← 普罗科皮乌斯

战史

§5.1.1-5.1.19

奥多亚克篡权与狄奥多里克进军意大利

作者记述了西方欧瑞斯特被杀、奥多亚克专权,以及狄奥多里克在芝诺皇帝建议下进军意大利围攻拉文纳的经过,并详述了拉文纳独特的险要地势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1.1

Τὰ μὲν οὖν ἐν Λιβύῃ πράγματα τῇδε Ῥωμαίοις ἐχώρησεν. ἐγὼ δὲ ἐπὶ πόλεμον τὸν Γοτθικὸν εἶμι, ἐπειπὼν πρότερον ὅσα Γότθοις τε καὶ Ἰταλιώταις πρὸ τοῦδε τοῦ πολέμου γενέσθαι ξυνέβη.

利比亚的局势于罗马人而言便是如此演进的。我接下来将转向哥特战争,在此之前先叙明在这场战争之前哥特人与意大利人所遭遇的一切。

§5.1.2

Ἐπὶ Ζήνωνος ἐν Βυζαντίῳ βασιλεύοντος Αὔγουστος εἶχε τὸ ἑσπέριον κράτος, ὃν καὶ Αὐγούστουλον ὑποκοριζόμενοι ἐκάλουν Ῥωμαῖοι, ὅτι δὴ μειράκιον ὢν ἔτι τὴν βασιλείαν παρέλαβεν, ἥν οἱ Ὀρέστης ὁ πατὴρ διῳκεῖτο ξυνετώτατος ὤν.

芝诺在拜占庭执政之时,奥古斯都执掌西方政权,罗马人又以昵称唤他为奥古斯图卢斯,盖因他尚为少年时便继承了皇位,而极为精明的父亲欧瑞斯特为他处理国事。

§5.1.3

ἐτύγχανον δὲ Ῥωμαῖοι χρόνῳ τινὶ πρότερον Σκίρους τε καὶ Ἀλανοὺς καὶ ἄλλα ἄττα Γοτθικὰ ἔθνη ἐς ξυμμαχίαν ἐπαγαγόμενοι· ἐξ οὗ δὴ αὐτοῖς πρός τε Ἀλαρίχου καὶ Ἀττίλα συνηνέχθη παθεῖν ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.

在此之前一段时间,罗马人恰好将斯基里人、阿兰人以及其他若干哥特部族接纳入盟;由此他们便从阿拉里克与阿提拉那里招致了我在此前著作中所叙述的那些灾祸。

§5.1.4

ὅσῳ τε τὰ τῶν βαρβάρων ἐν αὐτοῖς ἤκμαζε, τοσούτῳ τὸ τῶν Ῥωμαίων στρατιωτῶν ἀξίωμα ἤδη ὑπέληγε, καὶ τῷ εὐπρεπεῖ τῆς ξυμμαχίας ὀνόματι πρὸς τῶν ἐπηλύδων τυραννούμενοι ἐβιάζοντο· ὥστε αὐτοὺς ἀνέδην ἄλλα τε πολλὰ οὔ τι ἑκουσίους ἠνάγκαζον καὶ τελευτῶντες ξύμπαντας πρὸς αὐτοὺς νείμασθαι τοὺς ἐπὶ τῆς Ἰταλίας ἀγροὺς ἠξίουν.

蛮族的势力在他们之中越是盛大,罗马士兵的威信就越趋衰落,他们以“同盟”这一好听的名义受着外来者的专横凌辱;以至于这些外来者肆无忌惮地强迫他们违心接受诸多其他事项,最终竟要求与他们分割意大利的所有土地。

§5.1.5

ὧν δὴ τὸ τριτημόριον σφίσι διδόναι τὸν Ὀρέστην ἐκέλευον, ταῦτά τε ποιήσειν αὐτὸν ὡς ἥκιστα ὁμολογοῦντα εὐθὺς ἔκτειναν.

他们命令欧瑞斯特将其中三分之一割让给他们,一见他绝不答应此事,便立即将他杀死。

§5.1.6

ἦν δέ τις ἐν αὐτοῖς Ὀδόακρος ὄνομα, ἐς τοὺς βασιλέως δορυφόρους τελῶν· ὃς αὐτοῖς τότε ποιήσειν τὰ ἐπαγγελλόμενα ὡμολόγησεν, ἤνπερ αὐτὸν ἐπὶ τῆς ἀρχῆς καταστήσωνται.

他们之中有一位名叫奥多亚克的人,隶属于皇帝的扈从护卫;他当时应承道,只要他们拥戴他登上统治之位,他便兑现这些要求。

§5.1.7

οὕτω τε τὴν τυραννίδα παραλαβὼν ἄλλο μὲν οὐδὲν τὸν βασιλέα κακὸν ἔδρασεν, ἐν ἰδιώτου δὲ λόγῳ βιοτεύειν τὸ λοιπὸν εἴασε.

他以此方式夺取政权后,并未对皇帝施加其他伤害,而是容许他在余生中以平民身份生活。

§5.1.8

καὶ τοῖς βαρβάροις τὸ τριτημόριον τῶν ἀγρῶν παρασχόμενος τούτῳ τε τῷ τρόπῳ αὐτοὺς βεβαιότατα ἑταιρισάμενος τὴν τυραννίδα ἐς ἔτη ἐκρατύνετο δέκα.

他将土地的三分之一拨给蛮族,用这种手段使他们极度忠诚地团结在自己周围,从而稳固维系了统治达十年之久。

§5.1.9

Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ Γότθοι, οἳ ἐπὶ Θρᾴκης δόντος βασιλέως κατῴκηντο, ὅπλα ἐπὶ Ῥωμαίους, Θευδερίχου σφίσιν ἡγουμένου, ἀντῆραν, ἀνδρὸς πατρικίου τε καὶ ἐς τὸν ὑπάτων δίφρον ἀναβεβηκότος ἐν Βυζαντίῳ.

约在同一时期,因皇帝赐予而定居于色雷斯的哥特人,也在狄奥多里克的率领下对罗马人举兵反抗;此人拥有贵族爵位,并在拜占庭升任过执政官之座。

§5.1.10

Ζήνων δὲ βασιλεύς, τὰ παρόντα εὖ τίθεσθαι ἐπιστάμενος, Θευδερίχῳ παρῄνει ἐς Ἰταλίαν πορεύεσθαι καὶ Ὀδοάκρῳ ἐς χεῖρας ἰόντι τὴν ἑσπερίαν ἐπικράτησιν αὑτῷ τε καὶ Γότθοις πορίζεσθαι.

但皇帝芝诺深谙审时度势之道,劝狄奥多里克进军意大利,与奥多亚克交锋,从而为他自己和哥特人赢取西方的统治权。

§5.1.11

ἄμεινον γάρ οἱ εἶναι, ἄλλως τε καὶ ἐπ’ ἀξίωμα βουλῆς ἥκοντι, τύραννον βιασαμένῳ Ῥωμαίων τε καὶ Ἰταλιωτῶν ἄρχειν ἁπάντων ἢ βασιλεῖ διαμαχομένῳ ἐς τόσον κινδύνου ἰέναι.1

因为对于他——特别是已经获得元老院崇高地位的人来说——以武力制服僭主并统御全罗马人与意大利人,远胜于与皇帝抗衡而身陷如此巨大的凶险。

§5.1.12

Θευδέριχος δὲ ἡσθεὶς τῇ ὑποθήκῃ ἐς Ἰταλίαν ᾔει, καὶ αὐτῷ ὁ τῶν Γότθων λεὼς εἵπετο, παῖδάς τε καὶ γυναῖκας ἐν ταῖς ἁμάξαις ἐνθέμενοι καὶ τὰ ἔπιπλα ὅσα φέρειν οἷοί τε ἦσαν.

狄奥多里克对此计甚喜,遂启程前往意大利,哥特民众也跟随着他,将妇幼置于车辆之中,携带尽可能搬动的所有财物。

§5.1.13

ἐπειδή τε κόλπου ἄγχιστα τοῦ Ἰονίου ἐγένοντο, διαπορθμεύεσθαι, νηῶν σφίσιν οὐ παρουσῶν, ἥκιστα εἶχον· περιιόντες δὲ τὴν τοῦ κόλπου περίοδον πρόσω ἐχώρουν διά τε Ταυλαντίων καὶ τῶν ταύτῃ ἐθνῶν.

当他们行至极近伊奥尼亚湾处时,由于手头全无舟楫,根本无法渡海;于是他们绕行海湾周缘,途经陶兰提亚人及当地各族之境向前进发。

§5.1.14

τούτοις δὲ οἱ ἀμφὶ Ὀδόακρον ὑπαντιάσαντες μάχαις τε ἡσσηθέντες πολλαῖς ἔν τε Ῥαβέννῃ σὺν τῷ ἡγεμόνι σφᾶς αὐτοὺς εἷρξαν καὶ ἐν τοῖς μάλιστα τῶν ἄλλων χωρίων ἰσχυροῖς οὖσι.

奥多亚克一行迎面阻击,却在多次战役中溃败,遂与主帅一同闭守于拉文纳以及其余格外险固的据点之内。

§5.1.15

καθεστηκότες δὲ εἰς πολιορκίαν οἱ Γότθοι τὰ μὲν ἄλλα χωρία ξύμπαντα τρόπῳ δὴ ὅτῳ ἑκάστῳ τετύχηκεν εἷλον, Καισῆναν δὲ τὸ φρούριον, ὅπερ σταδίοις τριακοσίοις Ῥαβέννης διέχει, Ῥάβεννάν τε αὐτήν, ἔνθα καὶ Ὀδόακρον συμπέπτωκεν εἶναι, οὔτε ὁμολογίᾳ οὔτε βίᾳ ἑλεῖν ἴσχυον.

哥特人展开围攻,依照各自不同的机缘攻克了其余所有据点,但距离拉文纳三百斯塔迪昂的要塞凯塞纳,以及奥多亚克恰好身在其中的拉文纳本身,无论通过受降还是强攻皆无法拔除。

§5.1.16

Ῥάβεννα γὰρ αὕτη ἐν πεδίῳ μὲν κεῖται ὑπτίῳ ἐς τοῦ Ἰονίου κόλπου τὰ ἔσχατα, δυοῖν σταδίοιν διειργομένη μέτρῳ τὸ μὴ ἐπιθαλάσσιος εἶναι,2 οὐκ εὐέφοδος δὲ οὔτε ναυσὶν οὔτε πεζῶν στρατῷ φαίνεται οὖσα.

盖此拉文纳坐落于伊奥尼亚湾尽头的一处平坦平原之上,以两斯塔迪昂之距隔绝于海,不属临海之地,然而无论对舟师还是对步军而言,皆显得不可轻易逼近。

§5.1.17

αἵ τε γὰρ νῆες καταίρειν ἐς τὴν ἐκείνῃ ἀκτὴν ἥκιστα ἔχουσιν, ἐπεὶ αὐτὴ ἡ θάλασσα ἐμπόδιός ἐστι βράχος ποιουμένη οὐχ ἧσσον ἢ κατὰ σταδίους τριάκοντα, καὶ ἀπ’ αὐτοῦ τὴν ἠϊόνα ταύτην, καίπερ τοῖς πλέουσιν ἄγχιστα ὁρωμένην, τῇ τοῦ βράχους περιουσίᾳ ἑκαστάτω ξυμβαίνει εἶναι.

船只绝难停靠于该处海岸,因海水本身形成障碍,浅滩延展不少于三十斯塔迪昂,因此这片滩岸对航海者而言虽近在咫尺,却因广袤浅滩而实属极遥。

§5.1.18

καὶ τῷ πεζῷ στρατῷ ἐσβατὴ οὐδαμῆ γίγνεται· Πάδος τε γὰρ ὁ ποταμός, ὃν καὶ Ἠριδανὸν καλοῦσιν, ἐξ ὁρίων τῶν Κελτικῶν ταύτῃ φερόμενος καὶ ποταμοὶ ἄλλοι ναυσίποροι ξὺν λίμναις τισὶ πανταχόθεν αὐτὴν περιβάλλοντες ἀμφίρρυτον ποιοῦσι τὴν πόλιν.

步军亦全无涉足之途;因那条亦被称为厄里达诺斯的波河从凯尔特边境奔流至此,与其他可行舟的河流及若干沼泽自四面合抱此地,使这座城池环流绕抱。

§5.1.19

ἐνταῦθα γίγνεταί τι ἐς ἡμέραν ἑκάστην θαυμάσιον οἷον. ἡ θάλασσα πρωῒ ποιουμένη σχῆμα ποταμοῦ ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ ἐς γῆν ἀναβαίνει καὶ πλόϊμον αὑτὴν παρεχομένη ἐν μέσῃ ἠπείρῳ, αὖθις ἀναλύουσα τὸν πορθμὸν ἀναστρέφει ἀμφὶ δείλην ὀψίαν,3 καὶ ἐφ’ αὑτὴν ξυνάγει τὸ ῥεῦμα.

在此每日皆发生一件惊奇之事。清晨大海化作河流之形,向陆地深入达轻装者一日之程,在大陆正中辟出可行舟的水域;及至暮色渐深之际,海潮复解其通路而倒流,将水流重新收聚回自身之中。

语法注3 条
  1. 5.1.11ἄμεινον γάρ οἱ εἶναι, ἄλλως τε καὶ ἐπ’ ἀξίωμα βουλῆς ἥκοντι, τύραννον βιασαμένῳ Ῥωμαίων τε καὶ Ἰταλιωτῶν ἄρχειν ἁπάντων ἢ βασιλεῖ διαμαχομένῳ ἐς τόσον κινδύνου ἰέναι

    间接引语中的不定式结构(以 εἶναι 为谓语,由 ἄμεινον 修饰)。分词 ἥκοντι、βιασαμένῳ 和 διαμαχομένῳ 均作与格,与代词 οἱ(指狄奥多里克)保持一致,充当被比较的不定式 ἄρχειν 与 ἰέναι 的逻辑主语;二者由比较小词 ἤ 连接。

  2. 5.1.16δυοῖν σταδίοιν διειργομένη μέτρῳ τὸ μὴ ἐπιθαλάσσιος εἶναι

    在表示隔绝或阻碍的分词(διειργομένη)之后,接带有否定词 μή 的定冠词不定式(τὸ μὴ ... εἶναι),表示“未能临海”的结果或阻隔状态。δυοῖν σταδίοιν ... μέτρῳ 为表示相差尺度的与格(“相隔两斯塔迪昂之距”)。

  3. 5.1.19ἐς γῆν ἀναβαίνει καὶ πλόϊμον αὑτὴν παρεχομένη ἐν μέσῃ ἠπείρῳ, αὖθις ἀναλύουσα τὸν πορθμὸν ἀναστρέφει ἀμφὶ δείλην ὀψίαν

    句子的核心骨架为由 καί 连接的两个主动词 ἀναβαίνει 与 ἀναστρέφει。分词 παρεχομένη 描述涨潮时的伴随状态(“使自身可行舟”),分词 ἀναλύουσα 则描述退潮时的动作(“解除该水道”)。句中 ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρί 为表示距离跨度的宾格(“轻装男子一日之行程”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.1.1-5.1.19