- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.4.30-4.4.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留命法拉斯在冬季对帕普阿山实施严密围困,并将希波雷吉乌斯投降的汪达尔贵族遣送迦太基。与此同时,企图携全盘王室财富逃往西班牙的盖利梅尔文书博尼法蒂乌斯因风暴受阻,遂遣使向贝利撒留交涉,以确保人身与私产安全为条件献出宝藏。
ἄνδρα δὲ Ἔρουλον μὴ ἐς ἀπιστίαν τε καὶ μέθην ἀνεῖσθαι, ἀλλ’ ἀρετῆς μεταποιεῖσθαι,1 χαλεπόν τε καὶ ἐπαίνου πολλοῦ ἄξιον.
赫鲁利族男子若不沉湎于背信与酗酒,反而力图追求美德,委实不易且极值赞赏。
Φάρας δὲ οὐ μόνος τῆς εὐκοσμίας ἀντείχετο, ἀλλὰ καὶ Ἐρούλων ὅσοι αὐτῷ εἵποντο. τοῦτον δὴ τὸν Φάραν ἐς τὸν τοῦ ὄρους πρόποδα Βελισάριος καθῆσθαι τὴν τοῦ χειμῶνος ὥραν ἐκέλευε καὶ φυλακὴν ἀκριβῆ ἔχειν, ὡς μήτε τὸ ὄρος ἀπολιπεῖν Γελίμερι δυνατὰ εἴη μήτε τι τῶν ἀναγκαίων ἐς αὐτὸ ἐσκομίζεσθαι.
不仅法拉斯谨守纪矩,跟随他的全体赫鲁利人亦是如此。贝利撒留遂命这位法拉斯在整个冬季驻守山麓,严加警戒,务求使盖利梅尔既无法弃山脱逃,亦无任何生活必需之物得以运入山中。
καὶ Φάρας μὲν κατὰ ταῦτα ἐποίει. Βελισάριος δὲ Βανδίλους ὅσοι ἐς Ἱππονερέγιον πρὸς τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο, πολλοί τε2 καὶ ἄριστοι, ἀνέστησέ τε πιστὰ λαβόντας καὶ ἐς Καρχηδόνα ξὺν φυλακῇ ἔπεμψεν. ἐνταῦθα δὲ αὐτῷ καί τι τοιόνδε ξυμπεσεῖν ἔτυχεν.
法拉斯遵命行事。至于贝利撒留,对于在希波雷吉乌斯各神庙充当祈求者避难的所有汪达尔人——他们人数众多且皆为显贵——在给予人身保全的誓约后,命他们起身离开,并遣兵护送往迦太基。在此地,贝利撒留恰逢遇到了这般一桩事。
Ἐν τῇ Γελίμερος οἰκίᾳ γραμματεὺς ἦν τις Βονιφάτιος Λίβυς, ἐκ Βυζακίου ὁρμώμενος, πιστὸς τῷ Γελίμερι ἐς τὰ μάλιστα.
在盖利梅尔的近侍中,有一位文书名为博尼法蒂乌斯,是来自比扎西姆的利比亚人,对盖利梅尔极尽忠诚。
τοῦτον δὴ τὸν Βονιφάτιον Γελίμερ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς ναῦν ἐμβιβάσας ἄριστα πλέουσαν, ἐν ταύτῃ τε ἅπαντα τὸν βασιλικὸν πλοῦτον ἐνθέμενος ἐκέλευεν ἐς τὸν τοῦ Ἱππονερεγίου λιμένα ὁρμίζεσθαι, καὶ ἢν τὰ πράγματα σφίσιν οὐκ εὖ καθιστάμενα ἴδοι, τὰ χρήματα ἔχοντα πλεῖν κατὰ τάχος ἐς Ἱσπανίαν, παρὰ Θεῦδίν τε ἀφικέσθαι τὸν τῶν Οὐισιγότθων ἡγούμενον, ἔνθα δὴ καὶ αὐτὸς διασώζεσθαι ἐκαραδόκει, πονηρᾶς γινομένης Βανδίλοις τῆς τοῦ πολέμου τύχης.
在此战之初,盖利梅尔便将这名博尼法蒂乌斯安置于一艘航速极快的海船上,将王家所有的财富悉数装载其内,命他在希波雷吉乌斯的港口停泊待命;一旦见战局对自己一方不利,便携此巨款疾驶往西班牙,投奔西哥特首领塞乌迪斯,盖利梅尔本人若逢战事不利,亦指望脱逃至该处避难。
Βονιφάτιος δέ, ἕως μὲν τὰ Βανδίλων ἐλπίδα εἶχεν, αὐτοῦ ἔμενεν· ἐπεὶ δὲ τάχιστα ἡ ἐν Τρικαμάρῳ μάχη καὶ τὰ ἄλλα ἅπερ ἐρρήθη ἐγεγόνει, ἄρας τὰ ἱστία ἔπλει καθάπερ οἱ ἐπέστελλε Γελίμερ.
博尼法蒂乌斯只要见汪达尔人尚存一线生机,便坚守原地;但特里卡马鲁姆战役及前述诸事相继发生之后,他立即扬帆启航,一如盖利梅尔所嘱。
ἀλλὰ πνεύματος αὐτὸν ἐναντίωμα εἰς τὸν τοῦ Ἱππονερεγίου λιμένα οὔτι ἑκούσιον αὖθις ἤνεγκεν. ὡς δὲ τοὺς πολεμίους ἀγχοῦ ἤδη που ἠκηκόει εἶναι, τοὺς ναύτας πολλὰ ὑποσχόμενος ἐλιπάρει ἐς ἄλλην τινὰ ἤπειρον ἢ νῆσον βιασαμένους ἰέναι.
然而逆风却完全违背其意愿,将他又吹回了希波雷吉乌斯海港。当听闻敌军已迫近周边某处时,他向水手们许以重酬,力求他们强行突破,驶向某处其他大陆或岛屿。
οἱ δὲ (οὐ γὰρ ἐδύναντο χειμῶνος σφίσι χαλεποῦ λίαν ἐπιπεσόντος καὶ τὸ τῆς θαλάσσης ῥόθιον ἅτε ἐν Τυρρηνικῷ πελάγει ἐς ὕψος μέγα ἐγείροντος), τότε δὴ αὐτοί τε καὶ Βονιφάτιος ἐς ἔννοιαν ἦλθον ὡς ἄρα ὁ θεὸς τὰ χρήματα Ῥωμαίοις διδόναι ἐθέλων τὴν ναῦν οὐκ ἐῴη ἀνάγεσθαι.
然而水手们——盖因严冬暴风骤然而至,且一如第勒尼安海域通常的情形那般将海浪掀至极高处,他们实难为力——此时水手与博尼法蒂乌斯皆顿悟,定是神意欲将财富赐予罗马人,方才不容此船起锚出航。
μόλις μέντοι τοῦ λιμένος ἔξω γενόμενοι ξὺν κινδύνῳ μεγάλῳ τὴν ναῦν ἀνεκώχευον.
不过,他们好不容易挣扎出港,冒着巨大危险使船在海上漂泊维稳。
ὡς δὲ ἀφίκετο Βελισάριος εἰς τὸ Ἱππονερέγιον, πέμπει τινὰς παρ’ αὐτὸν Βονιφάτιος. οὓς δὴ ἐν ἱερῷ καθῆσθαι ἐκέλευεν, ἐροῦντας μὲν ὡς πρὸς Βονιφατίου σταλεῖεν τοῦ τὰ Γελίμερος χρήματα ἔχοντος, ἀποκρυψομένους δὲ ὅπη ποτὲ εἴη,3 πρίν γε δὴ τὰ πιστὰ λάβοιεν ὡς τὰ Γελίμερος χρήματα διδοὺς αὐτὸς ἀπαλλάξει κακῶν ἀπαθής, ἔχων ὅσα αὐτοῦ οἰκεῖα εἴη.
待贝利撒留抵临希波雷吉乌斯,博尼法蒂乌斯向其遣派数人。他命这些人坐于神庙中,对外声称乃是受掌管盖利梅尔财宝的博尼法蒂乌斯所遣,但要隐藏其藏身之所,直待求得贝利撒留的郑重誓言,保全其交出盖利梅尔财宝后自身免遭任何惩处、并可尽数保留自身私有财产为止。
καὶ οἱ μὲν ταῦτα ἔπρασσον, Βελισάριος δὲ ἥσθη τε τῇ εὐαγγελίᾳ καὶ ὀμεῖσθαι οὐκ ἀπηξίου.
使者们依计而行,贝利撒留闻此佳讯大喜过望,毫不推拒地立下了誓言。
στείλας τε τῶν ἐπιτηδείων τινὰς τόν τε Γελίμερος πλοῦτον ἔλαβε καὶ Βονιφάτιον ξὺν τοῖς χρήμασι τοῖς αὐτοῦ ἀφῆκε, πάμπολύ τι χρῆμα τοῦ Γελίμερος συλήσαντα πλούτου.4
他派遣数名亲信,接收了盖利梅尔的财宝,并放行博尼法蒂乌斯连同其私有财产离去,尽管博尼法蒂乌斯在此之前已盗取私吞了盖利梅尔的大量财宝。
- 4.4.30ἄνδρα δὲ Ἔρουλον μὴ ἐς ἀπιστίαν τε καὶ μέθην ἀνεῖσθαι, ἀλλ’ ἀρετῆς μεταποιεῖσθαι
带不定词的对格结构(ἄνδρα Ἔρουλον ... ἀνεῖσθαι ... μεταποιεῖσθαι)充当后文表语 χαλεπόν τε καὶ ἐπαίνου πολλοῦ ἄξιον(省略了系动词 ἐστί)的主语从句。这是承接前文对法拉斯美德的赞扬,将其与赫鲁利人普遍具有的不良习性(背信与酗酒)作对比的一般性格言。
- 4.4.32Βανδίλους ὅσοι ἐς Ἱππονερέγιον πρὸς τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο, πολλοί τε καὶ ἄριστοι, ἀνέστησέ τε
宾格宾语 Βανδίλους 被置于关系从句(ὅσοι ... ἐκάθηντο)及插入的主格同位语短语 πολλοί τε καὶ ἄριστοι 之前,后接及物动词 ἀνέστησε。动词 ἀνίστημι 在此处取其约定俗成的用法,意为“(给予安全保证后)促使避难祈求者起立离开”。
- 4.4.39ἐροῦντας μὲν ὡς πρὸς Βονιφατίου σταλεῖεν τοῦ τὰ Γελίμερος χρήματα ἔχοντος, ἀποκρυψομένους δὲ ὅπη ποτὲ εἴη
将来分词 ἐροῦντας 与 ἀποκρυψομένους 修饰前述关系代词 οὕς,用以表示目的(“为要声明……并隐瞒……”)。从句中的 σταλεῖεν、εἴη 以及后文的 λάβοιεν 均为由过去时主动词 ἐκέλευεν 所支配的间接引语希求法。
- 4.4.41πάμπολύ τι χρῆμα τοῦ Γελίμερος συλήσαντα πλούτου
阳性单数宾格分词 συλήσαντα 与上文的 Βονιφάτιον 一致,表达先前发生的动作(“尽管他此前已侵吞了盖利梅尔的大量财宝”)。短语 πάμπολύ τι χρῆμα ... πλούτου 中,πλούτου 充当受 χρῆμα 支配的部分属格,意为“极大量的财宝”。
