← 普罗科皮乌斯

战史

§4.6.1-4.6.17

围困帕普阿山与法拉斯致盖利梅尔的书信

法拉斯强攻帕普阿山受挫后转为严密围困;文中对比了习惯奢华的汪达尔人与耐受极苦的摩尔人,而法拉斯则向陷入绝境的盖利梅尔致信规劝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6.1

Φάρας δὲ τῇ προσεδρείᾳ ἤδη ἄλλως τε καὶ χειμῶνος ὥρᾳ ἀχθόμενος, ἅμα δὲ καὶ οὐκ ἂν οἰόμενος οἵους τε εἶναι1 τοὺς ἐκείνῃ Μαυρουσίους ἐμποδὼν σφίσι στήσεσθαι, τῇ ἐς Παπούαν ἀναβάσει ξὺν προθυμίᾳ πολλῇ ἐπεχείρησεν. ἅπαντας μὲν οὖν εὖ μάλα ἐξοπλίσας τοὺς ἑπομένους ἀνέβαινε.

法拉斯本就因围城日久而烦躁,时值冬季更是如此,同时他又认为那里的摩尔人绝无能力阻挡他们的去路,于是满怀热忱地试图登攀帕普阿山。他让麾下的所有追随者全副武装,开始向上攀登。

§4.6.2

βεβοηθηκότων δὲ τῶν Μαυρουσίων ἅτε ἐν χωρίῳ ἀνάντει τε καὶ λίαν δυσβάτῳ, ἡ κωλύμη εὐπετῶς ἐπὶ τοὺς ἀνιόντας ἐγίνετο.

然而,由于摩尔人及时赶来防守,且地势陡峭险峻、极难攀爬,因此对攀登者的阻击便进行得轻而易举。

§4.6.3

καρτερῶς δὲ τοῦ Φάρα βιαζομένου τὴν ἄνοδον, δέκα μὲν καὶ ἑκατὸν τῶν ἀμφ’ αὐτὸν ἐν τῷ ἔργῳ τούτῳ ἀπέθανον, αὐτὸς δὲ ξὺν τοῖς ἐπιλοίποις ἀποκρουσθεὶς ἀνεχώρησε, καὶ ἀπ’ αὐτοῦ ἀποπειράσασθαι μὲν τῆς ἀνόδου, ἀντιστατοῦντος τοῦ πράγματος, οὐκέτι ἐτόλμα, φυλακὴν δὲ κατεσπουδασμένην, ὡς ἔνι μάλιστα, κατεστήσατο, ὅπως οἱ πιεζόμενοι τῷ λιμῷ οἱ ἐν Παπούᾳ σφᾶς αὐτοὺς ἐγχειρίσειαν, καὶ οὔτε ἀποδιδράσκειν αὐτοῖς ἐνεδίδου οὔτε τι τῶν ἔξωθεν ἐς αὐτοὺς φέρεσθαι.

尽管法拉斯极力强行攀登,但在此役中仍有一百一十名部下阵亡,他自己则与余众被击退折返;由此之后,鉴于形势不利,他再不敢尝试攀登,而是尽可能设置了极严密的警戒,以期让帕普阿山上的众人因受饥荒所迫而自行投降,既不容许他们逃脱,亦不容许任何外界物资运抵他们手中。

§4.6.4

ἔνθα δὴ τῷ τε Γελίμερι καὶ τοῖς ἀμφ’ αὐτὸν ἀδελφιδοῖς τε καὶ ἀνεψιαδοῖς οὖσι καὶ ἄλλοις εὖ γεγονόσι ξυνέπεσε κακοπαθείᾳ χρῆσθαι ἥν, ὅπως ποτὲ εἴποι τις, οὐκ ἂν ὁμοίως τοῖς πράγμασι φράζοι.2

此时,盖利梅尔以及身边的侄儿、表兄弟与其他出身显贵的随从们,不得不承受着无论何人以何种方式言说都无法如实描绘其万一的苦难。

§4.6.5

ἐθνῶν γὰρ ἁπάντων ὧν ἡμεῖς ἴσμεν ἁβρότατον μὲν τὸ τῶν Βανδίλων, ταλαιπωρότατον δὲ τὸ Μαυρουσίων τετύχηκεν εἶναι.

因为在我们所知的一切民族中,汪达尔人最为骄奢,而摩尔人则最为困苦。

§4.6.6

οἱ μὲν γάρ, ἐξ ὅτου Λιβύην ἔσχον, βαλανείοις τε οἱ ξύμπαντες ἐπεχρῶντο ἐς ἡμέραν ἑκάστην καὶ τραπέζῃ ἅπασιν εὐθηνούσῃ ὅσα δὴ γῆ τε καὶ θάλασσα ἥδιστά τε καὶ ἄριστα φέρει.

汪达尔人自占据利比亚以来,人人每日皆享用浴池,餐桌上摆满了陆地与海洋所出产的一切最鲜美、最上乘之物。

§4.6.7

ἐχρυσοφόρουν δὲ ὡς ἐπὶ πλεῖστον, καὶ Μηδικὴν ἐσθῆτα, ἣν νῦν Σηρικὴν καλοῦσιν, ἀμπεχόμενοι, ἔν τε θεάτροις καὶ ἱπποδρομίοις καὶ τῇ ἄλλῃ εὐπαθείᾳ, καὶ πάντων μάλιστα κυνηγεσίοις τὰς διατριβὰς ἐποιοῦντο.

他们大多佩戴金饰,身着如今被称为丝绸的米底服饰,将时光消磨在剧场、赛马场及其他享乐之中,尤其是行猎。

§4.6.8

καὶ σφίσιν ὀρχησταὶ καὶ μῖμοι ἀκούσματά τε συχνὰ καὶ θεάματα ἦν, ὅσα μουσικά τε καὶ ἄλλως ἀξιοθέατα ξυμβαίνει ἐν ἀνθρώποις εἶναι.

对他们而言,舞者和哑剧演员,以及凡人中间凡属于音乐或引人注目的各种演出,乃是极常见的视听享受。

§4.6.9

καὶ ᾤκηντο μὲν αὐτῶν οἱ πολλοὶ ἐν παραδείσοις, ὑδάτων καὶ δένδρων εὖ ἔχουσι· ξυμπόσια δὲ ὅτι πλεῖστα ἐποίουν, καὶ ἔργα τὰ ἀφροδίσια πάντα αὐτοῖς ἐν μελέτῃ πολλῇ ἤσκητο.

他们当中的大多数人居住在水源丰沛、林木茂盛的园林之中;他们频繁设宴,对一切纵情声色之举皆倾力钻研。

§4.6.10

Μαυρούσιοι δὲ οἰκοῦσι μὲν ἐν πνιγηραῖς καλύβαις, χειμῶνί τε καὶ θέρους ὥρᾳ καὶ ἄλλῳ τῷ ξύμπαντι χρόνῳ, οὔτε χιόσιν οὔτε ἡλίου θέρμῃ ἐνθένδε οὔτε ἄλλῳ ὁτῳοῦν ἀναγκαίῳ κακῷ ἐξιστάμενοι.

而摩尔人无论在严冬、盛夏还是其他一切时节,都居住在闷热窒息的简陋草屋中,既不为避风雪,亦不为避骄阳或任何其他无可避免的苦难而离开那里。

§4.6.11

καθεύδουσι δὲ ἐπὶ τῆς γῆς κώδιον οἱ εὐδαίμονες αὑτοῖς, ἂν οὕτω τύχοι, ὑποστρωννύντες.

他们直接睡在地上,富裕者若有可能,也不过是在身下铺一张羊皮而已。

§4.6.12

ἱμάτια δὲ σφίσιν οὐ ξυμμεταβάλλειν ταῖς ὥραις νόμος, ἀλλὰ τριβώνιόν τε ἁδρὸν καὶ χιτῶνα τραχὺν ἐς καιρὸν ἅπαντα ἐνδιδύσκονται.

他们依习俗并不随季节更换衣物,而是不论何时都穿着厚重的粗袍和粗糙的束腰外衣。

§4.6.13

ἔχουσι δὲ οὔτε ἄρτον οὔτε οἶνον οὔτε ἄλλο οὐδὲν ἀγαθόν, ἀλλὰ τὸν σῖτον, ἢ τὰς ὀλύρας τε καὶ κριθάς, οὔτε ἕψοντες οὔτε ἐς ἄλευρα ἢ ἄλφιτα ἀλοῦντες οὐδὲν ἀλλοιότερον ἢ τὰ ἄλλα ζῷα ἐσθίουσι.

他们既无面包亦无美酒,亦无任何其他美好之物,但以谷物——即斯佩尔特麦与大麦——为食,既不煮熟,亦不磨成细粉或面粉,其进食方式与其余走兽毫无二致。

§4.6.14

τοιούτοις δὴ οὖσι τοῖς Μαυρουσίοις οἱ ἀμφὶ τὸν Γελίμερα συχνὸν ξυνοικήσαντες χρόνον τήν τε ξυνειθισμένην αὐτοῖς δίαιταν ἐς τοῦτο ταλαιπωρίας μεταβαλόντες, ἐπειδὴ καὶ αὐτὰ σφᾶς τὰ ἀναγκαῖα ἤδη ἐπιλελοίπει, οὐκέτι ἀντεῖχον, ἀλλὰ καὶ τὸ τεθνάναι αὐτοῖς ἥδιστον καὶ τὸ δουλεύειν ἥκιστα αἰσχρὸν ἐνομίζετο.

与这般习性的摩尔人共同生活了长久时日,并将一贯的生活方式转变为这般困顿,加之就连生存必需品如今也已消耗殆尽,盖利梅尔一行再也无法支撑下去;在他们看来,甚至死亡也是最惬意的,而沦为奴隶也绝非可耻之事。

§4.6.15

Ὧν δὴ Φάρας αἰσθόμενος γράφει πρὸς Γελίμερα τάδε· “Εἰμὶ μὲν καὶ αὐτὸς βάρβαρος καὶ γραμμάτων τε καὶ λόγων οὔτε ἐθὰς οὔτε ἄλλως ἔμπειρος γέγονα.

法拉斯察觉到这些情状,便致信盖利梅尔如下:“我本人亦是个蛮族,既不习于文字辞令,于此亦毫无经验。

§4.6.16

ὅσα δέ με ἄνθρωπον ὄντα εἰδέναι ἀνάγκη, ἐκ τῆς τῶν πραγμάτων φύσεως ἐκμαθὼν ἔγραψα.

然而,作为一个人所必须知晓的事理,我已从万物的本性中领悟,并书写于此。

§4.6.17

τί ποτε ἄρα πεπονθώς, ὦ φίλε Γελίμερ, οὐ σαυτὸν μόνον, ἀλλὰ καὶ ξύμπαν τὸ σὸν γένος ἐς τὸ βάραθρον τοῦτο ἐμβέβληκας. ὅπως δηλαδὴ μὴ γένοιο δοῦλος;3

我亲爱的盖利梅尔,你究竟遭遇了何事,竟不仅将你自己,甚至将你的整个部族都推入了这般万丈深渊?难道当真只是为了不沦为奴隶吗?

语法注3 条
  1. 4.6.1οὐκ ἂν οἰόμενος οἵους τε εἶναι

    分词短语 οὐκ ἂν οἰόμενος 中,ἄν 在句法上与不定词 εἶναι 结合,表达潜在语气(“认为他们不可能能够……”)。否定词 οὐ 修饰分词 οἰόμενος,但在语义上否定整个不定词从句。

  2. 4.6.4ἥν, ὅπως ποτὲ εἴποι τις, οὐκ ἂν ὁμοίως τοῖς πράγμασι φράζοι

    关系代词 ἥν 是先行词 κακοπαθείᾳ 的宾格,充当带 ἄν 的希求法主动词 φράζοι 的宾语。ὅπως ποτὲ εἴποι τις 为插入式的泛指从句(“无论人们如何措辞”),主节表示潜在可能。短语 ὁμοίως τοῖς πράγμασι 意为“与实情相符地/恰如其分地”。

  3. 4.6.17ὅπως δηλαδὴ μὴ γένοιο δοῦλος;

    承接前文疑问句 τί ποτε ἄρα πεπονθώς...(“你究竟遭遇了何事……”)的反诘性目的从句。主句动词被省略(即省略了“[你做这一切] 是为了……”),带有强烈的反讽意味。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.6.1-4.6.17