- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.5.12-4.5.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留致信哥特守将要求交出莉莉白翁要塞并施以战争警告,哥特方遵照阿玛拉逊莎的指令宣称要塞主权并提议由查士丁尼皇帝仲裁,贝利撒留遂停步等待皇帝的裁示。
ὁ δέ, ἐπεὶ ταῦτα ἤκουσε, πρὸς τοὺς ἄρχοντας οἳ ταύτῃ ἦσαν ἔγραψε τάδε· “Λιλύβαιον τὸ Βανδίλων φρούριον τῶν βασιλέως δούλων ἀποστερεῖτε ἡμᾶς, οὐ δίκαια ποιοῦντες οὐδὲ ὑμῖν αὐτοῖς ξύμφορα, καὶ ἄρχοντι τῷ ὑμετέρῳ οὔτι ἑκόντι καὶ μακρὰν ἀπολελειμμένῳ τῶν πρασσομένων ἐκπολεμῶσαι βούλεσθε βασιλέα τὸν μέγαν, οὗ τὴν εὔνοιαν πόνῳ πολλῷ κτησάμενος ἔχει.
听闻此事后,〔贝利撒留〕致信当地的将领们,内容如下:“你们剥夺了我们对皇帝的奴隶汪达尔人的要塞莉莉白翁的占有,此举既不合乎正义,亦不利于你们自身;你们甚至试图让你们的统治者——他绝非自愿,且远离目前所发生的一切——与大皇帝交恶开战,而这位皇帝的善意乃是他历经千辛万苦才赢得并维持的。
καίτοι πῶς οὐκ ἂν ἀπὸ τοῦ ἀνθρωπείου τρόπου1 ποιεῖν δόξαιτε, εἰ Γελίμερα μὲν ἔναγχος ἔχειν ξυνεχωρεῖτε τὸ φρούριον, βασιλέα δὲ τὸν τοῦ Γελίμερος κύριον ἀφαιρεῖσθαι τὰ τοῦ δούλου κτήματα ἔγνωτε;
况且,如果你们不久前还容许盖利梅尔据有这座要塞,如今却决定从盖利梅尔的主人即皇帝手中夺取其奴隶的财产,这怎能不被视作悖逆情理之举?
μὴ ὑμεῖς γε,2 ὦ βέλτιστοι. ἀλλ’ ἐνθυμεῖσθε, ὡς φιλία μὲν αἰτίας πολλὰς καλύπτειν πέφυκεν, ἔχθρα δὲ οὐδὲ τῶν σμικροτάτων ἀδικημάτων ἀνέχεται, ἀλλὰ διερευνᾶται μὲν ἅπαντα ἄνωθεν, οὐ περιορᾷ δὲ πλουτοῦντας τοῖς γε οὐδὲν προσήκουσι τοὺς πολεμίους.
切勿如此,诸位大人!反当深思:友谊生来便能掩盖诸多嫌怨,而敌意则连最微小的过失都无法容忍,它会从头追究一切,绝不容许敌人凭借全然不属于他们的东西而获利发财。
εἶτα μάχεται ὑπὲρ ὧν τοὺς προγόνους ἠδικῆσθαί φησι· καὶ ἢν μὲν σφαλῇ ἐν τῷ κινδύνῳ, ἀπώλεσε τῶν ὑπαρχόντων οὐδέν, εὐημερήσασα δὲ μεταμανθάνειν ποιεῖ τοὺς ἡσσημένους τὸ σύγγνωμον.
随后敌意便会宣称为了先祖所受的不公而战;若是它在险境中失利,并不会丧失已有的财产,但若是它获胜,则会使败者重新领教宽恕的代价。
ὑμεῖς οὖν μήτε δράσητε ἡμᾶς μηδὲν περαιτέρω κακὸν μήτε αὐτοὶ πάθητε, μήτε πολέμιον κατεργάσησθε τῷ Γότθων γένει βασιλέα τὸν μέγαν, ὃν ὑμῖν ἵλεων εἶναι ἐν εὐχῇ ἐστιν.
因此,望你们既不要对我们施加更进一步的恶行,也免得自身遭受恶果,切莫让大皇帝成为哥特民族的仇敌——得蒙他的眷顾本是你们所祈愿的。
εὖ γὰρ ἴστε ὡς τοῦδε μεταποιουμένοις ὑμῖν τοῦ φρουρίου ὁ πόλεμος ἐν ποσὶν ἔσται οὐχ ὑπὲρ τοῦ Λιλυβαίου μόνον, ἀλλ’ ὑπὲρ ἁπάντων ὧν οὐδὲν προσῆκον ὑμῖν εἶτα ἀντέχεσθε.”3
你们须知,若你们继续妄图攫取这座要塞,战争便将迫在眼前,而这场战争不仅是为了莉莉白翁,更是为了所有那些本与你们毫不相干、你们却执意把持的一切。”
Τοσαῦτα μὲν ἡ ἐπιστολὴ ἐδήλου. Γότθοι δὲ ἀνήνεγκάν τε ταῦτα ἐς τοῦ Ἀταλαρίχου τὴν μητέρα καὶ πρὸς τῆς γυναικὸς ἐπιτεταγμένον σφίσιν ἀπεκρίναντο ὧδε·
这封信的内容大体如此。哥特人将此事呈报给阿塔拉里克的母亲,并按照这位贵妇的指令回复如下:
“Τὰ γράμματα ἃ γέγραφας, ἄριστε Βελισάριε, παραίνεσιν μὲν ἀληθῆ φέρει, ἐς ἄλλους δὲ ἀνθρώπων τινάς, οὐκ εἰς τοὺς Γότθους ἡμᾶς ἥκουσαν.
“杰出的贝利撒留,你所写的信函固然包含了中肯的规劝,但那应当适用于其他人,而非我们哥特人。
ἡμεῖς γὰρ οὐδὲν τῶν βασιλέως Ἰουστινιανοῦ λαβόντες ἔχομεν, μή ποτε οὕτω μανείημεν· Σικελίαν δὲ ξύμπασαν προσποιούμεθα ἡμετέραν οὖσαν, ἧς δὴ ἄκρα μία τὸ ἐν Λιλυβαίῳ φρούριόν ἐστιν.
因为我们并未夺取任何属于查士丁尼皇帝的产业,我们也绝不可能如此疯狂;我们坚称整个西西里都是我们的,而莉莉白翁要塞不过是其一处岬角。
εἰ δὲ Θευδέριχος τὴν ἀδελφὴν τῷ Βανδίλων βασιλεῖ ξυνοικοῦσαν τῶν τινι Σικελίας ἐμπορίων ἐκέλευσε χρῆσθαι, οὐδὲν τοῦτο πρᾶγμα.
即便狄奥多里克曾命令自己嫁给汪达尔王为妻的妹妹使用西西里的某一处贸易港口,这也没有任何意义。
οὐ γὰρ ἂν τοῦτο δικαιώματος ὑμῖν ὁτουοῦν ἀξίωσιν φέροι. σὺ μέντοι, ὦ στρατηγέ, πράττοις ἂν τὰ δίκαια πρὸς ἡμᾶς, ἤν γε τῶν ἐν ἡμῖν ἀντιλεγομένων τὴν διάλυσιν οὐχ ὡς πολέμιος, ἀλλ’ ἅτε φίλος ποιεῖσθαι θέλοις. διαφέρει δέ, ὅτι οἱ μὲν φίλοι τὰ διάφορα ἐν τῆ διαίτῃ, οἱ δὲ πολέμιοι ἐν τῇ μάχῃ διακρίνειν πεφύκασιν.
因为这绝不能赋予你们任何合法权利的主张。然而,将军,你若愿意不以敌人的姿态、而以朋友的身份来化解我们之间的纷争,便是对我们行正义之事了。因为二者有如下差异: 朋友惯于以仲裁解决分歧,而敌人则以交战决断。
ἡμεῖς μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ περὶ τούτων διαιτᾶν ἐπιτρέψομεν, ὅπη ἂν αὐτῷ δοκῇ νόμιμά τε εἶναι καὶ δίκαια. βουλόμεθα δέ σε ὡς βέλτιστα βουλεύσασθαι μᾶλλον ἢ ὡς ταχύτατα καὶ τὴν παρὰ τοῦ σοῦ βασιλέως προσδέχεσθαι γνῶσιν.” τοσαῦτα μὲν καὶ ἡ τῶν Γότθων γραφὴ ἐδήλου.
因此,我们将把此事提交查士丁尼皇帝依其认为合法而公正的方式加以仲裁。我们希望你深谋远虑而非急躁行事,静候来自你们皇帝的判决。”哥特人的回信内容大体亦如此。
Βελισάριος δὲ ἀνενεγκὼν ἅπαντα ἐς βασιλέα ἡσύχαζεν, ἕως αὐτῷ βασιλεὺς ἐπιστέλλοι ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη.4
贝利撒留将一切呈报给皇帝,并按兵不动,直到皇帝下达他所中意的指令。
- 4.5.13ἀπὸ τοῦ ἀνθρωπείου τρόπου
介词短语借由 ἀπό 表示“脱离”、“违背”之义,源自惯用语 ἀπὸ τρόπου(不当的、背离情理的)。在修辞反问句中与否定词 οὐκ 连用(πῶς οὐκ ἂν... δόξαιτε),意为“怎能不被认为背离人情事理呢?”
- 4.5.14μὴ ὑμεῖς γε
表示禁止的惯用省略句,省略了 ποιήσητε 或 δράσητε 等动词,意为“诸位切勿如此!”
- 4.5.17ὧν οὐδὲν προσῆκον ὑμῖν εἶτα ἀντέχεσθε
关系代名词 ὧν 是动词 ἀντέχεσθε(执着于、把持)所要求的属格。插入其中的 οὐδὲν προσῆκον 为非人称动词 προσήκει 的绝对宾格分词结构,具有让步含义(“尽管全然不属于你们”)。副词 εἶτα 则强调其悖理(“然而却”、“竟然还”)。
- 4.5.25ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη
在由过去时主句(ἡσύχαζεν)引导的 ἕως 从句中,采用过去序列的希求法(εἴη)。与格代词 αὐτῷ 与分词 βουλομένῳ 构成了表示意愿或偏好的惯用与格结构(相当于拉丁语的 mihi volenti est),意为“凡符合其心意之事”。
