- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.10.18-5.10.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
经由导水渠潜入的士兵夺取城楼,将梯子接合引导大军突入城内,瓦解了犹太守军的坚决抵抗并攻占那不勒斯;城破后发生残酷的洗劫与屠杀,贝利撒留遂制止部下并发表讲话,规劝全军展现克制与宽容。
καταθέμενος οὖν αὐτίκα τὰ ὅπλα, ταῖς τε χερσὶ καὶ τοῖς ποσὶ τὴν ἀνάβασιν βιασάμενος, ἐς τὸ τῆς γυναικὸς οἴκημα ἦλθε.
于是他立刻放下武器,手足并用奋力攀爬,来到了那个妇人的房屋里。
καὶ αὐτὴν ἐνταῦθα ἰδών, ἢν μὴ σιωπῴη, κτείνειν ἠπείλησεν. ἡ δὲ καταπλαγεῖσα ἄφωνος ἔμεινε. καὶ ὃς ἐκ τοῦ πρέμνου τῆς ἐλαίας ἱμάντα τινὰ ἰσχυρὸν ἀναψάμενος τὴν ἑτέραν τοῦ ἱμάντος ἀρχὴν ἐς τὸν ὀχετὸν ἔρριψεν. οὗ δὴ λαβόμενος τῶν στρατιωτῶν ἕκαστος ἀνέβαινε μόλις.
他在那里看见她,便威胁说若不噤声就杀了她。她惊恐万状,一言不发。他把一根结实的皮带系在橄榄树的树桩上,将皮带的另一头抛入导水渠中。士兵们各自抓住这根皮带,艰难地爬了上来。
ἐπεὶ δὲ ἀναβεβήκεσαν ἅπαντες τῆς τε νυκτὸς τὸ τεταρτημόριον ἔτι ἐλείπετο, χωροῦσιν ἐπὶ τὸ τεῖχος· καὶ πύργων δύο τοὺς φύλακας, οὐδέν τι αἰσθανομένους τοῦ κακοῦ, κτείνουσιν ἀμφὶ τὰ πρὸς βορρᾶν τοῦ περιβόλου, ἔνθα Βελισάριος ξὺν τῷ Βέσσᾳ καὶ Φωτίῳ εἱστήκει, καραδοκῶν τὰ πρασσόμενα.
当众人全部攀登上去时,黑夜还剩下四分之一,他们便向城墙进发;在城墙北面一段,即贝利撒留与贝萨斯和弗提乌斯驻足翘首注视事态发展的地方,他们杀死了两座塔楼的守卫,那些守卫对此厄运毫无察觉。
καὶ οἱ μὲν τὸ στράτευμα ἐπὶ τὸ τεῖχος ταῖς σάλπιγξιν ἐκάλουν, Βελισάριος δὲ τῷ περιβόλῳ τὰς κλίμακας ἐρείσας τοὺς στρατιώτας ἐνθένδε ἀναβαίνειν ἐκέλευε.
他们用号角召集军队登上城墙,贝利撒留也命人将梯子倚靠在城墙上,命士兵由此登城。
τῶν δὲ κλιμάκων οὐδεμίαν διήκειν ἄχρι ἐς τὰς ἐπάλξεις ξυνέβαινεν. ἅτε γὰρ αὐτὰς οὐκ ἐκ τοῦ ἐμφανοῦς οἱ τεχνῖται ποιούμενοι μέτρου τοῦ καθήκοντος οὐχ οἷοί τε ἐξικνεῖσθαι ἐγένοντο.1
然而,所有梯子竟没有一把能达到女墙。因为工匠不是公开制作梯子的,未能达到所需的尺寸。
διόπερ δύο ἐς ἀλλήλας ξυνδέοντες καὶ ἐπ’ ἀμφοῖν ἀναβαίνοντες οὕτω δὴ τῶν ἐπάλξεων καθυπέρτεροι οἱ στρατιῶται ἐγένοντο. ταῦτα μὲν οὖν Βελισαρίῳ ἐφέρετο τῇδε.
因此,士兵们将两具梯子绑缚在一起,踏着两具梯子而上,这才得以高过女墙。贝利撒留方面的情况便是如此进展的。
Ἐς δὲ τὰ πρὸς θάλασσαν τοῦ περιβόλου, ἔνθα οὐχ οἱ βάρβαροι, ἀλλὰ Ἰουδαῖοι φυλακὴν εἶχον, οὔτε ταῖς κλίμαξι χρῆσθαι οὔτε ἀναβαίνειν ἐς τὸ τεῖχος οἱ στρατιῶται ἐδύναντο.
但在城墙面海的一侧,负责把守的不是蛮族,而是犹太人,士兵们既无法使用梯子,也无法登上城墙。
οἱ γὰρ Ἰουδαῖοι τοῖς πολεμίοις ἤδη προσκεκρουκότες, ἐμπόδιοί τε γεγενημένοι ὅπως μὴ τὴν πόλιν ἀμαχητὶ ἕλωσι, καὶ ἀπ’ αὐτοῦ ἐλπίδα οὐδεμίαν ἢν ὑπ’ αὐτοῖς ὦσιν ἔχοντες, καρτερῶς τε, καίπερ αὐτοῖς τῆς πόλεως ἤδη ἁλούσης, ἐμάχοντο καὶ τῇ τῶν ἐναντίων προσβολῇ παρὰ δόξαν ἀντεῖχον.
因为犹太人此前已与敌人发生冲突,阻碍了他们不费一战夺取该城,因而深知一旦落入敌人手中便毫无希望,所以尽管城市已经被攻克,他们仍顽强战斗,出人意料地抵挡住了对手的进攻。
ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ τῶν ἀναβεβηκότων τινὲς ἐπ’ αὐτοὺς ᾔεσαν, οὕτω δὴ καὶ αὐτοὶ ὄπισθεν βαλλόμενοι ἔφευγον, καὶ κατὰ κράτος Νεάπολις ἥλω. καὶ τῶν πυλῶν ἤδη ἀνακεκλιμένων ἅπας ὁ Ῥωμαίων στρατὸς εἰσῄει.
然而,当天色大亮,部分登城者向他们包抄过来时,他们腹背受敌,也纷纷逃窜,那不勒斯就这样被强行攻破。城门既已敞开,全体罗马大军鱼贯而入。
ὅσοι δὲ ἀμφὶ πύλας ἐτετάχατο τὰς πρὸς ἀνίσχοντα ἥλιον τετραμμένας, ἐπεὶ κλίμακες σφίσι παροῦσαι οὐδαμῆ ἔτυχον, ταύτας δὴ τὰς πύλας ἀφυλάκτους παντάπασιν οὔσας ἔκαυσαν.
那些部署在朝向日出之门附近的士兵,由于手头完全没有梯子,便纵火烧毁了这些彻底无人把守的城门。
ἔρημον γὰρ ἀνδρῶν τὸ ἐκείνῃ τεῖχος, ἅτε τῶν φυλάκων δρασμῷ χρησαμένων, ἐγένετο. φόνος τε ἐνταῦθα πολὺς ἐγεγόνει. θυμῷ γὰρ ἐχόμενοι ἅπαντες, ἄλλως τε καὶ ὅσοις ἀδελφόν τινα ἣ ξυγγενῆ ἀποθανεῖν τειχομαχοῦντα τετύχηκε, τὸν ἐν ποσὶν ἀεί, οὐδεμιᾶς ἡλικίας φειδόμενοι, ἔκτεινον, ἔς τε τὰς οἰκίας ἐσβάλλοντες παῖδας μὲν καὶ γυναῖκας ἠνδραπόδισαν, τὰ δὲ χρήματα ἐληίσαντο, καὶ πάντων μάλιστα οἱ Μασσαγέται, οἳ οὐδὲ τῶν ἱερῶν ἀπεχόμενοι πολλοὺς τῶν ἐς αὐτὰ φυγόντων ἀνεῖλον, ἕως Βελισάριος πανταχόσε περιιὼν διεκώλυσέ τε καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε·
因为守卫逃走后,该处的城墙已空无一人。城内发生了惨烈的屠杀。所有人都被愤怒所吞噬,尤其是那些有兄弟或亲族在攻城战中阵亡的人,他们不分长幼,见人便杀,闯入民宅掠走妇女儿童为奴,劫掠财物,其中尤以马萨革泰人为甚,他们甚至连圣所都不放过,残杀了许多逃入其中的人;直到贝利撒留四处巡视制止,并召集全体将士,说道:
“Ἐπειδὴ νενικηκέναι τε ἡμῖν δέδωκεν ὁ θεὸς καὶ ἐπὶ πλεῖστον εὐδοξίας ἀφῖχθαι, πόλιν ἀνάλωτον πρότερον οὖσαν ὑποχειρίαν ἡμῖν ποιησάμενος, ἀναγκαῖον καὶ ἡμᾶς τὸ μὴ ἀναξίους εἶναι τῆς χάριτος, ἀλλὰ τῇ ἐς τοὺς ἡσσημένους φιλανθρωπίᾳ τὸ δικαίως κεκρατηκέναι τούτων ἐνδείκνυσθαι.2
“既然上帝已赐予我们胜利,并把一座此前未被攻克过的城市交到我们手中,使我们荣光倍至,那么我们也有必要不辜负这恩典,而是以对败者的仁慈,证明我们对他们的统治是理所应当的。
μὴ τοίνυν ἀπέραντα Νεαπολίτας μισήσητε, μηδὲ ὑπερόριον τοῦ πολέμου τὸ ἐς αὐτοὺς ἔχθος ποιήσητε. τοὺς γὰρ ἡσσημένους οὐδεὶς τῶν νενικηκότων ἔτι μισεῖ.
因此,切勿无休止地仇恨那不勒斯人,切勿将对他们的敌意延伸到战争界限之外。因为得胜者绝不会再对败者心存仇恨。
κτείνοντές τε αὐτοὺς οὐ πολεμίων ἀπαλλαγήσεσθε τὸ λοιπόν, ἀλλὰ θανάτῳ ζημιωθήσεσθε τῶν ὑπηκόων.3 οὐκοῦν ἀνθρώπους τούσδε μηδὲν ἐργάσησθε περαιτέρω κακόν, μηδὲ τῇ ὀργῇ πάντα χαρίζεσθε.
杀戮他们,并不能使你们就此摆脱敌人,反倒会因失去臣民而遭受损失。因此,切勿再对这些人施加任何伤害,切勿对怒火百般顺从。
- 5.10.22μέτρου τοῦ καθήκοντος οὐχ οἷοί τε ἐξικνεῖσθαι ἐγένοντο
动词 ἐξικνέομαι(达到)在此处支配属格补足语 μέτρου τοῦ καθήκοντος(合适的尺寸/长度)。οὐχ οἷοί τε ... ἐγένοντο 是 οὐχ οἷός τέ εἰμι(不能)的过去式表现。
- 5.10.30ἀναγκαῖον καὶ ἡμᾶς τὸ μὴ ἀναξίους εἶναι τῆς χάριτος, ἀλλὰ τῇ ἐς τοὺς ἡσσημένους φιλανθρωπίᾳ τὸ δικαίως κεκρατηκέναι τούτων ἐνδείκνυσθαι
非人称形容词 ἀναγκαῖον 省略了 ἐστί,支配带宾格主语的动词不定式结构,逻辑主语为 ἡμᾶς。两个冠词不定式短语由 ἀλλά 连接形成对照:τὸ μὴ ἀναξίους εἶναι 与 τὸ ... ἐνδείκνυσθαι。在后一短语中,动词 ἐνδείκνυσθαι 的直接宾语又是另一个冠词不定式短语 τὸ δικαίως κεκρατηκέναι τούτων(正当地支配他们)。
- 5.10.32θανάτῳ ζημιωθήσεσθε τῶν ὑπηκόων
动词 ζημιόω(惩罚、使蒙受损失)的被动态在此处表示“遭受损失”。手段/原因与格 θανάτῳ(因死亡)与表示分离/剥夺的属格 τῶν ὑπηκόων(丧失臣民)结合使用。
