- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.8.14-4.8.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
毛利人曲解了关于“无须将军”的神谕,趁贝利萨留启程离去之际发动叛乱蹂躏各地;贝利萨留委托所罗门统领军政,皇帝亦派兵增援并遣官核定赋税。
τότε οὖν πυνθανομένοις αὐτοῖς, ὥσπερ ἐρρήθη, αἱ γυναῖκες ἀνεῖλον, στρατὸν ἐξ ὑδάτων, Βανδίλων κατάλυσιν, Μαυρουσίων φθοράν τε καὶ ἧτταν,1 ὅτε Ῥωμαίοις ὁ στρατηγὸς ἀγένειος ἔλθοι.2 ταῦτα ἀκούσαντες οἱ Μαυρούσιοι, ἐπεὶ τὸ βασιλέως στράτευμα εἶδον ἐκ θαλάσσης ἧκον, ἐν δέει τε μεγάλῳ ἐγένοντο καὶ ξυμμαχεῖν Βανδίλοις ἥκιστα ἤθελον, ἀλλ’ ἐς Βελισάριον πέμψαντες καὶ τὴν εἰρήνην, ὡς πρόσθεν δεδήλωται, κρατυνάμενοι ἡσύχαζόν τε καὶ τὸ μέλλον ὅπη ἐκβήσεται ἐκαραδόκουν.
当时,正如前文所说,在他们询问时,妇人们给出了神谕:来自水中的军队,汪达尔人的毁灭,以及当罗马人迎来一位无须的将军时毛利人的溃败与覆灭。毛利人听闻此事,又见皇帝的军队从海上开来,便陷入巨大的恐惧之中,绝不愿与汪达尔人结盟;相反,如前所述,他们遣使致意贝利萨留并确立了和平,按兵不动,静观事态将如何演变。
ἐπεὶ δὲ Βανδίλων τὰ πράγματα ἤδη ἐς πέρας ἀφῖκτο, πέμπουσιν ἐς τὸ Ῥωμαίων στράτευμα, διερευνώμενοι εἴ τις αὐτοῖς ἐν ἀρχῇ ἀγένειός ἐστιν.
然而,当汪达尔人的局势已然告终时,他们派人深入罗马军队之中,暗中探查执掌军权者中是否有无须之人。
ἐπεὶ δὲ ἅπαντας πώγωνος ἑώρων ἐμπιπλαμένους, οὐ χρόνον τὸν παρόντα τὸ μαντεῖον σημαίνειν σφίσιν ᾤοντο, ἀλλὰ πολλαῖς γενεαῖς ὕστερον, ταύτῃ τὸ λόγιον ἑρμηνεύοντες, ᾗ αὐτοὶ ἤθελον.
及至见到所有人皆蓄满胡须,他们便认为神谕向他们预示的并非眼前当下,而是许多世代之后,按他们自己所期望的方式来解释这一谶语。
αὐτίκα μὲν οὖν ἐς τὴν διάλυσιν τῶν σπονδῶν ὥρμηντο, ἀλλὰ τὸ ἐκ Βελισαρίου δέος αὐτοὺς διεκώλυεν.
因此,他们当即便急欲撕毁和约,但对贝利萨留的畏惧阻碍了他们。
οὐ γάρ ποτε πολέμῳ Ῥωμαίων περιέσεσθαι, παρόντος γε αὐτοῦ, ἐν ἐλπίδι εἶχον.
因为他们绝不指望只要他在场,便能在战争中战胜罗马人。
ὡς δὲ τὴν ἄφοδον αὐτοῦ σὺν τοῖς ὑπασπισταῖς τοῖς αὐτοῦ καὶ δορυφόροις ποιεῖσθαι ἤκουσαν, ἤδη τε τὰς ναῦς ὑπ’ αὐτῶν τε καὶ Βανδίλων πληροῦσθαι ἐπύθοντο, τὰ ὅπλα ἐξαπιναίως ἀράμενοι ἅπασαν κακοῦ ἰδέαν ἐς τοὺς Λίβυας ἐπεδείξαντο.
然而,当他们听说他正与自己的侍卫和持矛卫士一同离去,又得知船只已被他们以及汪达尔人登满时,便突然操起武器,对利比亚人施加了各种各样的暴行。
οἱ γὰρ στρατιῶται ὀλίγοι τε ἐν ἑκάστῃ ἐσχατιᾶς χώρᾳ καὶ ἔτι ἀπαράσκευοι ὄντες, καταθέουσιν οὐκ ἂν εἶχον πανταχόσε τοῖς βαρβάροις ἀνθίστασθαι, οὐδὲ τὰς ἐπεκδρομὰς συχνάς τε καὶ οὐκ ἐκ τοῦ ἐμφανοῦς γινομένας διακωλύσειν.3
因为士兵们在各个边陲之地人数既少,又尚未作好准备,根本无法抵御蛮族四处的抄掠,也无法阻止那些频繁且非公开进行的突袭。
ἀλλ’ ἄνδρες μὲν οὐδενὶ κόσμῳ ἐκτείνοντο, γυναῖκες δὲ σὺν παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο, τά τε χρήματα ἐκ πάσης ἐσχατιᾶς ἤγετο καὶ φυγῆς ἡ χώρα ξύμπασα ὑπεπίμπλατο. ταῦτα Βελισαρίῳ ἤδη που ἀναγομένῳ ἠγγέλλετο.
于是,男子惨遭滥杀,妇女随同孩童沦为奴隶,资财自各处边境被劫掠一空,整个国土四处充斥着逃难之人。这些消息通报给贝利萨留时,大约他已然起航开拔。
καὶ αὐτὸς μὲν ἀναστρέφειν οὐκέτι εἶχε, Σολόμωνι δὲ διέπειν τὸ Λιβύης κράτος παρείχετο, ἀπολέξας καὶ τῶν ὑπασπιστῶν τε καὶ δορυφόρων τῶν αὑτοῦ μέρος τὸ πλεῖστον, ὥστε Σολόμωνι ἑπομένους Μαυρουσίων ὅτι τάχιστα τοὺς ἐπαναστάντας τῆς ἐς Ῥωμαίους ἀδικίας σὺν προθυμίᾳ πολλῇ τίσασθαι.
他自己已无法掉头折返,便将利比亚的统治权交予所罗门,并挑选出自己大部分的侍卫和持矛卫士留给所罗门,以便他们随从所罗门,能以极大的热忱尽快向那些反叛的毛利人报复其对罗马人犯下的暴行。
καὶ βασιλεὺς δὲ στρατιὰν ἄλλην Σολόμωνι ἔπεμψε, ξὺν Θεοδώρῳ τε τῷ ἐκ Καππαδοκίας καὶ Ἰλδίγερι· ὃς δὴ Ἀντωνίνης γαμβρὸς τῆς Βελισαρίου γυναικὸς ἦν.
皇帝亦派遣另一支军队支援所罗门,同行者有来自卡帕多西亚的狄奥多鲁斯以及伊尔迪格尔;此人正是贝利萨留之妻安东妮娜的女婿。
ἐπειδὴ δὲ τῶν ἐπὶ Λιβύης χωρίων τοὺς φόρους οὐκέτι ἦν ἐν γραμματείοις τεταγμένους εὑρεῖν, ᾗπερ αὐτοὺς ἀπεγράψαντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, ἅτε Γιζερίχου ἀναχαιτίσαντός τε καὶ διαφθείραντος κατ’ ἀρχὰς ἅπαντα, Τρύφων τε καὶ Εὐστράτιος πρὸς βασιλέως ἐστάλησαν, ἐφ’ ᾧ τοὺς φόρους αὐτοῖς τάξουσι4 κατὰ λόγον ἑκάστῳ. οἳ δὴ οὐ μέτριοι Λίβυσιν οὐδὲ φορητοὶ ἔδοξαν εἶναι.
另外,由于利比亚各地的税额已无法在簿册中依昔日罗马人登记的方式找到明确规定——盖因盖塞里克当初颠覆并毁坏了一切——特里芬与欧斯特拉提乌斯遂奉皇帝之命被派往当地,以便为各地按比例核定赋税。而此二人对于利比亚人而言,实显得既不适度亦不可容忍。
- 4.8.14στρατὸν ἐξ ὑδάτων, Βανδίλων κατάλυσιν, Μαυρουσίων φθοράν τε καὶ ἧτταν
作为动词 ἀνεῖλον(给出神谕)之内容的并列宾格名词短语。此处未采用带不定词或 ὅτι 的间接引语从句,而是列举零散的名词短语,以此拟仿古朴神秘的神谕文体。
- 4.8.15ὅτε Ῥωμαίοις ὁ στρατηγὸς ἀγένειος ἔλθοι
神谕从属节中的希求法动词 ἔλθοι。受过去时主动词(ἀνεῖλον)引导,在间接引语的次生时态序列中代表直接引语中的未来假定(带 ἄν 的虚拟法或将来直说式),意为“当一位无须的将军到来之时”,为后文宦官所罗门掌权埋下伏笔。
- 4.8.21οὐκ ἂν εἶχον ... ἀνθίστασθαι, οὐδὲ ... διακωλύσειν
短语 ἔχω + 不定词(意为“能够”)与语气小词 ἄν 连用(οὐκ ἂν εἶχον),表过去潜在或非真实能力(“既无法抵抗……亦无法阻止……”)。否定词 οὐκ 统摄全句,其后通过连词 οὐδέ 连接现在时不定词 ἀνθίστασθαι 与将来时不定词 διακωλύσειν。
- 4.8.25ἐφ’ ᾧ τοὺς φόρους αὐτοῖς τάξουσι
连词 ἐφ' ᾧ 后接将来直说式(τάξουσι),引出目的或条件从句(“以便……/以……为条件”)。此处指明皇帝派遣官员的目的,即为当地人按比例核定税负。
