴκοσι κατατείνασα ἐς τοῦτο ἐτελεύτα.
因为他们当中凡是有黄金或其他贵重之物的人,此前早已将其埋入地下藏匿起来,以此瞒过了敌人,在收回房屋的同时也保全了财物。这场持续了大约二十天的围城战便以这样的方式告终。
Γότθους δὲ τοὺς τῇδε ἁλόντας οὐχ ἥσσους ἢ ὀκτακοσίους ὄντας κακῶν ἀπαθεῖς Βελισάριος παντάπασι διαφυλάξας, οὐκ ἐλασσόνως ἢ τοὺς στρατιώτας τοὺς αὑτοῦ ἐν τιμῇ εἶχε.
至于在此地被俘的不少于八百名的哥特人,贝利撒留让他们完全免遭任何伤害,对他们的礼遇丝毫不亚于自己的士兵。
Πάστωρ δέ, ὃς ἐς ἀπόνοιαν, ὡς πρότερόν μοι δεδήλωται, τὸν δῆμον ἐνῆγεν, ἐπεὶ τὴν πόλιν ἁλισκομένην εἶδεν, ἐς ἀποπληξίαν ἐξέπεσε καὶ ἐξαπίνης ἀπέθανεν, οὔτε νοσήσας πρότερον οὔτε ἄλλο τι πρὸς οὐδενὸς παθὼν ἄχαρι.
至于帕斯托尔,正如我此前所述,他曾唆使民众陷入盲动,当他看到城市陷落时,便中风猝死;他此前既无病痛,也未曾受到任何人的伤害。
Ἀσκληπιόδοτος δέ, ὃς ξὺν αὐτῷ ταῦτα ἔπρασσε, ξὺν τῶν λογίμων τοῖς περιοῦσι παρὰ Βελισάριον ἦλθε.
然而曾与他一同行事的阿斯克勒庇奥多托斯,则与幸存的显贵们一同来到了贝利撒留面前。
καὶ αὐτῷ Στέφανος ἐπιτωθάζων ἐλοιδορεῖτο ὧδε· “Ὅρα, ὦ κάκιστε ἀνθρώπων ἁπάντων, οἷα κακὰ τὴν πατρίδα εἰργάσω, τῆς ἐς Γότθους εὐνοίας τὴν τῶν πολιτῶν ἀποδόμενος σωτηρίαν.1
斯捷法诺斯便嘲弄并痛斥他道:“看哪,全人类中最邪恶的家伙,你把市民的安全当作对哥特人效忠的代价出卖,给祖国带来了何等深重的灾难!
εἶτα εἰ μὲν τοῖς βαρβάροις εὖ ἐγεγόνει τὰ πράγματα, ἠξίωσας ἂν ἔμμισθός τε αὐτὸς πρὸς ἐκείνων εἶναι καὶ ἡμῶν ἕκαστον τῶν τὰ βελτίω βεβουλευμένων τῆς ἐς τοὺς Ῥωμαίους προδοσίας ὑπαγαγεῖν.2
假若局势对蛮族有利,你本会自命有资格从他们那里领取薪赏,并以背叛罗马之罪,将我们这些谋划了良策的人一一送上审判席。
ἐπεὶ δὲ τὴν μὲν πόλιν βασιλεὺς εἷλε, σεσώσμεθα δὲ τῇ τοῦδε τοῦ ἀνδρὸς ἀρετῇ, οὕτω δὲ εἰσελθεῖν παρὰ τὸν στρατηγὸν ἀνεπισκέπτως ἐτόλμησας ἅτε οὐδὲν δεινὸν οὔτε Νεαπολίτας οὔτε τὸ βασιλέως διαπεπραγμένος στρατόπεδον, ἀξίας τίσεις δίκας.”
然而,既然皇帝攻克了这座城,我们又因这位大人的美德而获救,你竟敢如此冒失地走进统帅面前,仿佛你既未曾对那不勒斯人、也未曾对皇帝的军队犯下任何可怕的罪行一样,你必将受到应有的惩罚。”
Στέφανος μὲν τῇ ξυμφορᾷ περιώδυνος ὢν ἐς Ἀσκληπιόδοτον ταῦτα ἀπέρριψεν. ὁ δὲ αὐτὸν ἀμείβεται τοῖσδε· “Λέληθας σαυτὸν ἐγκωμιάζων ἡμᾶς,3 ὦ γενναῖε, οἷς δὴ εὔνοιαν τὴν ἐς τοὺς Γότθους ἡμῖν ὀνειδίζεις.
斯捷法诺斯因这场灾难而痛苦万分,遂将这番话狠狠抛向阿斯克勒庇奥多托斯。后者却如此反驳道:“高尚的先生,你责备我们对哥特人效忠,却在不知不觉中赞美了我们。
εὔνους γάρ τις δεσπόταις κινδυνεύουσιν, εἰ μὴ ἐκ τοῦ βεβαίου τῆς γνώμης, οὐκ ἄν ποτε εἴη. ἐμὲ μὲν οὖν οἱ κρατοῦντες τοιοῦτον τῆς πολιτείας φύλακα ἕξουσιν οἷον ἀρτίως πολέμιον εὗρον, ἐπεὶ ὁ τῇ φύσει τὸ πιστὸν ἔχων οὐ ξυμμεταβάλλει τῇ τύχῃ τὴν γνώμην.
因为若非出于坚定的意志,绝不可能有人会对身处危难的主人保持忠诚。因此,如今的统治者将会拥有我这样一个城邦守护者,正如他们刚才发现我是个敌人一样;因为天性忠诚之人,绝不会随着命运的起伏而改变信念。
σὺ δὲ τῶν πραγμάτων οὐχ ὁμοίως αὐτοῖς φερομένων ἑτοίμως ἂν τοὺς τῶν ἐπιόντων ἐνδέξαιο λόγους. ὁ γὰρ τὸ τῆς διανοίας νοσῶν ἄστατον ἅμα τε ἔδεισε καὶ τὴν ἐς τοὺς φιλτάτους ἠρνήσατο πίστιν.”
但若事态发展对他们不利,你必定会欣然接受进犯者的言辞。因为心神动摇成疾之人,一旦受到惊吓,便会同时背弃对至亲之人的忠义。”
τοσαῦτα μὲν καὶ Ἀσκληπιόδοτος εἶπε. Νεαπολιτῶν δὲ ὁ δῆμος, ἐπεὶ αὐτὸν ἐνθένδε ἀναχωροῦντα εἶδον, ἀθρόοι γενόμενοι, ἅπαντα αὐτῷ ἐπεκάλουν τὰ παρόντα σφίσι. καὶ οὐ πρότερον ἀπέστησαν, πρὶν δὴ ἔκτεινάν τε καὶ τὸ σῶμα κατὰ βραχὺ διεσπάσαντο.
阿斯克勒庇奥多托斯便说了这番话。但那不勒斯的民众见他从那里离开,便聚集起来,把眼前的一切厄运都归咎于他。他们毫不罢休,直到将他杀死并将其尸体撕成碎片。
οὕτω τε ἐν τῇ Πάστωρος οἰκίᾳ γενόμενοι τὸν ἄνδρα ἐζήτουν. τοῖς τε οἰκέταις τεθνάναι Πάστωρα ἰσχυριζομένοις ἥκιστα πιστεύειν ἠξίουν, ἕως αὐτοῖς τὸν τοῦ ἀνθρώπου νεκρὸν ἔδειξαν. καὶ αὐτὸν Νεαπολῖται ἐν τῷ προαστείῳ ἀνεσκολόπισαν.
接着他们来到帕斯托尔的家中搜寻那个人。尽管仆人们坚称帕斯托尔已死,他们却丝毫不肯相信,直到仆人们向他们展示了他的尸体。那不勒斯人便在郊外将其尸体钉在尖桩上。
οὕτω τε Βελισάριον παρῃτήσαντο ἐφ’ οἷς δικαίᾳ ὀργῇ ἐχόμενοι ἔδρασαν, τυχόντες τε αὐτοῦ συγγνώμονος διελύθησαν. οὕτω μὲν Νεαπολῖται ἀπήλλαξαν.
于是他们恳求贝利撒留宽恕他们在正当愤怒之下所做的事情,获得他的赦免后便散去了。那不勒斯人的结局便是如此。
- 5.10.40τῆς ἐς Γότθους εὐνοίας τὴν τῶν πολιτῶν ἀποδόμενος σωτηρίαν
动词 ἀποδίδομαι(卖出、变卖)接宾格(τὴν τῶν πολιτῶν ... σωτηρίαν)表示所出卖的对象,接价格属格(τῆς ἐς Γότθους εὐνοίας)表示交换的代价。意为“以对哥特人的效忠为代价,出卖了市民的安全”。
- 5.10.41τῆς ἐς τοὺς Ῥωμαίους προδοσίας ὑπαγαγεῖν
动词 ὑπάγω 在此用作司法含义的“告发、传讯”,接被告人宾格(ἡμῶν ἕκαστον)和罪由属格(τῆς ... προδοσίας),构成罪名属格句式。
- 5.10.43Λέληθας σαυτὸν ἐγκωμιάζων ἡμᾶς
动词 λανθάνω 搭配反身代词宾格(σαυτόν)和补充动名词/分词(ἐγκωμιάζων)的习惯用法,字面意为“你在赞美我们一事上瞒过了自己”,即“你在不知不觉中赞美了我们”。
