← 普罗科皮乌斯

战史

§4.28.33-4.28.52

迦太基秩序的恢复与约翰平定叛乱

诛杀贡塔里斯后,阿尔塔巴内斯等人肃清僭主余党并平定迦太基,随后约翰继任统帅并最终击溃叛乱的毛鲁西亚人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.28.33

Πέτρος δὲ καὶ Ἀρταβάνης, ὁ μὲν τὸ Γονθάριδος ξίφος, ὁ δὲ τὸ τοῦ Οὐλιθέου πεπτωκότος ἁρπάσας,1 τῶν δορυφόρων τοὺς λειπομένους αὐτοῦ ἔκτειναν.

彼得与阿尔塔巴内斯——一人夺得贡塔里斯的佩剑,另一人夺得倒地的乌利特奥斯之剑——当场斩杀了其余的侍卫。

§4.28.34

γέγονε τοίνυν, ὡς τὸ εἰκός, κραυγῆς τε καὶ ταραχῆς μέγα τι χρῆμα. αἰσθόμενοί τε ταύτης ὅσοι τῶν Ἀρμενίων παρὰ τοὺς τοῦ τυράννου φύλακας ἵσταντο, τὰς ἀσπίδας εὐθὺς ἀνελόμενοι κατὰ τὰ σφίσι ξυγκείμενα ἐπὶ τὰς στιβάδας ἐχώρουν δρόμῳ, καὶ τούς τε Βανδίλους ξύμπαντας τούς τε Γονθάριδι ἐπιτηδείους ἀνεῖλον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος.

正如意料之中的那样,顿时爆发出一片极大的喧嚣与混乱。驻守在僭主卫兵身旁的亚美尼亚人一察觉到这动静,便立时依照先前的约定拿起盾牌,飞奔向卧榻之处,在无人反抗的情形下斩尽了所有的汪达尔人以及贡塔里斯的心腹。

§4.28.35

Τότε Ἀρταβάνης τὸν Ἀθανάσιον ἐμαρτύρατο ἐπιμελεῖσθαι τῶν ἐν Παλατίῳ χρημάτων· ὅσα γὰρ Ἀρεοβίνδῳ ἐλέλειπτο ἐνταῦθα εἶναι.2

这时,阿尔塔巴内斯请阿塔那修斯作证,让他看管宫中的财物;因为阿雷奥宾杜斯留下的所有资财均在那里。

§4.28.36

ἐπεὶ δὲ οἱ φύλακες τὴν Γονθάριδος τελευτὴν ἔμαθον, ξυνετάσσοντο τοῖς Ἀρμενίοις αὐτίκα πολλοί· τῆς γὰρ Ἀρεοβίνδου οἰκίας οἱ πλεῖστοι ἦσαν. ξυμφρονήσαντες τοίνυν Ἰουστινιανὸν ἀνεβόων καλλίνικον.

当卫兵们获悉贡塔里斯的死讯后,许多人当即与亚美尼亚人合为一处;因为他们当中大多数本是阿雷奥宾杜斯的家仆。于是他们同心合意,高呼优士丁尼为凯旋者。

§4.28.37

ἥ τε φωνὴ προϊοῦσα μὲν ἐκ πλήθους ἀνθρώπων, ἐξαισία δὲ ὑπερφυῶς οὖσα ἐς πόλιν ἐξικνεῖσθαι τὴν πολλὴν ἴσχυσεν.

这呼喊声出自众多的人众,又极为洪亮,其声威直达城内大部。

§4.28.38

ἐνθένδε οἱ τῷ βασιλεῖ εὐνοϊκῶς ἔχοντες ἐσπηδήσαντες ἐς τῶν στασιωτῶν τὰς οἰκίας τοὺς μὲν ὕπνον αἱρουμένους, τοὺς δὲ σιτία, ἐνίους δὲ θαμβήσαντάς τε τῷ δέει καὶ ἀπορίᾳ δεινῇ ἐχομένους εὐθὺς ἔκτειναν.

由此,效忠于皇帝的人冲入叛军的住所,当场斩杀了他们当中的人,有的正在熟睡,有的正在进餐,有的则因恐惧而目瞪口呆、陷入极度的惶惑之中。

§4.28.39

ἐν τοῖς καὶ Πασίφιλος ἦν. Ἰωάννης γὰρ ξὺν Βανδίλων τισὶν ἐς τὸ ἱερὸν καταφεύγει.

帕西菲卢斯亦在其列;而约翰则与若干汪达尔人一同逃入圣堂避难。

§4.28.40

οἷς δὴ Ἀρταβάνης τὰ πιστὰ παρασχόμενος ἔνθεν τε ἐξαναστήσας ἐς Βυζάντιον ἔπεμψε καὶ τὴν πόλιν βασιλεῖ ἀνασωσάμενος διεφύλαξε.

阿尔塔巴内斯向他们许诺保其安全,将他们遣离该处并送往拜占庭,为皇帝收复并守住了这座城池。

§4.28.41

γέγονε δὲ ὁ τοῦ τυράννου φόνος ἕκτῃ καὶ τριακοστῇ ἀπὸ τῆς τυραννίδος ἡμέρᾳ, ἔνατον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.

斩杀僭主之事发生在僭政的第三十六天,正值优士丁尼皇帝执掌最高权柄的第十九年。

§4.28.42

Ἀρταβάνης τε ἐκ τοῦ ἔργου τούτου κλέος περιεβάλετο μέγα ἐς πάντας ἀνθρώπους.

阿尔塔巴内斯因这一功勋而在全人类中赢得了巨大的声誉。

§4.28.43

καὶ Πρεϊέκτα μὲν εὐθὺς ἡ Ἀρεοβίνδου γυνὴ μεγάλοις αὐτὸν ἐδωρήσατο χρήμασι, βασιλεὺς δὲ στρατηγὸν αὐτὸν κατεστήσατο Λιβύης ἁπάσης.

阿雷奥宾杜斯的遗孀普雷耶克塔立即赠予他重金,皇帝亦任命他为全利比亚的统帅。

§4.28.44

οὐ πολλῷ δὲ ὕστερον Ἀρταβάνης μὲν ἔχρῃζε βασιλέως ὅπως αὐτὸν ἐς Βυζάντιον μεταπέμποιτο, βασιλεὺς δὲ τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο. καὶ τὸν Ἀρταβάνην μεταπεμψάμενος, Ἰωάννην τὸν Πάππου ἀδελφὸν Λιβύης στρατηγὸν μόνον αὐτὸν κατεστήσατο.

然而不久之后,阿尔塔巴内斯请求皇帝将他召回拜占庭,皇帝准其所请。在召回阿尔塔巴内斯之后,皇帝任命帕普斯的兄弟约翰一人为利比亚统帅。

§4.28.46

οὗτος Ἰωάννης ἐπεὶ τάχιστα ἐν Λιβύῃ ἐγένετο, Ἀντάλᾳ τε καὶ Μαυρουσίοις τοῖς ἐν Βυζακίῳ ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ νικήσας τῶν τε πολεμίων πολλοὺς ἔκτεινε καὶ σημεῖα πάντα τὰ Σολόμωνος τούτους δὴ τοὺς βαρβάρους ἀφελόμενος3 βασιλεῖ ἔπεμψεν, ἅπερ αὐτοὶ ληισάμενοι ἔτυχον ἡνίκα Σολόμων ἐξ ἀνθρώπων ἠφάνιστο. τοὺς δὲ λοιποὺς ὡς ἀπωτάτω ἐξήλασε τῆς Ῥωμαίων ἀρχῆς.

这位约翰一抵利比亚,便与安塔拉斯及比扎基乌姆的毛鲁西亚人交锋,并在战斗中将其击溃,斩杀甚多敌军,更从这些蛮族手中夺回了所罗门的所有军旗(这正是所罗门陨落时被他们掠去的),并将其呈送皇帝。他将残余的蛮族驱逐至尽可能远离罗马疆土之处。

§4.28.47

χρόνῳ δὲ ὕστερον οἱ Λευάθαι αὖθις στρατῷ μεγάλῳ ἐκ τῶν ἐπὶ Τριπόλεως χωρίων ἐς Βυζάκιον ἀφικόμενοι τοῖς ἀμφὶ τὸν Ἀντάλαν ξυνέμιξαν.

过了一些时日,莱瓦泰人再次率大军自的黎波里周边地区进抵比扎基乌姆,与安塔拉斯的人马汇合。

§4.28.48

οἷσπερ Ἰωάννης ὑπαντιάσας ἡσσηθείς τε τῇ ξυμβολῇ καὶ πολλοὺς τῶν οἱ ἑπομένων ἀποβαλὼν ἐς Λαρίβους φεύγει.

约翰迎击他们,但在交锋中失利,损失了众多部属,遂逃奔拉里布斯。

§4.28.49

καὶ τότε δὴ οἱ πολέμιοι μέχρι ἐς Καρχηδόνα ξύμπαντα καταθέοντες τὰ ἐκείνῃ χωρία ἀνήκεστα ἔργα Λίβυας τοὺς παραπεπτωκότας εἰργάσαντο.

当时,敌军蹂躏直至迦太基的沿途各地,对所遇的利比亚人犯下了无可挽回的暴行。

§4.28.50

οὐ πολλῷ δὲ ὕστερον Ἰωάννης τῶν στρατιωτῶν τοὺς περιγενομένους ἀγείρας καὶ Μαυρουσίους ἄλλους τε καὶ τοὺς ἀμφὶ Κουτζίναν ἐς ξυμμαχίαν ἐπαγαγόμενος τοῖς πολεμίοις ἐς χεῖρας ἦλθε καὶ αὐτοὺς ἐκ τοῦ παραδόξου ἐτρέψατο.

不久之后,约翰召集了残存的士兵,并联合了其他的毛鲁西亚人、尤其是库齐纳斯一部结为盟军,与敌军交战,出其不意地击溃了敌人。

§4.28.51

Ῥωμαῖοί τε αὐτοῖς φεύγουσι κόσμῳ οὐδενὶ ἐπισπόμενοι μοῖραν μὲν αὐτῶν πολλὴν ἔκτεινον, οἱ δὲ λοιποὶ ἐς τῆς Λιβύης τὰς ἐσχατιὰς διέφυγον.

罗马人追击仓皇溃逃的残敌,斩杀了他们中的大部,余众则逃往利比亚的极远边陲。

§4.28.52

οὕτω τε Λιβύων τοῖς περιγενομένοις, ὀλίγοις τε καὶ λίαν πτωχοῖς οὖσιν, ὀψὲ καὶ μόλις ἡσυχίαν τινὰ ξυνηνέχθη γενέσθαι.4

就这样,对于幸存下来的寥寥无几且极度贫困的利比亚人而言,终于历经艰难迎来了些许宁静。

语法注4 条
  1. 4.28.33ὁ μὲν τὸ Γονθάριδος ξίφος, ὁ δὲ τὸ τοῦ Οὐλιθέου πεπτωκότος ἁρπάσας

    在并列主语(Πέτρος καὶ Ἀρταβάνης)之下,通过 ὁ μέν 与 ὁ δέ 构成部分同位语结构分别指派动作。分词 ἁρπάσας 为单数阳性主格,语法上与较近的 ὁ δέ 一致,但在意义上统摄两者,并共同支配随后的复数主谓语动词 ἔκτειναν。

  2. 4.28.35ὅσα γὰρ Ἀρεοβίνδῳ ἐλέλειπτο ἐνταῦθα εἶναι

    由关系代词 ὅσα 引导的分句作主语。Ἀρεοβίνδῳ 为表示所属或相关的与格,动词 ἐλέλειπτο(λείπω 的直陈式过去完成时被动第三人称单数)按希腊语常规与中性复数主语 ὅσα 呼应而采用单数。不定词 εἶναι 为承接前文 ἐμαρτύρατο 所含言说之意的间接引语用法,表示(他称)阿雷奥宾杜斯遗留的所有财物均在那处。

  3. 4.28.46σημεῖα πάντα τὰ Σολόμωνος τούτους δὴ τοὺς βαρβάρους ἀφελόμενος

    动词 ἀφαιρέομαι(剥夺、夺取)支配“人”与“物”的双宾格结构。被剥夺之人(τούτους δὴ τοὺς βαρβάρους)与被夺取之物(σημεῖα πάντα τὰ Σολόμωνος)均作宾格。

  4. 4.28.52ὀψὲ καὶ μόλις ἡσυχίαν τινὰ ξυνηνέχθη γενέσθαι

    非人称动词 ξυνηνέχθη(συμφέρω 的被动态不定过去第三人称单数,意为“发生”、“致使……发生”)支配对格加不定词从句(ἡσυχίαν τινὰ γενέσθαι)作实际主语。与格短语 Λιβύων τοῖς περιγενομένοις 作利益与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.28.33-4.28.52