- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.5.1-4.5.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留派部将分赴撒丁岛、科西嘉岛、毛里塔尼亚、巴利阿里群岛及的黎波里等地收复汪达尔旧领,但在试图接管西西里的莉莉白翁要塞时遭到了哥特人的抵制。
Ἐπεὶ δὲ ἐς Καρχηδόνα ἀνέστρεφε, Βανδίλους τε ἅπαντας ἐν παρασκευῇ ἐποιεῖτο, ὅπως ἅμα ἦρι ἀρχομένῳ ἐς Βυζάντιον πέμψειε, καὶ στράτευμα ἔστελλεν ἐφ’ ᾧ ἀνασώσοιντο Ῥωμαίοις1 ἅπαντα ὧν Βανδίλοι ἦρχον.
回到迦太基后,贝利撒留着手整备所有汪达尔人,以便在开春时将其遣送往拜占庭,同时派出军队,以便为罗马人收复汪达尔人曾经统治的所有土地。
Κύριλλον μὲν οὖν ξὺν πλήθει πολλῷ ἐς Σαρδὼ ἔπεμψε, τὴν Τζάζωνος κεφαλὴν ἔχοντα, ἐπεὶ οἱ νησιῶται οὗτοι ἥκιστα προσχωρεῖν Ῥωμαίοις ἐβούλοντο, δεδιότες τε τοὺς Βανδίλους καὶ οὐκ ἂν οἰόμενοι ἀληθῆ εἶναι2 ὅσα σφίσι ξυνενεχθῆναι ἐν Τρικαμάρῳ ἐλέγετο.
于是,他派遣西里尔率大军前往撒丁岛,携带着策宗的首级;因为该岛岛民绝不愿归顺罗马人,他们既惧怕汪达尔人,又不相信据传汪达尔人在特里卡马鲁姆所遭遇的败局为真。
τούτῳ δὲ τῷ Κυρίλλῳ ἐπήγγελλε μοῖραν τοῦ στρατοῦ ἐς Κουρσικὴν πέμψαντα τῇ Ῥωμαίων ἀρχῇ τὴν νῆσον ἀνακτήσασθαι, Βανδίλων κατήκοον τὰ πρότερα οὖσαν, ἣ Κύρνος μὲν ἐν τοῖς ἄνω χρόνοις ἐπεκαλεῖτο, οὐ πόρρω δὲ ἀπὸ Σαρδοῦς ἐστιν.
贝利撒留指示这位西里尔,派出一支分遣队前往科西嘉岛——该岛先前臣服于汪达尔人,古时称作屈耳诺斯,距撒丁岛不远——为罗马帝国收回该岛。
ὁ δὲ ἐς Σαρδὼ ἀφικόμενος τήν τε Τζάζωνος κεφαλὴν τοῖς ταύτῃ ᾠκημένοις ἐπέδειξε καὶ ἄμφω τὰ νήσω τῇ Ῥωμαίων βασιλείᾳ ἐς φόρου ἀπαγωγὴν ἀνεσώσατο.
西里尔抵达撒丁岛后,向当地居民出示了策宗的首级,并将这两座岛屿重新纳贡归入罗马帝国的统治。
ἐς δὲ Καισάρειαν τὴν ἐν Μαυριτανοῖς Βελισάριος Ἰωάννην ξὺν λόχῳ πεζικῷ οὗ δὴ αὐτὸς ἡγεῖτο ἔπεμψεν, ἣ ὁδῷ μὲν ἡμερῶν τριάκοντα εὐζώνῳ ἀνδρὶ Καρχηδόνος διέχει, ἐς Γάδειρά τε καὶ τὰς ἡλίου δυσμὰς ἰόντι· κεῖται δὲ ἐπὶ θαλάσσῃ, μεγάλη τε καὶ πολυάνθρωπος ἐκ παλαιοῦ οὖσα.
贝利撒留派约翰率领〔约翰〕亲自指挥的步兵连队前往毛里塔尼亚的凯撒里亚;轻装行者向西朝加德拉和落日方向进发,从迦太基到该城需三十日路程;该城滨海而建,自古以来便规模宏大且人口稠密。
Ἰωάννην δὲ ἄλλον, τῶν οἰκείων ὑπασπιστῶν ἕνα, ἐς τὸν ἐν Γαδείροις πορθμὸν καὶ τὴν ἑτέραν τῶν Ἡρακλέους στηλῶν ἔπεμψε, τὸ ἐκείνῃ φρούριον, ὃ Σέπτον καλοῦσι, καθέξοντα.
他派遣另一名约翰,即其贴身卫士之一,前往加德拉海峡及赫拉克勒斯之柱中的另一座,以占领当地称作塞普顿的要塞。
ἐς δὲ τὰς νήσους αἵπερ ἀγχοῦ εἰσι τῆς ὠκεανοῦ ἐσβολῆς, Ἔβουσά τε καὶ Μαϊορίκα καὶ Μινορίκα ἐπιχωρίως καλούμεναι, Ἀπολλινάριον ἔστειλεν, ὃς ἐξ Ἰταλίας μὲν ὥρμητο, μειράκιον δὲ ὢν ἔτι ἐς Λιβύην ἀφῖκτο.
至于邻近大洋海口、当地称作埃布萨、马略卡和米诺卡的诸岛,他派去了阿波利纳里乌斯。阿波利纳里乌斯本籍意大利,青年时期便来到了利比亚。
καὶ πολλοῖς χρήμασι πρὸς Ἰλδερίχου τότε Βανδίλων ἡγουμένου δεδωρημένος, ἐπεὶ παρελέλυτο τῆς ἀρχῆς Ἰλδέριχος καὶ ἐν φυλακῇ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, εἴχετο, ἐς Ἰουστινιανὸν βασιλέα ξὺν Λίβυσι τοῖς ἄλλοις οἳ τὰ Ἰλδερίχου ἔπρασσον, ἱκετεύσων ἦλθε.
他曾从当时的汪达尔统治者希尔德里克处获赠巨资,但当希尔德里克被废黜并如前文所叙述的那样被投入监牢后,他便与其他支持希尔德里克的利比亚人一同前往皇帝查士丁尼处祈求庇护。
στρατεύσας τε ξὺν τῷ Ῥωμαίων στόλῳ ἐπὶ Γελίμερα καὶ Βανδίλους, ἀνὴρ ἀγαθὸς ἐν τῷ πολέμῳ τῷδε καὶ πάντων μάλιστα ἐν Τρικαμάρῳ ἐγένετο. καὶ ἀπ’ αὐτοῦ τοῦ ἔργου Βελισάριος τὰς νήσους οἱ τάσδε ἐπέτρεψε.
他随罗马舰队出征讨伐盖利梅尔和汪达尔人,在此次战争中、尤其在特里卡马鲁姆表现骁勇。正因这一功绩,贝利撒留将上述岛屿托付给他管辖。
μετὰ δὲ καὶ ἐς Τρίπολιν Πουδεντίῳ τε καὶ Ταττιμοὺθ πρὸς τῶν ἐκείνῃ Μαυρουσίων πιεζομένοις στράτευμα πέμψας τὴν Ῥωμαίων δύναμιν ταύτῃ ἐπέρρωσε.
此后,贝利撒留又遣军前往的黎波里,去支援受当地毛鲁西人压迫的普登提乌斯与塔蒂穆斯,从而巩固了罗马人在当地的力量。
Στείλας δὲ καὶ ἐς Σικελίαν τινάς, ἐφ’ ᾧ τὸ ἐν Λιλυβαίῳ φρούριον ἅτε τῇ Βανδίλων ἀρχῇ προσῆκον ἕξουσιν, ἀπεκρούσθη ἐνθένδε, Γότθων ἥκιστα ἀξιούντων Σικελίας τινὰ ξυγχωρεῖν μοῖραν, ὡς οὐδὲν τὸ φρούριον τοῦτο Βανδίλοις προσῆκον.3
他又遣数人前往西西里,意欲以属于汪达尔人故领为由接管莉莉白翁要塞,却遭到了驱逐;哥特人坚决不愿割让西西里岛的任何部分,声称这座要塞根本不属于汪达尔人。
- 4.5.1ἐφ’ ᾧ ἀνασώσοιντο Ῥωμαίοις
连词 ἐφ’ ᾧ 接希求法动词 ἀνασώσοιντο,在过去时主动词(ἔστελλεν)之后充当目的从句,意为“为了收复……”。虽然 ἐφ’ ᾧ 常用于引导条件从句(“以……为条件”),但此处明确表示派出军队的行动目的。
- 4.5.2οὐκ ἂν οἰόμενοι ἀληθῆ εἶναι
助词 ἄν 在语法上并不修饰分词 οἰόμενοι,而是修饰其后的不定式 εἶναι,表达潜在语气(“认为不可能为真”)。否定词 οὐ 与 ἄν 被提前置于分词之前,但实际语义是修饰从属不定式短语中的断定。
- 4.5.11ὡς οὐδὲν τὸ φρούριον τοῦτο Βανδίλοις προσῆκον
连词 ὡς 与中性单数宾格分词 προσῆκον(来自无人称动词 προσήκει 的独立宾格)结合,表达哥特人一方所主张的主观理由(“坚称该要塞绝不属于汪达尔人”)。
