- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.8.1-4.8.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
汪达尔战争结束后,贝利萨留遭部下诬陷图谋叛乱,遂决意押解盖利梅尔等人返回拜占庭辩诬;与此同时,阿非利加的毛利人毫无缘由地撕毁条约准备叛乱。
Ὁ μὲν οὖν Βανδιλικὸς πόλεμος ἐτελεύτα ὧδε. ὁ δὲ φθόνος, οἷα ἐν μεγάλῃ εὐδαιμονίᾳ φιλεῖ γίγνεσθαι,1 ᾤδαινεν ἤδη ἐς Βελισάριον, καίπερ αὐτῷ οὐδεμίαν παρέχοντα σκῆψιν.
汪达尔战争就这样结束了。然而,正如同在极大的幸运中往往发生的那样,妒忌已经开始向贝利萨留膨胀蔓延,尽管他并未提供任何借口。
τῶν γὰρ ἀρχόντων τινὲς διέβαλον αὐτὸν ἐς βασιλέα, τυραννίδα αὐτῷ οὐδαμόθεν προσήκουσαν ἐπικαλοῦντες.
因为一部分将领向皇帝诬告他,指控他图谋完全与他不相称的僭主帝位。
βασιλεὺς δὲ ταῦτα μὲν ἐς τὸ πᾶν οὐκ ἐξήνεγκεν, ἢ τὴν διαβολὴν ἐν ὀλιγωρίᾳ ποιησάμενος, ἢ καὶ βέλτιον αὐτῷ ἐνομίσθη.
皇帝却并未将这些事情彻底公开,或因他对这番谗言等闲视之,或因他认为如此做法更为妥当。
Σολόμωνα δὲ πέμψας αἵρεσιν Βελισαρίῳ παρέσχετο ἑλέσθαι ὁποτέραν ἂν αὐτῷ βουλομένῳ εἴη,2 πότερα ξὺν Γελίμερί τε καὶ Βανδίλοις ἐς Βυζάντιον ἥκειν, ἢ αὐτοῦ μένοντι ἐκείνους στεῖλαι.
他派所罗门前去,给予贝利萨留任意择取其所愿的选择:是同盖利梅尔及汪达尔人一道前往拜占庭,还是留驻当地而遣送他们前往。
ὁ δὲ ʽοὐ γὰρ ἔλαθον αὐτὸν οἱ ἄρχοντες τὴν τυραννίδα ἐπενεγκόντεσ̓3 ἐς Βυζάντιον ἀφικέσθαι ἠπείγετο, ὅπως δὴ τήν τε αἰτίαν ἐκλύσηται καὶ τοὺς διαβαλόντας μετελθεῖν δύνηται. ὅτῳ δὲ τρόπῳ τὴν τῶν κατηγόρων πεῖραν ἔμαθεν, ἐρῶν ἔρχομαι.
贝利萨留(因那些将僭主嫌疑加诸其身的将领并未瞒过他)急于赶往拜占庭,以便洗刷罪名,并能够追究诬告者。至于他是以何种方式得知原告们的企图,我接下来便予以叙述。
ὅτε δὴ τὴν διαβολὴν τήνδε ποιεῖσθαι οἱ διαβαλόντες ἤθελον, δείσαντες μὴ σφίσιν ὁ τὴν ἐπιστολὴν μέλλων κομιεῖν βασιλεῖ ἐν θαλάσσῃ ἀφανισθεὶς τὰ πρασσόμενα διακωλύσῃ, ἐν δύο γραμματείοις τὴν τυραννίδα γράψαντες, ἀγγέλους δύο ὡς βασιλέα ἐν ναυσὶ δύο στέλλειν διενοοῦντο.
当初诬告者打算进行这一诽谤时,因担心替他们向皇帝呈递信件的人可能在海上遇难而阻碍行事,便在两块写字板上写下了僭主图谋的指控,意图派遣两名使者乘两艘船前往皇帝处。
τούτοιν ἅτερος μὲν λαθὼν ἔπλευσεν, ὁ δὲ ἕτερος ἐξ ὑποψίας δή τινος ἐν Μανδρακίῳ ἥλω, καὶ τὰ γράμματα τοῖς λαβοῦσιν αὐτὸν ἐγχειρίσας ἔκπυστα ἐποίει τὰ πρασσόμενα.
这两人中,一人悄无声息地乘船驶离,另一人却因某种嫌疑在曼德拉基翁被捕,他向抓捕他的人交出信件,从而使这一图谋大白于天下。
ταύτῃ τε μαθὼν Βελισάριος ἐς ὄψιν ἐλθεῖν τὴν βασιλέως, ὥσπερ ἐρρήθη, ἠπείγετο. ταῦτα μὲν δὴ ἐν Καρχηδόνι ἐφέρετο τῇδε.
贝利萨留正由此获知了消息,便如前所述,急于去拜见皇帝。在迦太基的局势便正是如此推演的。
Μαυρούσιοι δὲ ὅσοι ἔν τε Βυζακίῳ καὶ Νουμιδίᾳ ᾤκηντο, ἐς ἀπόστασίν τε ἐξ αἰτίας οὐδεμιᾶς εἶδον καὶ τὰς σπονδὰς διαλύσαντες χεῖρας ἀνταίρειν ἐξαπιναίως Ῥωμαίοις ἔγνωσαν. καὶ τοῦτο οὐκ ἀπὸ τρόπου τοῦ οἰκείου σφίσιν ἐπράσσετο.
与此同时,定居在比扎齐乌姆和努米底亚的所有毛利人,却毫无由头地意欲反叛,并撕毁和约,决意突然对罗马人拔刀相向。而此举与其固有的天性并不相悖。
ἔστι γὰρ ἐν Μαυρουσίοις οὔτε θεοῦ φόβος οὔτε ἀνθρώπων αἰδώς. μέλει γὰρ αὐτοῖς οὔτε ὅρκων οὔτε ὁμήρων, ἢν καὶ παῖδες ἢ ἀδελφοὶ τῶν ἐν σφίσιν ἡγουμένων τύχωσιν ὄντες.
因为毛利人既无对神明的敬畏,亦无对人类的羞耻之心。他们对誓言和人质皆漠不关心,即便人质恰是其领袖的子女或兄弟。
οὐδὲ ἄλλῳ οὐδενὶ εἰρήνη ἐν Μαυρουσίοις, ὅτι μὴ τῶν πολεμίων τῶν κατ’ αὐτῶν δέει κρατύνεται.4 ὅτῳ δὲ αὐτοῖς αἵ τε πρὸς Βελισάριον σπονδαὶ ἐγένοντο καὶ ὅτῳ διελύθησαν τρόπῳ, ἐγὼ δηλώσω.
在毛利人之中,和平绝不可能依靠除对其敌人的恐惧之外的任何事物来维系。至于他们与贝利萨留的和约是如何订立的,又是以何种方式破裂的,我将予以说明。
ἡνίκα ὁ βασιλέως στόλος ἐπίδοξος ἐγεγόνει ὡς ἐς Λιβύην ἀφίξεται, δείσαντες οἱ Μαυρούσιοι μή τι ἐνθένδε κακὸν λάβωσι ταῖς ἐκ τῶν γυναικῶν μαντείαις ἐχρῶντο.
当皇帝的舰队预料即将抵达利比亚时,毛利人害怕会由此遭受某种灾祸,便求助于其妇女的占卜。
ἄνδρα γὰρ μαντεύεσθαι ἐν τῷ ἔθνει τούτῳ οὐ θέμις, ἀλλὰ γυναῖκες σφίσι κάτοχοι ἐκ δή τινος ἱερουργίας γινόμεναι προλέγουσι τὰ ἐσόμενα, τῶν πάλαι χρηστηρίων οὐδενὸς ἧσσον.
因为在这个族群中,男子占卜是不合礼法的,唯有妇女通过某种神圣仪式而神灵附体,预言未来之事,丝毫不逊于古代的任何神谕所。
- 4.8.1οἷα ἐν μεγάλῃ εὐδαιμονίᾳ φιλεῖ γίγνεσθαι
中性复数关系代词 οἷα 在此作副词性用法表示方式或情况(“如……一样”)。动词 φιλεῖ 与不定式连用,表示惯常发生的倾向(“往往/惯于……”)。
- 4.8.4αὐτῷ βουλομένῳ εἴη
与格代词 αὐτῷ 与分词 βουλομένῳ 结合构成的关切与格惯用结构(“若合乎其意愿”),在由 ἑλέσθαι 引出的带 ἄν 和祈愿语气(εἴη)的间接疑问句中作谓语补充。
- 4.8.5οὐ γὰρ ἔλαθον αὐτὸν οἱ ἄρχοντες τὴν τυραννίδα ἐπενεγκόντες
动词 λανθάνω 支配人称宾格(αὐτόν)与补充性分词(ἐπενεγκόντες)的经典句式。与否定词 οὐ 连用时表示强烈的肯定:“将领们加诸其上的僭主指控并未瞒过他”(即“他完全洞察了将领们对他的诬告”)。
- 4.8.11ὅτι μὴ τῶν πολεμίων τῶν κατ’ αὐτῶν δέει κρατύνεται
短语 ὅτι μή 紧承前面的全称否定 οὐδὲ ἄλλῳ οὐδενί,作表排除的连词短语用(“除非”、“除……之外”)。δέει 为表示手段或原因的与格(“出于对敌人的畏惧”)。
