- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.10.1-4.10.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
所罗门接管利比亚军务之际遭遇摩尔人叛乱,部将艾冈与鲁菲努斯在狭谷遇伏殊死搏斗后阵亡,作者由此引出关于摩尔人历史起源的追溯。
Σολόμων δὲ τὸ ἐν Λιβύῃ παραλαβὼν στράτευμα, ἐπηρμένων μέν, ὡς προδεδήλωται, τῶν Μαυρουσίων, ᾐωρημένων δὲ τῶν ὅλων πραγμάτων, ἐν ἀπόρῳ εἶχεν ᾗ τὸ παρὸν θέσθαι.1
所罗门接管了在利比亚的军队,但正如前文所述,由于摩尔人已经起义,整个局势悬而未决,他不知该如何处置眼前的局面。
τούς τε γὰρ στρατιώτας ἐν Βυζακίῳ καὶ Νουμιδίᾳ οἱ βάρβαροι ἀνῃρηκέναι καὶ πάντα ἄγειν τε καὶ φέρειν τὰ ἐκείνῃ ἠγγέλλοντο.2
盖因有报告称,蛮族已在比扎凯纳和努米底亚歼灭了那里的守军,正在将彼处的财货掠夺一空。
μάλιστα δὲ αὐτόν τε καὶ Καρχηδόνα πᾶσαν συνετάραξε τὰ ἐς Ἀιγάν τε τὸν Μασσαγέτην καὶ Ῥουφῖνον τὸν Θρᾷκα ἐν Βυζακίῳ ξυνενεχθέντα.
而最令他本人及整个迦太基陷入恐慌的,是马萨格泰人艾冈与色雷斯人鲁菲努斯在比扎凯纳所遭遇的惨祸。
ἄμφω γὰρ λογίμω ἐς ἄγαν ἔν τε τῇ Βελισαρίου οἰκίᾳ ἤστην καὶ τῷ Ῥωμαίων στρατεύματι, ἅτερος μὲν αὐτοῖν Ἀιγὰν ἐν τοῖς Βελισαρίου δορυφόροις ταττόμενος, ὁ δὲ ἕτερος ἅτε ἁπάντων εὐψυχότατος τὸ σημεῖον τοῦ στρατηγοῦ ἐν ταῖς παρατάξεσιν εἰωθὼς φέρειν, ὃν δὴ βανδοφόρον καλοῦσι Ῥωμαῖοι.
这两人在贝利萨留的门第以及罗马军队中皆享有极高声望;其中艾冈位列贝利萨留的侍卫,而另一人由于最为勇毅,常在战阵中执掌主将的军旗,罗马人称这种执旗官为班多佛洛斯。
τότε γὰρ τούτω τὼ ἄνδρε ἱππικῶν καταλόγων ἡγουμένω ἐν Βυζακίῳ, ἐπειδὴ τοὺς Μαυρουσίους εἶδον τά τε ἐν ποσὶ ληιζομένους καὶ Λίβυας ἅπαντας ἐν ἀνδραπόδων λόγῳ ποιησαμένους, τηρήσαντες ἐν στενοχωρίᾳ ξὺν τοῖς σφίσιν ἑπομένοις τοὺς τὴν λείαν παραπέμποντας, αὐτούς τε κτείνουσι καὶ τοὺς αἰχμαλώτους ἀφαιροῦνται πάντας.
当时,这两人正统率骑兵部队驻于比扎凯纳,当他们看见摩尔人一路劫掠并将所有利比亚人视同奴隶时,便率领部从在一处狭谷伏击了护送掠获物的敌军,将其尽数歼灭并夺回了全部俘虏。
ὡς δὲ οὗτος ὁ λόγος ἐς τῶν βαρβάρων τοὺς ἄρχοντας ἧκε, Κουτζίναν τε καὶ Ἐσδιλάσαν καὶ Ἰουρφούθην καὶ Μεδισινίσσαν, οὐ μακρὰν ταύτης δὴ τῆς στενοχωρίας ἀπέχοντας, χωροῦσιν ἐπ’ αὐτοὺς παντὶ τῷ στρατῷ περὶ δείλην ὀψίαν.
当这一消息传到距此狭谷不远的蛮族首领们——库齐纳斯、埃斯迪拉萨斯、尤尔富特斯和梅迪西尼萨斯——耳中时,他们于傍晚时分倾全军之众向罗马人杀来。
Ῥωμαῖοι δέ, κομιδῆ τε ὀλίγοι ὄντες καὶ ἐν χώρῳ στενῷ ἐς μέσον μυριάδων πολλῶν ἀπειλημμένοι, ἀμύνεσθαι τοὺς ἐπιόντας οὐχ οἷοί τε ἦσαν. ἔνθα γὰρ ἂν τραπεῖεν, ἀεὶ κατὰ νώτου ἐβάλλοντο.
罗马人寡不敌众,且在狭隘地形中陷入数万大军的合围,根本无法抵御进攻之敌;因为无论他们转向何方,后背总会遭到袭击。
τότε δὴ Ῥουφῖνός τε καὶ Ἀιγὰν ξὺν ὀλίγοις τισὶν ἐς πέτραν ἐγγύς που οὖσαν ἀναδραμόντες ἐνθένδε τοὺς βαρβάρους ἠμύνοντο.
此时,鲁菲努斯与艾冈率少数随从退至附近的一座岩山高处,据险抗击蛮族。
ἕως μὲν οὖν τοῖς τόξοις ἐχρῶντο, οὐκ ἐτόλμων σφίσιν ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἐλθεῖν οἱ πολέμιοι, ἀλλὰ τὰς αἰχμὰς ἐσηκόντιζον· ἐπεὶ δὲ τὰ βέλη ἅπαντα σφᾶς ἤδη ἐπιλελοίπει, οἵ τε Μαυρούσιοι αὐτοῖς ἐς χεῖρας ἦλθον καὶ αὐτοὶ τοῖς ξίφεσιν ἐκ τῶν παρόντων ἠμύνοντο.
当弓箭尚足之时,敌军尚不敢径直与他们短兵相接,只是远掷标枪;然而当所有箭矢耗尽之后,摩尔人遂逼近肉搏,罗马人亦依据情势拔剑自卫。
τοῦ δὲ πλήθους τῶν βαρβάρων βιαζομένου, Ἀιγὰν μὲν κρεουργηθεὶς τὸ σῶμα ὅλον ἐνταῦθα ἔπεσε, Ῥουφῖνον δὲ οἱ πολέμιοι ἁρπάσαντες ἦγον.
在蛮族大军的强攻之下,艾冈被乱刃分尸,当场阵亡;敌人则生擒了鲁菲努斯并将他押走。
αὐτίκα δὲ τῶν ἀρχόντων εἷς Μεδισινίσσας, δείσας μὴ διαφυγὼν πράγματα σφίσιν αὖθις παρέχοι, τῆς τε κεφαλῆς αὐτὸν ἀφαιρεῖται3 καὶ ταύτην ἐς τὰ οἰκεῖα λαβὼν ταῖς γυναιξὶ ταῖς αὑτοῦ ἔδειξε, μεγέθους τε ὑπερβολῇ καὶ τριχῶν πλήθει ἀξιοθέατον οὖσαν.
首领之一的梅迪西尼萨斯唯恐他逃脱后再次带来麻烦,旋即斩其首级,并将首级带回家中示于妻妾;这颗头颅因其超常的硕大以及浓密的毛发而极具观瞻之奇。
ἐπεὶ δὲ ἡμᾶς ὁ τῆς ἱστορίας λόγος ἐνταῦθα ἤγαγεν, ἐπάναγκες εἰπεῖν ἄνωθεν ὅθεν τε τὰ Μαυρουσίων ἔθνη ἐς Λιβύην ἦλθον καὶ ὅπως ἐνταῦθα ᾠκήσαντο.
既然史述之笔已引向此处,便有必要溯本求源,讲述摩尔人各部族究竟从何处迁至利比亚,又是如何定居于此的。
- 4.10.1ἐν ἀπόρῳ εἶχεν ᾗ τὸ παρὸν θέσθαι
成语 ἐν ἀπόρῳ ἔχω(不知所措、陷入困境)后接由 ᾗ(以何种方式)引导的间接审议从句,搭配不定词中动形式 θέσθαι。τίθημι 的中动语态在此为固定惯用法,表示妥善安排、处置眼前的局势(类似于 εὖ θέσθαι τὰ πράγματα)。
- 4.10.2τούς τε γὰρ στρατιώτας ἐν Βυζακίῳ καὶ Νουμιδίᾳ οἱ βάρβαροι ἀνῃρηκέναι καὶ πάντα ἄγειν τε καὶ φέρειν τὰ ἐκείνῃ ἠγγέλλοντο
动词 ἠγγέλλοντο(据报告)采用人称被动句构,以主格 οἱ βάρβαροι 为主语,统辖完成时不定词 ἀνῃρηκέναι(其宾语为 τοὺς στρατιώτας)以及现在时不定词 ἄγειν τε καὶ φέρειν(其宾语为 πάντα τὰ ἐκείνῃ,意为全面劫掠)。
- 4.10.11τῆς τε κεφαλῆς αὐτὸν ἀφαιρεῖται
动词 ἀφαιρέω(剥夺、切除)采用复合构文,支配受害者的宾格 αὐτόν 与表示被切离部位的分离属格 τῆς κεφαλῆς,构成斩首的固定表达。
