← 普罗科皮乌斯

战史

§4.9.1-4.9.16

贝利萨留的凯旋式与盖利默的降服

贝利萨留携盖利默及俘虏凯旋拜占庭,展示包括耶路撒冷圣殿遗宝在内的战利品并举行巡游。盖利默引《传道书》哀叹虚空后向皇帝俯伏称臣,被赐予加拉太庄园,随后贝利萨留在就任执政官时再次举行古式凯旋礼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.9.1

Βελισάριος δὲ ἅμα Γελίμερί τε καὶ Βανδίλοις ἐς Βυζάντιον ἀφικόμενος γερῶν ἠξιώθη ἃ δὴ ἐν τοῖς ἄνω χρόνοις Ῥωμαίων στρατηγοῖς τοῖς νίκας τὰς μεγίστας καὶ λόγου πολλοῦ ἀξίας ἀναδησαμένοις διετετάχατο.

贝利萨留携同盖利默及汪达尔人抵达拜占庭后,获得了昔日分配给那些赢得最伟大且最值得称道胜利的罗马统帅们的殊荣。

§4.9.2

χρόνος δὲ ἀμφὶ ἐνιαυτοὺς ἑξακοσίους παρῳχήκει ἤδη ἐξ ὅτου ἐς ταῦτα τὰ γέρα οὐδεὶς ἐληλύθει, ὅτι μὴ Τίτος τε καὶ Τραϊανός,1 καὶ ὅσοι ἄλλοι αὐτοκράτορες στρατηγήσαντες ἐπί τι βαρβαρικὸν ἔθνος ἐνίκησαν.

自无人再获此殊荣以来,已经过去了大约六百年之久,唯有提图斯、图拉真以及其他亲自统兵击溃野蛮部族的皇帝们除外。

§4.9.3

τά τε γὰρ λάφυρα ἐνδεικνύμενος καὶ τὰ τοῦ πολέμου ἀνδράποδα ἐν μέσῃ πόλει ἐπόμπευσεν, ὃν δὴ θρίαμβον καλοῦσι Ῥωμαῖοι, οὐ τῷ παλαιῷ μέντοι τρόπῳ, ἀλλὰ πεζῇ βαδίζων ἐκ τῆς οἰκίας τῆς αὐτοῦ ἄχρι ἐς τὸν ἱππόδρομον κἀνταῦθα ἐκ βαλβίδων αὖθις ἕως εἰς τὸν χῶρον ἀφίκετο οὗ δὴ ὁ θρόνος ὁ βασίλειός ἐστιν.

因为他展示着战利品和战俘,在城中心举行了盛大游行——这正是罗马人所称的凯旋式——然而并非依照古法,而是从他自己的宅邸徒步走到赛马场,再从赛马场的起跑处继续步行,直至抵达皇座所在的处所。

§4.9.4

ἦν δὲ λάφυρα μὲν ὅσα δὴ ὑπουργίᾳ τῇ βασιλέως ἀνεῖσθαι εἰώθει, θρόνοι τε χρυσοῖ καὶ ὀχήματα οἷς δὴ τὴν βασιλέως γυναῖκα ὀχεῖσθαι νόμος, καὶ κόσμος πολὺς ἐκ λίθων ἐντίμων ξυγκείμενος, ἐκπώματά τε χρυσᾶ, καὶ τἄλλα ξύμπαντα ὅσα ἐς τὴν βασιλέως θοίνην χρήσιμα.

战利品中包括向来习惯供皇帝御用的各种物件:黄金宝座、依例供皇后乘坐的车驾、大量珍贵宝石制成的饰物、金质饮器,以及所有用于御宴的器皿。

§4.9.5

ἦν δὲ καὶ ἄργυρος ἕλκων μυριάδας ταλάντων πολλὰς καὶ πάντων τῶν βασιλικῶν κειμηλίων πάμπολύ τι χρῆμα (ἅτε Γιζερίχου τὸ ἐν Ῥώμῃ σεσυληκότος Παλάτιον, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη), ἐν οἷς καὶ τὰ Ἰουδαίων κειμήλια ἦν, ἅπερ ὁ Οὐεσπασιανοῦ Τίτος μετὰ τὴν Ἱεροσολύμων ἅλωσιν ἐς Ῥώμην ξὺν ἑτέροις τισὶν ἤνεγκε.

此外还有重达数万他连特的白银,以及极大量的历代皇家珍宝(正如前文所述,盖塞里克曾洗劫罗马的宫殿),其中亦有犹太人的宝物,那是韦斯伯芗之子提图斯在攻陷耶路撒冷后连同其他器物运至罗马的。

§4.9.6

καὶ αὐτὰ τῶν τις Ἰουδαίων ἰδὼν καὶ παραστὰς τῶν βασιλέως γνωρίμων τινὶ “Ταῦτα,” ἔφη, “τὰ χρήματα ἐς τὸ ἐν Βυζαντίῳ Παλάτιον ἐσκομίζεσθαι ἀξύμφορον οἴομαι εἶναι.

某位犹太人见此情景,站在一位皇帝近臣的身旁说道:“我认为将这些财物运入拜占庭的皇宫是不祥且不利的。

§4.9.7

οὐ γὰρ οἷόν τε αὐτὰ ἑτέρωθι εἶναι ἢ ἐν τῷ χώρῳ οὗ δὴ Σολομὼν αὐτὰ πρότερον ὁ τῶν Ἰουδαίων βασιλεὺς ἔθετο.

因为除昔日犹太国王所罗门安置它们的处所之外,它们绝不可存放于任何他处。

§4.9.8

διὰ ταῦτα γὰρ καὶ Γιζέριχος τὰ Ῥωμαίων βασίλεια εἷλε καὶ νῦν τὰ Βανδίλων ὁ Ῥωμαίων στρατός.” ταῦτα ἐπεὶ ἀνενεχθέντα βασιλεὺς ἤκουσεν, ἔδεισέ τε καὶ ξύμπαντα κατὰ τάχος ἐς τῶν Χριστιανῶν τὰ ἐν Ἱεροσολύμοις ἱερὰ ἔπεμψεν.

正因这些宝物,盖塞里克曾攻陷罗马的皇宫,而今罗马军队又攻陷了汪达尔人的宫殿。”皇帝听闻此语的汇报后大起敬畏之心,迅速将所有这些器物送往耶路撒冷的基督徒圣所。

§4.9.10

ἀνδράποδα δὲ ἦν τοῦ θριάμβου Γελίμερ τε αὐτός, ἐσθῆτά πού τινα ἐπὶ τῶν ὤμων ἀμπεχόμενος πορφυρᾶν, καὶ τὸ ξυγγενὲς ἅπαν, Βανδίλων τε ὅσοι εὐμήκεις τε ἄγαν καὶ καλοὶ τὰ σώματα ἦσαν.

在凯旋式的战俘队伍中,有肩披紫袍的盖利默本人,以及他所有的亲族,还有身材极为修长匀称的汪达尔人。

§4.9.11

ὡς δὲ ἐν τῷ ἱπποδρόμῳ Γελίμερ ἐγεγόνει καὶ τόν τε βασιλέα ἐπὶ βήματος ὑψηλοῦ καθήμενον τόν τε δῆμον ἐφ’ ἑκάτερα ἑστῶτα εἶδε καὶ αὑτὸν οὗ ἦν κακοῦ περισκοπῶν ἔγνω, οὔτε ἀπέκλαυσεν οὔτε ἀνῴμωξεν, ἐπιλέγων δὲ οὐκ ἐπαύσατο κατὰ τὴν Ἑβραίων γραφὴν “Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.”

当盖利默步入赛马场,看见高高坐在台座上的皇帝与分立两侧的民众,环顾四周察觉到自己身陷何等惨境时,他既未嚎啕亦未痛哭,只是不断依照希伯来圣经诵念:“虚空的虚空,凡事皆是虚空。”

§4.9.12

ἀφικόμενον δὲ αὐτὸν κατὰ τὸ βασιλέως βῆμα τὴν πορφυρίδα περιελόντες, πρηνῆ πεσόντα προσκυνεῖν Ἰουστινιανὸν βασιλέα κατηνάγκασαν. τοῦτο δὲ καὶ Βελισάριος ἐποίει ἅτε ἱκέτης βασιλέως σὺν αὐτῷ γεγονώς.2

及至他来到皇帝的台座前,众人剥下他的紫袍,强迫他俯伏在地向查士丁尼皇帝行跪拜礼(崇敬礼)。贝利萨留亦行了此礼,因他此时亦作为皇帝的祈求者与其处于同等境地。

§4.9.13

βασιλεύς τε Ἰουστινιανὸς καὶ ἡ βασιλὶς Θεοδώρα τοὺς Ἰλδερίχου παῖδάς τε καὶ ἐκγόνους πάντας τε τοὺς ἐκ τῆς Βαλεντινιανοῦ βασιλέως ξυγγενείας χρήμασιν ἱκανοῖς ἐδωρήσαντο, καὶ Γελίμερι χωρία οὐκ εὐκαταφρόνητα ἐν Γαλατίᾳ δόντες ὁμοῦ τοῖς ξυγγενέσιν ἐνταῦθα οἰκεῖν συνεχώρησαν.

查士丁尼皇帝与狄奥多拉皇后赐予伊尔德里克的所有子女和后裔,以及所有与瓦伦提尼安皇帝有血缘关系的人充足的资财;他们还将加拉太境内的丰厚庄园赐给盖利默,准许他与亲族一同定居该处。

§4.9.14

ἐς πατρικίους μέντοι ἀνάγραπτος Γελίμερ ἥκιστα ἐγεγόνει, ἐπεὶ οὐ μετατίθεσθαι τῆς Ἀρείου δόξης ἤθελεν.

然而,盖利默绝未能列入贵族(帕特里基乌斯)的名册,因为他不愿放弃阿利乌派的教义信仰。

§4.9.15

Ὀλίγῳ δὲ ὕστερον Βελισαρίῳ καὶ ὁ θρίαμβος κατὰ δὴ τὸν παλαιὸν νόμον ξυνετελέσθη. ἐς ὑπάτους γὰρ προελθόντι οἱ ξυνέπεσε3 φέρεσθαί τε πρὸς τῶν αἰχμαλώτων καὶ ἐν τῷ δίφρῳ ὀχουμένῳ τῷ δήμῳ ῥιπτεῖν αὐτὰ δὴ ἐκεῖνα τοῦ Βανδίλων πολέμου τὰ λάφυρα.

不久之后,依照真正古老礼制的凯旋式亦为贝利萨留举行。盖因当他荣任执政官时,恰逢由俘虏们将他高高抬起,他乘坐着双轮车,向民众抛撒汪达尔战争的那同一批战利品。

§4.9.16

τά τε γὰρ ἀργυρώματα καὶ ζώνας χρυσᾶς καὶ ἄλλου πλούτου Βανδιλικοῦ πολύ τι χρῆμα ἐκ τῆς Βελισαρίου ὑπατείας ὁ δῆμος ἥρπασε, καί τι τῶν οὐκ εἰωθότων ἀνανεοῦσθαι τῷ χρόνῳ ἔδοξε. ταῦτα μὲν δὴ οὕτως ἐν Βυζαντίῳ ἔσχε.

民众在贝利萨留就任执政官之际争相夺取银器、金带以及大量其他汪达尔人的财富,使得一件非同寻常的事项似乎在历经长久岁月之后得以重焕生机。拜占庭的情形大体便是如此。

语法注3 条
  1. 4.9.2ὅτι μὴ Τίτος τε καὶ Τραϊανός

    连词短语 ὅτι μή 意为“除……之外”(except),引出对前文否定词 οὐδείς 的例外。普罗柯比借此说明,在此前约六百年间,除以皇帝身份出征获胜的提图斯、图拉真等人之外,普通将领(非皇帝身份者)无一人曾享此凯旋荣典。

  2. 4.9.12ἅτε ἱκέτης βασιλέως σὺν αὐτῷ γεγονώς

    接续词 ἅτε 配合完成时分词 γεγονώς,表示客观原因(“因他已与其一同成为了皇帝的祈求者”)。此处用以解释贝利萨留虽为凯旋主将,却为何与被俘的盖利默一同向查士丁尼皇帝行跪拜礼(proskynesis)。

  3. 4.9.15ἐς ὑπάτους γὰρ προελθόντι οἱ ξυνέπεσε

    无人称动词 ξυνέπεσε(“正逢……/碰巧发生……”)支配关系与格代词 οἱ(即 αὐτῷ)及其同格分词 προελθόντι(ἐς ὑπάτους 意为“晋升至执政官职”),后接的不定式短语 φέρεσθαι 以及 ῥιπτεῖν 共同充当其真主语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.9.1-4.9.16