- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.7.11-4.7.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留立誓担保后接纳盖利梅尔投降,并在迦太基郊外接见了他,盖利梅尔却当场放声狂笑。作者记述了人们对这一笑声的截然不同看法,并感慨区区五千骑兵便颠覆了盛极一时的汪达尔王国的奇迹。
Βελισάριος δὲ ʽκαὶ γάρ οἱ ἐν ἐπιθυμίᾳ μεγάλῃ ἦν ζῶντα Γελίμερα βασιλεῖ ἀγαγεῖν̓, ἐπεὶ τάχιστα τὰ γράμματα ἀνελέξατο, περιχαρής τε ἐγεγόνει καὶ Κυπριανὸν φοιδεράτων ἄρχοντα ἐς Παπούαν ἐκέλευεν ἰέναι ξὺν ἄλλοις τισίν, ὅρκους τε αὐτοῖς ἐπέστελλε περὶ σωτηρίας Γελίμερός τε καὶ τῶν ξὺν αὐτῷ διδόναι, καὶ ὡς ἐπίτιμός τε παρὰ βασιλεῖ καὶ οὐδενὸς ἐνδεὴς εἴη.1
另一方面,贝利萨留(因生擒盖利梅尔献于皇帝亦是他极大的渴望)一读罢来信便欣喜若狂,命同盟军指挥官塞浦利安同其他数人前往帕普阿,吩咐他们起誓保证盖利梅尔及其随行人员的生命安全,并承诺他在皇帝处将享有崇高声誉,一无所缺。
οἵπερ ἐπεὶ παρὰ τὸν Φάραν ἀφίκοντο, ἦλθον ξὺν αὐτῷ ἔς τι χωρίον παρὰ τὸν τοῦ ὄρους πρόποδα, ἔνθα σφίσι Γελίμερ μετάπεμπτος ἦλθε καὶ τὰ πιστὰ λαβὼν ᾗπερ ἐβούλετο ἐς Καρχηδόνα σὺν αὐτοῖς ἧκεν. ἐτύγχανε δὲ Βελισάριος διατριβήν τινα ἐν τῷ τῆς πόλεως προαστείῳ ποιούμενος, ὅπερ Ἄκλας καλοῦσιν. ἔνθα δὴ ὁ Γελίμερ παρ’ αὐτὸν εἰσῆλθε, γελῶν γέλωτα οὔτε φαῦλον οὔτε κρύπτεσθαι ἱκανὸν ὄντα, τῶν τε αὐτὸν θεωμένων ἔνιοι μὲν τῇ τοῦ πάθους ὑπερβολῇ ἁπάντων τε αὐτὸν ἐκστῆναι τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα ἤδη λόγῳ οὐδενὶ τὸν γέλωτα ἔχειν.
他们到达法拉斯处后,便同他一起前往山脚下的一处地点;在那里,应召而来的盖利梅尔前去相见,在按其所愿获得了信誓之后,便随他们一起来到迦太基。贝利萨留当时恰在被称为阿克拉斯的城郊暂住。 盖利梅尔正是在那里来到他面前,发出既不微弱也无法掩饰的狂笑;见此情景的人中,有些人怀疑他是因受尽极度苦难而完全丧失了常态神智,已然神志失常,毫无缘由地发出这等笑声。
οἱ μέντοι φίλοι ἀγχίνουν τε τὸν ἄνθρωπον ἐβούλοντο εἶναι2 καὶ ἅτε οἰκίας μὲν βασιλικῆς γεγονότα, εἰς βασιλείαν δὲ ἀναβεβηκότα, καὶ δύναμίν τε ἰσχυρὰν χρήματά τε μεγάλα ἐκ παιδὸς ἄχρι καὶ ἐς γῆρας περιβαλόμενον, εἶτα εἰς φυγήν τε καὶ δέος πολὺ ἐμπεσόντα καὶ κακοπάθειαν τὴν ἐν Παπούᾳ ὑποστάντα, καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, πάντων τε ταύτῃ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν τε καὶ φλαύρων ἐν πείρᾳ γεγονότα, ἄλλου οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος πολλοῦ οἴεσθαι εἶναι.
然而他的友人们却主张此人具有极高的敏锐智识:他出身王族,身登王位,自幼年直至垂暮之年皆坐拥强大权势与巨额财富,其后却沦于溃逃与巨大恐惧之中,熬过了帕普阿的苦难煎熬,如今又以战俘的身份来到此地,他既已历尽命运所赐予的这一切祸福盛衰,便以为人世之事除了博得一场大笑之外,再无别的价值。
περὶ μὲν οὖν τοῦ γέλωτος ὃν Γελίμερ ἐγέλα, λεγέτω ὥς πη ἕκαστος γινώσκει, καὶ ἐχθρὸς καὶ φίλος. Βελισάριος δὲ ἐς βασιλέα ὡς Γελίμερ δορυάλωτος εἴη ἐν Καρχηδόνι ἀνενεγκὼν ᾔτει ξὺν αὐτῷ ἐς Βυζάντιον ἀφικέσθαι. ἅμα δὲ αὐτόν τε καὶ Βανδίλους ἅπαντας οὐκ ἐν ἀτιμίᾳ ἐφύλασσε καὶ τὸν στόλον ἐν παρασκευῇ ἐποιεῖτο.
关于盖利梅尔所发的笑声,无论是敌是友,且由各人依其所见去评说吧。 贝利萨留向皇帝奏报盖利梅尔在迦太基已成战俘,并请求准许押送他前往拜占庭。与此同时,他礼待并看守着盖利梅尔及全体汪达尔人,不加贬抑,并着手整备船队。
Πολλὰ μὲν οὖν καὶ ἄλλα ἐν τῷ παντὶ αἰῶνι ἤδη τε κρείσσω ἐλπίδος ἐς πεῖραν ἦλθε καὶ ἀεὶ ἥξει, ἕως ἂν αἱ αὐταὶ τύχαι ἀνθρώπων ὦσι· τά τε γὰρ λόγῳ ἀδύνατα δοκοῦντα εἶναι ἔργῳ ἐπιτελῆ γίγνεται καὶ τὰ τέως ἀδύνατα φανέντα πολλάκις, εἶτα ἀποβάντα θαύματος ἄξια ἔδοξεν εἶναι· εἰ μέντοι τοιαῦτα ἔργα πώποτε γεγενῆσθαι τετύχηκεν οὐκ ἔχω εἰπεῖν, τὸν Γιζερίχου τέταρτον ἀπόγονον καὶ τὴν βασιλείαν τὴν αὐτοῦ πλούτῳ τε καὶ στρατιωτῶν δυνάμει ἀκμάζουσαν πρὸς πεντακισχιλίων ἀνδρῶν ἐπηλύδων τε καὶ οὐκ ἐχόντων ὅποι ὁρμίζοιντο ἐν χρόνῳ οὕτω βραχεῖ καταλελύσθαι.3
其实,在全部悠久岁月里,早已发生过而且只要人类的际遇依旧便永远还会发生许多出人意料之事;因为言谈中看似不可能的事在行动中竟成现实,而此前看似不可能之事往往在结局显现时令人叹为观止;然而,是否曾有过这等奇事发生,我实在无法定言——即盖赛里克第四代子孙及其在财富与军威上皆处极盛的王国,竟在如此短暂的时间内,被区区五千名甚至无处泊舟的外来异邦之人彻底摧垮。
τοσοῦτον γὰρ ἦν τὸ τῶν ἱππέων πλῆθος τῶν Βελισαρίῳ ἐπισπομένων, οἳ καὶ τὸν πόλεμον πάντα πρὸς Βανδίλους διήνεγκαν. τοῦτο γὰρ εἴτε τύχῃ εἴτε τινὶ ἀρετῇ γέγονε, δικαίως ἄν τις αὐτὸ ἀγασθείη. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.
因为随同贝利萨留、并实际上打赢了对汪达尔人全部战争的骑兵人数,仅仅就是这么多。此事无论由于机运还是由于某种勇德,人们都有理由为之赞叹。然而我将回到离题之前的叙述。
- 4.7.11ὅρκους τε αὐτοῖς ἐπέστελλε περὶ σωτηρίας Γελίμερός τε καὶ τῶν ξὺν αὐτῷ διδόναι, καὶ ὡς ἐπίτιμός τε παρὰ βασιλεῖ καὶ οὐδενὸς ἐνδεὴς εἴη
主控动词 ἐπέστελλε(吩咐)先支配不定式 διδόναι(给予),随后通过连词 καί 转换为由 ὡς 引出的间接引语从句,动词 εἴη 采用过去历史时制下的斜语式希求法,表达所允诺的内容(即盖利梅尔在皇帝处享有尊荣且一无所缺)。
- 4.7.15οἱ μέντοι φίλοι ἀγχίνουν τε τὸν ἄνθρωπον ἐβούλοντο εἶναι καὶ ἅτε οἰκίας μὲν βασιλικῆς γεγονότα, εἰς βασιλείαν δὲ ἀναβεβηκότα, καὶ δύναμίν τε ἰσχυρὰν χρήματά τε μεγάλα ἐκ παιδὸς ἄχρι καὶ ἐς γῆρας περιβαλόμενον, εἶτα εἰς φυγήν τε καὶ δέος πολὺ ἐμπεσόντα καὶ κακοπάθειαν τὴν ἐν Παπούᾳ ὑποστάντα, καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, πάντων τε ταύτῃ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν τε καὶ φλαύρων ἐν πείρᾳ γεγονότα, ἄλλου οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος πολλοῦ οἴεσθαι εἶναι.
在主要动词 ἐβούλοντο(主张/认为)的统辖下,并列了两个带不定式的宾格结构:ἀγχίνουν τε τὸν ἄνθρωπον ... εἶναι 与 καὶ ... οἴεσθαι εἶναι。介于其间的一长串由 ἅτε 引领的宾格分词(γεγονότα, ἀναβεβηκότα, περιβαλόμενον, ἐμπεσόντα, ὑποστάντα, ἥκοντα, γεγονότα)皆修饰逻辑主语 τὸν ἄνθρωπον,构成了他之所以产生如此超然看法(οἴεσθαι)的原因与背景。
- 4.7.20εἰ μέντοι τοιαῦτα ἔργα πώποτε γεγενῆσθαι τετύχηκεν οὐκ ἔχω εἰπεῖν, τὸν Γιζερίχου τέταρτον ἀπόγονον καὶ τὴν βασιλείαν τὴν αὐτοῦ πλούτῳ τε καὶ στρατιωτῶν δυνάμει ἀκμάζουσαν πρὸς πεντακισχιλίων ἀνδρῶν ἐπηλύδων τε καὶ οὐκ ἐχόντων ὅποι ὁρμίζοιντο ἐν χρόνῳ οὕτω βραχεῖ καταλελύσθαι.
宾格带不定式结构 τὸν ... ἀπόγονον καὶ τὴν βασιλείαν ... καταλελύσθαι 对前述的 τοιαῦτα ἔργα(这等奇事)起到了同位语式的解说(epexegetic)作用,具体说明所指的事由。被动不定式 καταλελύσθαι 的宾格主语是 ἀπόγονον 与 βασιλείαν,其施事者则由 πρὸς πεντακισχιλίων ἀνδρῶν(由五千名男儿)引出。
