- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.6.18-4.6.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法拉斯致信劝降盖利梅尔并许以优厚待遇,但盖利梅尔予以拒绝,同时请求对方送来齐特拉琴、面包和海绵。
πάντως γάρ σε καὶ νεανιεύεσθαι τοῦτο1 οἶμαι, καὶ τὴν ἐλευθερίαν προΐσχεσθαι, ὡς δὴ ἅπαντα ταύτης τὰ μοχθηρὰ ἀνταλλάσσεσθαι ἄξιον.
因为我深信,你在此事上纯属意气用事,把自由当作借口,仿佛为了自由就值得换取这一切苦难似的。
εἶτα νῦν Μαυρουσίων τοῖς γε ἀτυχεστάτοις οὐκ οἴει δουλεύειν, ὃς τὴν ἐλπίδα τοῦ σώζεσθαι, ἢν τὰ κράτιστα φέρῃ, ἐπ’ αὐτοῖς ἔχεις;
既然如此,难道你如今不觉得自己正沦为那批最不幸的摩尔人的奴隶吗——即便情势发展到最好,你也将得救的希望寄托在他们身上?
καίτοι πῶς ἂν οὐχὶ τῷ παντὶ ἄμεινον εἴη δουλεύειν ἐν Ῥωμαίοις πτωχεύοντα ἢ τυραννεῖν ἐν Παπούᾳ τε καὶ Μαυρουσίοις;
然而,在罗马人中间纵然以乞讨为生而屈居仆从,岂不也全然胜过在帕普阿山和摩尔人之中称王作霸吗?
πάντως δέ σοι καὶ τὸ ξυνδούλῳ Βελισαρίῳ εἶναι ὑπερβολή τις ὕβρεως φαίνεται.
无论如何,对你而言,甚至与贝利萨留同为臣仆,似乎也是某种莫大的侮辱。
ἄπαγε, ὦ βέλτιστε Γελίμερ. ἢ οὐ καὶ ἡμεῖς ἐξ εὐπατριδῶν γεγονότες βασιλεῖ νῦν ὑπηρετεῖν αὐχοῦμεν; καὶ μὴν λέγουσιν Ἰουστινιανῷ βασιλεῖ βουλομένῳ εἶναι2 ἔς τε βουλὴν ἀνάγραπτόν σε ποιήσασθαι, τιμῆς μεταλαχόντα τῆς ἀνωτάτω, ἣν δὴ πατρικίων καλοῦσι, καὶ χώρᾳ πολλῇ τε καὶ ἀγαθῇ καὶ χρήμασι μεγάλοις δωρήσασθαι, Βελισάριόν τε ἐθέλειν ἀναδέχεσθαι πάντα ταῦτα ἔσεσθαί σοι, πίστεις διδόντα.
罢了吧,至善的盖利梅尔!难道我们这些名门之后,如今不也以侍奉皇帝为荣吗?况且人们传说,查士丁尼皇帝正有意将你列入元老院,使你享有被称作贵族的最高尊荣,并赏赐你广袤肥沃的土地和巨额财富,而贝利萨留也愿意立下保证,担保这一切都将归你所有。
σὺ δὲ ὅσα μὲν ἡ τύχη μοχθηρὰ ἤνεγκε, φέρειν γενναίως οἷός τε εἶ πάντα τὰ ἐνθένδε ἀνθρώπῳ γε ὄντι ἀναγκαῖα εἶναι οἰόμενος.
至于命运所降下的那些苦难,你尚且能够以高尚的气度承受,认为这一切皆是身为凡人所不可避免的。
ἢν δέ τινι ἀγαθῷ τὰ δυσχερῆ ταῦτα ξυγκεραννύειν βεβούλευται, τοῦτο δὲ αὐτὸς ἐθελούσιος δέξασθαι οὐκ ἂν ἀξιοίης; ἢ οὐχ ὁμοίως τοῖς φλαύροις ἀναγκαῖά γε ἡμῖν καὶ τὰ παρὰ τῆς τύχης ἀγαθὰ λογιστέον; ἀλλὰ ταῦτα μὲν οὐδὲ τοῖς σφόδρα ἀνοήτοις δοκεῖ.
但若是命运决意在这些艰困之中掺入若干福祉,难道你自己竟不屑于欣然接受吗?难道我们不应把来自命运的善事,也同那些恶事一样视为不可抗拒的吗?然而,即便极愚钝之人也不会作此〔不以为然的〕想法。
σοὶ δὲ νῦν μὲν βεβαπτισμένῳ ταῖς ξυμφοραῖς, ἀξυνέτῳ, ὡς τὸ εἰκός, συμβαίνει εἶναι· ἀθυμία γὰρ ἐκπλήξασα εἰς ἀβουλίαν τρέπεσθαι πέφυκεν· ἢν δὲ φέρειν τὴν διάνοιαν τὴν σαυτοῦ δύναιο καὶ μὴ πρὸς τύχην μεταβαλλομένην ἀγανακτεῖν, παρέσται σοι αὐτίκα δὴ μάλα τά τε ξύμφορα ἑλέσθαι ἅπαντα καὶ τῶν ἐπικειμένων ἀπηλλάχθαι κακῶν.”
而你如今被灾祸所吞没,自然也就失去了明辨之智;因为沮丧一旦袭来,天然就易转为盲目妄动。但你若能克制自己的心智,不对变幻莫测的命运愤愤不平,你便能立刻选择一切对自己有利之事,并从眼前的灾祸中摆脱出来。”
Ταῦτα Γελίμερ τὰ γράμματα ἀναλεξάμενος ἀποκλαύσας τε δεινῶς ἀντέγραψεν ὧδε· “Καὶ τῆς ξυμβουλῆς ἥν μοι ἐποιήσω πολλὴν ἔχω σοι χάριν καὶ πολεμίῳ ἀδικοῦντι δουλεύειν οὐκ ἀνεκτὸν οἶμαι, παρ’ οὗ ἂν δίκην εὐξαίμην λαβεῖν, εἴ μοι ὁ θεὸς ἵλεως εἴη, ὅς γε οὐδὲν πώποτε ἄχαρι πρὸς ἐμοῦ οὔτε ἔργῳ παθὼν οὔτε λόγῳ ἀκούσας πολέμῳ μὲν αἰτίαν οὐκ ἔχοντι παρέσχετο σκῆψιν, ἐμὲ δὲ ἐς τοῦτο μετήνεγκε τύχης, Βελισάριον οὐκ οἶδα ὅθεν ἐπενεγκών.
盖利梅尔读罢此信,痛哭流涕,复信如下:“承蒙赐教,我深表感激;但我认为,屈服于一个不义的仇敌是不可容忍的。倘若上帝垂怜于我,我本祈求向他讨回公道。他从未在行动上遭受我任何冒犯,亦未在言语中听到过半句恶言,却为一场毫无理据的战争捏造借口,不知从何处招来贝利萨留,将我置于这般命运境地。
καίτοι καὶ αὐτῷ ἀνθρώπῳ γε ὄντι, καὶ βασιλεῖ οὐδὲν ἀπεικὸς ξυμβήσεσθαί τι ὧν οὐκ ἂν ἕλοιτο.
然而,他自己既是凡人,纵为皇帝,遭遇某些他所不愿见到的事也绝非不可能。
ἐγὼ μέντοι περαιτέρω τι γράφειν οὐκ ἔχω. ἀφείλετο γάρ με τὴν ἔννοιαν3 ἡ παροῦσα τύχη.
不过,我无法再多写些什么了;因为当下的命运已夺去了我的心智。
ἀλλὰ χαῖρέ μοι, ὦ φίλε Φάρα, καί μοι κιθάραν τε καὶ ἄρτον ἕνα καὶ σπόγγον δεομένῳ πέμπε.” ταῦτα ἐπεὶ ἀπενεχθέντα ὁ Φάρας ἔγνω, χρόνον δή τινα διηπορεῖτο τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον συμβαλεῖν οὐκ ἔχων,4 ἕως οἱ ὁ ταύτην κομίσας ἔφρασεν ὡς ἄρτου μὲν ἑνὸς δέοιτο Γελίμερ, ἐπιθυμῶν ἐς θέαν τε αὐτοῦ ἀφικέσθαι καὶ βρῶσιν, ἐπεὶ ἐξ οὗ ἐς Παπούαν ἀναβέβηκεν, οὐδένα που ἄρτον ὠπτημένον εἶδε.
愿你安好,亲爱的法拉斯,请将我所求的一把齐特拉琴、一个面包和一块海绵送给我吧。”法拉斯接到信件读罢后,一时困惑不解,无法领会信末的意思,直到送信人向他解释道:盖利梅尔需要一个面包,是因为他渴望看一眼并品尝它,毕竟自从他登上帕普阿山以来,还未曾见过烤好的面包。
σπόγγος δέ οἱ ἀναγκαῖος εἴη· τοῖν γάρ οἱ ὀφθαλμοῖν ἅτερος, τραχυνόμενος τῇ ἀλουσίᾳ, ἐς ἄγαν ἐπῆρται.
海绵则是他所急需的,因为他的一只眼睛因久未清洗而发炎,肿胀得极厉害。
κιθαριστῇ δὲ ἀγαθῷ ὄντι ᾠδή τις αὐτῷ ἐς ξυμφορὰν τὴν παροῦσαν πεποίηται, ἣν δὴ πρὸς κιθάραν θρηνῆσαί τε καὶ ἀποκλαῦσαι ἐπείγεται.
此外,由于他擅长弹奏齐特拉琴,便就自己当下的不幸作了一首挽歌,急于配着琴声抒发悲叹、痛哭一场。
ταῦτα ἀκούσας Φάρας περιαλγήσας τε καὶ τύχην τὴν ἀνθρωπείαν ἀπολοφυράμενος κατὰ τὰ γεγραμμένα ἐποίει καὶ πάντα ἔπεμπεν ὅσων αὐτοῦ ἔχρῃζε Γελίμερ. τῆς μέντοι προσεδρείας οὐδὲν μεθιεὶς ἐφύλασσε μᾶλλον ἢ πρότερον.
法拉斯闻言深感悲痛,哀叹人类的命运,便依信中所写照办,将盖利梅尔向他索求的一切尽数送去。然而他并未放松围困,反而比以往防范得更为严密。
- 4.6.18νεανιεύεσθαι τοῦτο
代词 τοῦτο 在动词 νεανιεύεσθαι(作少年态、逞血气之勇)后作同族宾语(内含宾格),意为“在此事上逞血气之勇”。
- 4.6.22Ἰουστινιανῷ βασιλεῖ βουλομένῳ εἶναι
属于“与格 + βουλομένῳ ἐστί”(意为“某人所乐意/希望的”)这一希腊语经典惯用结构,在此置于从属动词 λέγουσιν 的间接引语不定式句中。
- 4.6.29ἀφείλετο γάρ με τὴν ἔννοιαν
剥夺动词 ἀφαιρέω 支配人(με)和物(τὴν ἔννοιαν)的双重宾格结构,意为“夺走了我的心智”。
- 4.6.31τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον συμβαλεῖν οὐκ ἔχων
οὐκ ἔχω + 不定词表“不能/无法”。动词 συμβάλλω 接宾格(τὸ ἀκροτελεύτιον)意为“推断、领会其意义”,属格 τῆς ἐπιστολῆς 表示整体(部分属格)。
