- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.7.1-4.7.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在帕普阿山长达数月的围困与饥荒中,盖利梅尔亲睹幼童为争夺一小块面团而惨遭痛击的惨状,心志崩溃,遂致信法拉斯提出有条件的投降。
Ἤδη δὲ τριῶν μηνῶν χρόνος ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ ἐτρίβη καὶ ὁ χειμὼν ἐτελεύτα. καὶ ὁ Γελίμερ ἐδεδίει, τοὺς πολιορκοῦντας ἐπ’ αὐτὸν οὐκ εἰς μακρὰν ἀναβήσεσθαι ὑποτοπάζων· καὶ τῶν οἱ συγγενῶν παιδίων τὰ πλεῖστα σώματα σκώληκας ἐν ταύτῃ δὴ τῇ ταλαιπωρίᾳ ἠφίει.
围困在此地已耗费了整整三个月的光阴,冬季即将结束。盖利梅尔满怀恐惧,料想围攻者不久便会攀登上来对他发动袭击;在这番苦难之中,他亲族中多数幼童的躯体已滋生出蛆虫。
καὶ ἐν ἅπασι μὲν περιώδυνος ἦν, ἐς ἅπαντα δέ, πλήν γε δὴ τοῦ θνήσκειν, δυσάρεστος, τῇ μέντοι κακοπαθείᾳ παρὰ δόξαν ἀντεῖχεν, ἕως οἱ θέαμα ἰδεῖν ξυνηνέχθη τοιόνδε.
他为一切痛彻心扉,对除死以外的诸事皆难忍受,却出人意料地忍耐着这份艰辛,直到他碰巧目睹了如下一幕。
γυνή τις Μαυρουσία σῖτον ὀλίγον ἀμωσγέπως ξυγκοψαμένη, μᾶζαν δὲ ἐνθένδε βραχεῖαν κομιδῆ ποιησαμένη ἐς ζέουσαν τὴν σποδιὰν τὴν ἐν τῇ ἐσχάρᾳ ἐνέβαλεν. οὕτω γὰρ νόμος ἐν Μαυρουσίοις τοὺς ἄρτους ὀπτᾶσθαι.
一名摩尔妇女设法磨碎了少许谷物,由此制成一小团生面团,投入火塘滚烫的草木灰中;因为在摩尔人中,烘烤面包的习俗便是如此。
παρὰ ταύτην δὴ τὴν ἐσχάραν δύο παῖδε καθημένω καὶ τῷ λιμῷ ὑπεράγαν βιαζομένω, ἅτερος μὲν αὐτῆς τῆς ἀνθρώπου υἱὸς ἣ τὴν μᾶζαν ἐμβεβλημένη ἐτύγχανεν, ὁ δὲ ἕτερος Γελίμερος ἀδελφιδοῦς ὤν, ἐβουλέσθην ταύτην δὴ τὴν μᾶζαν ἁρπάσασθαι, ἐπειδὰν αὐτοῖς τάχιστα ὠπτῆσθαι δοκῇ.
就在这火塘旁边,坐着两个饱受饥荒折磨的男童:一个是将面团扔进灰里的那名妇女自己的儿子,另一个则是盖利梅尔的侄儿;他们决意一旦觉得这块面团烤熟,就立刻抢夺。
τούτοιν τοῖν παίδοιν ὁ μὲν Βανδίλος προτερήσας ἔφθασέ τε τὴν μᾶζαν ἁρπάσας1 καὶ ζέουσαν ἔτι ὡς μάλιστα σποδιᾶς τε ἀνάπλεων οὖσαν, ὑπερβιαζομένου αὐτὸν τοῦ λιμοῦ, ἐς τὸ στόμα ἐμβαλόμενος ἤσθιεν, ὁ δὲ ἕτερος λαβόμενος αὐτοῦ τῶν ἐν τῇ κεφαλῇ τριχῶν ἐπάταξέ τε κατὰ κόρρης καὶ αὖθις ῥαπίσας ἠνάγκασε τὴν μᾶζαν ξὺν βίᾳ πολλῇ ἀποβαλεῖν ἤδη ἐν τῇ φάρυγγι οὖσαν.
在这两个男童中,汪达尔男童抢先一步夺得了面团;由于饥火中烧,他顾不得面团依然滚烫且沾满柴灰,直接塞进口中吞咽;而另一个男童则揪住他的头发,击打其太阳穴,接着又连番掌掴,硬生生逼他将已吞至咽喉的面团吐了出来。
τοῦτο τὸ πάθος οὐκ ἐνεγκὼν Γελίμερ ʽπαρηκολούθει γὰρ ἐξ ἀρχῆς ἅπασιν’ ἐθηλύνθη τε τὴν διάνοιαν καὶ πρὸς Φάραν ὡς τάχιστα ἔγραψε τάδε·
盖利梅尔目睹这番惨状(因他从头到尾在一旁看着),再也无法承受,心志软化了下来,随即以最快的速度致信法拉斯如下:
“Εἴ τινι καὶ ἄλλῳ τετύχηκε πώποτε τὰ δεινὰ καρτερήσαντι ἀπ’ ἐναντίας ἰέναι τῶν πρόσθεν αὐτῷ βεβουλευμένων, τοιοῦτον δή τινα καὶ ἐμὲ νόμιζε εἶναι, ὦ βέλτιστε Φάρα.
“最善的法拉斯啊,若曾有其他任何人在历经严酷的折磨之后,走上了与其先前的决断相反的道路,请认为我也正是这样的人。
εἰσῆλθε γάρ με ἡ σὴ ξυμβουλή, ἣν δὴ ἀλογῆσαι ἥκιστα βούλομαι. οὐ γὰρ ἂν ἀντιτείνοιμι περαιτέρω τῇ τύχῃ οὐδὲ πρὸς τὴν πεπρωμένην ζυγομαχοίην,2 ἀλλ’ ἕψομαι αὐτίκα δὴ μάλα, ὅπη ἂν αὐτῇ ἐξηγεῖσθαι δοκῇ· ὅπως μέντοι τὰ πιστὰ λάβοιμι, ἀναδέχεσθαι Βελισάριον βασιλέα ποιήσειν ἅπαντα ὅσα μοι ἔναγχος ὑπεδέξω.3
因你的劝告已入我心,我绝无忽视之意。我不会再抗拒命运,也不会再拼力反抗既定的天命之轭,而将毫不迟疑地顺从其指引的方向前行;然而条件是,我须得到保证,即贝利萨留须担保皇帝将履行你日前向我许诺的一切。
ἐγὼ γάρ, ἐπειδὰν τάχιστα τὴν πίστιν δοίητε, ἐμαυτόν τε ὑμῖν ἐγχειριῶ καὶ συγγενεῖς τούσδε καὶ Βανδίλους ὅσοι ξὺν ἡμῖν ἐνταῦθά εἰσι.”
因为只要你们一立下保证,我便立刻将我自己、这些亲族,以及与我们同在此地的所有汪达尔人交付给你们。”
Τοσαῦτα μὲν τῷ Γελίμερι ἐν τῇ ἐπιστολῇ τῇδε ἐγέγραπτο. Φάρας δὲ ταῦτά τε Βελισαρίῳ καὶ τὰ πρότερον γεγραμμένα σφίσι πρὸς ἀλλήλους σημήνας ἐδεῖτο ὡς τάχιστά οἱ δηλῶσαι ὅ τι ἂν αὐτῷ βουλομένῳ εἴη.
盖利梅尔在此信中所写的就是这些话。法拉斯将此事以及他们此前互通的书信内容呈报给贝利萨留,恳请他尽快指示其意向究竟如何。
- 4.7.5ἔφθασέ τε τὴν μᾶζαν ἁρπάσας
动词 φθάνω 与补充分词 ἁρπάσας 连用,构成表示“先于……做……”或“抢先做某事”的惯用结构。与前面的分词 προτερήσας(占得先机)相叠用,强调了汪达尔少年抢在另一人之前夺走面团的动作。
- 4.7.8ζυγομαχοίην
动词 ζυγομαχέω 由 ζυγόν(轭)与 μάχομαι(争斗)复合而成,原指挽兽因抗拒套轭而挣扎乱踢,在此引申为“反抗既定的天命之轭”。它与前句中的 ἀντιτείνοιμι τῇ τύχῃ(违抗命运)构成平行的修辞隐喻。
- 4.7.8ὅπως μέντοι τὰ πιστὰ λάβοιμι, ἀναδέχεσθαι Βελισάριον βασιλέα ποιήσειν ἅπαντα ὅσα μοι ἔναγχος ὑπεδέξω
连词 ὅπως 接祈愿法动词 λάβοιμι,在此作为表示限定或附加条件(“只要我能获得……”)的省略表达。随后的不定式 ἀναδέχεσθαι(及其支配的 ποιήσειν)充当解释名词 τὰ πιστά 具体内容的同格或说明性不定式,即“贝利萨留须担保皇帝履行……的保证”。
