← 普罗科皮乌斯

战史

§4.4.15-4.4.29

约翰误死与帕普阿山包围战

追击途中约翰不幸被近卫乌利亚里斯误射身亡,致使盖利梅尔得以逃遁至帕普阿山;贝利撒留因冬日艰险与城政未稳,遂责成法拉斯主持围山。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.15

ἐν τοῖς ξὺν Ἰωάννῃ διώκουσιν Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον τετύχηκεν εἶναι.

在随同约翰追击的士卒中,适逢有贝利撒留的近卫乌利亚里斯。

§4.4.16

ἦν δὲ οὗτος ἀνὴρ θυμοειδὴς μὲν καὶ πρὸς ἀλκὴν ψυχῆς τε καὶ σώματος ἱκανῶς πεφυκώς, οὐ λίαν δὲ κατεσπουδασμένος, ἀλλ’ οἴνῳ τε καὶ γελοίοις ὡς τὰ πολλὰ χαίρων.

此人生性骁勇,身心之武略皆颇为超群,却行事欠缺沉稳,平日大抵耽于杯中之物与嬉戏戏谑。

§4.4.17

οὗτος Οὐλίαρις ἡμέρᾳ τῆς διώξεως ἕκτῃ οἰνωμένος ἀμφὶ ἡλίου ἀνατολὰς ὄρνιν τινὰ ἐπὶ δένδρου καθήμενον εἶδε, καὶ τὸ τόξον κατὰ τάχος ἐντείνας κατὰ τοῦ ὄρνιθος ἠφίει τὸ βέλος.

追击至第六日,这位乌利亚里斯酒醉之下,约莫在日出时分瞥见一鸟栖于树上,便急急张弓搭箭,向那鸟射去。

§4.4.18

καὶ τοῦ μὲν ὄρνιθος ἀποτυγχάνει, Ἰωάννην δὲ ὄπισθεν ἐς τὸν αὐχένα οὔτι ἑκουσίως βάλλει.

岂料未曾命中那鸟,反而绝非故意地从背后射中了约翰的颈项。

§4.4.19

ὁ δὲ καιρίαν τυπεὶς1 ἐξ ἀνθρώπων χρόνῳ ὀλίγῳ ὕστερον ἠφανίσθη, πολὺν αὑτοῦ πόθον βασιλεῖ τε Ἰουστινιανῷ καὶ Βελισαρίῳ τῷ στρατηγῷ καὶ Ῥωμαίοις ἅπασι καὶ Καρχηδονίοις ἀπολιπών.

约翰中于要害,未几便溘然长逝,在查士丁尼皇帝、贝利撒留主帅以及全体罗马人与迦太基人心中留下了深切的哀思。

§4.4.20

ἀνδρίας τε γὰρ καὶ τῆς ἄλλης ἀρετῆς εὖ ἥκων, πρᾷόν τε τοῖς ἐντυγχάνουσι παρεῖχεν αὑτὸν καὶ ἐπιεικέστατον οὐδενὸς ἧσσον. Ἰωάννης μὲν οὖν τὴν πεπρωμένην οὕτως ἀνέπλησεν.

盖因他不仅勇力过人且兼具诸般美德,待所接触之人亦极为温厚平和,其宽宏仁恕绝不下于任何人。约翰便如此走完了他命定的历程。

§4.4.21

Οὐλίαρις δὲ ἐπεὶ ἐν ἑαυτῷ ἐγεγόνει, ἐς κώμην τινὰ πλησίον που οὖσαν καταφυγὼν ἐν τῷ κατὰ ταύτην ἱερῷ ἱκέτης ἐκάθητο.

而乌利亚里斯酒醒还神之后,逃入邻近的一座村落,在村中神庙充当祈求者避难。

§4.4.22

οἱ δὲ στρατιῶται Γελίμερα διώκειν οὐκέτι ὥρμηντο, ἀλλ’ Ἰωάννην μὲν ἕως περιῆν ἐθεράπευον, ἐπεὶ δὲ ἐκεῖνος ἐτελεύτησε, τά τε νομιζόμενα ἐς τὴν αὐτοῦ ὁσίαν ἐποίουν καὶ τὸν πάντα λόγον Βελισαρίῳ δηλώσαντες αὐτοῦ ἔμενον.

兵士们自此无心再追击盖利梅尔,只在约翰尚存一息时竭力救护;待其气绝身亡,便为其举行了安魂的常例仪礼,并向贝利撒留呈报了全盘实情,驻留原地待命。

§4.4.23

ὅς, ἐπειδὴ τάχιστα ἤκουσεν, ἔς τε τὸν Ἰωάννου τάφον ἀφίκετο καὶ τὸ ἐκείνου πάθος ἀπέκλαιεν.

贝利撒留闻讯,即刻奔赴约翰墓前,痛哭他的不幸遭遇。

§4.4.24

ἀποκλαύσας δὲ καὶ περιαλγήσας τῇ πάσῃ συμφορᾷ πολλοῖς τε ἄλλοις καὶ χρημάτων προσόδῳ τὸν Ἰωάννου τάφον ἐτίμησε.

在哀悼痛惜这整场巨祸之余,他以诸多珍品及一笔年金厚赐荣显约翰之墓。

§4.4.25

δεινὸν μέντοι Οὐλίαριν οὐδὲν ἔδρασεν, ἐπεὶ οἱ στρατιῶται Ἰωάννην σφίσιν ἐπισκῆψαι ὅρκοις ἔφασκον δεινοτάτοις μηδεμίαν ἐς αὐτὸν γενέσθαι τίσιν ἅτε οὐκ ἐκ προνοίας τὸ μίασμα ἐργασάμενον.

然而他并未加害乌利亚里斯,盖因将士们陈告,约翰生前曾以极严苛的誓言郑重嘱托众人,切莫对乌利亚里斯施加报复,因他酿成此等血祸实属无心之失。

§4.4.26

Ταύτῃ μὲν οὖν Γελίμερ διαφεύγει τὸ μὴ ὑπὸ τοῖς πολεμίοις ἐκείνῃ τῇ ἡμέρᾳ γενέσθαι.2 Βελισάριος δὲ αὐτὸν τὸ ἐντεῦθεν ἐδίωκεν, ἐς πόλιν τε Νουμιδῶν ἐχυράν, ἐπὶ θαλάσσῃ κειμένην, ἀφικόμενος, δέκα ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἣν δὴ Ἱππονερέγιον καλοῦσιν, ἔμαθε Γελίμερα ἐς Παπούαν τὸ ὄρος ἀναβάντα οὐκέτι ἁλώσιμον Ῥωμαίοις εἶναι.

盖利梅尔遂以此因缘得以逃脱在当日沦为俘虏的命运。贝利撒留由此继续进击,进抵一座位于海滨、距迦太基十日程的努米底亚险固要邑(即所谓的希波雷吉乌斯),获悉盖利梅尔已登攀上帕普阿山,罗马人已断难将其擒获。

§4.4.27

τοῦτο δὲ τὸ ὄρος ἐστὶ μὲν ἐν τοῖς Νουμιδίας ἐσχάτοις ἀπότομόν τε ἐπὶ πλεῖστον καὶ δεινῶς ἄβατον ʽπέτραι γὰρ ὑψηλαὶ ἐς αὐτὸ πανταχόθεν ἀνέχουσἰ, κατῴκηνται δὲ ἐν αὐτῷ Μαυρούσιοι βάρβαροι, οἳ τῷ Γελίμερι φίλοι τε καὶ ἐπίκουροι ἦσαν, καὶ πόλις ἀρχαία Μηδεὸς ὄνομα παρὰ τοῦ ὄρους τὰ ἔσχατα κεῖται.

此山位于努米底亚边陲,绝壁万仞,极难登攀(盖因四面皆有耸立的高岩拔地而起),山上居住着盖利梅尔的盟友与援军摩尔蛮族,且山麓边陲有一座名为梅德乌斯的古城。

§4.4.28

ἐνταῦθα Γελίμερ ξὺν τοῖς ἑπομένοις ἡσύχαζε. Βελισάριος δὲ ʽοὐδὲ γὰρ τοῦ ὄρους ἀποπειρᾶσθαι ἄλλως τε καὶ χειμῶνος ὥρᾳ οἷός τε ἦν, ἔτι τέ οἱ τῶν πραγμάτων ᾐωρημένων3 Καρχηδόνος ἀπολελεῖφθαι ἀξύμφορον ἐνόμιζεν εἶναἰ στρατιώτας τε ἀπολεξάμενος καὶ ἄρχοντα Φάραν τῇ τοῦ ὄρους προσεδρείᾳ κατέστησεν.

盖利梅尔遂与残部安居于此。贝利撒留因自知绝无可能强攻此山(时值隆冬更兼不易),且自忖在大局尚未尘埃落定之际远离迦太基实为不智,遂精选军士,任命将官法拉斯专责围困此山。

§4.4.29

ἦν δὲ ὁ Φάρας οὗτος δραστήριός τε καὶ λίαν κατεσπουδασμένος καὶ ἀρετῆς εὖ ἥκων, καίπερ Ἔρουλος ὢν γένος.

这位法拉斯为人精明干练,行事沉稳有度,品德极为高尚,尽管他出身于赫鲁利人部族。

语法注3 条
  1. 4.4.19καιρίαν τυπεὶς

    καιρίαν 省略了名词 πληγήν(创伤、打击),作内宾格(同源宾格)的副词性用法,意为“被击中要害”或“受致命伤”。

  2. 4.4.26διαφεύγει τὸ μὴ ὑπὸ τοῖς πολεμίοις ἐκείνῃ τῇ ἡμέρᾳ γενέσθαι

    动词 διαφεύγει(逃避、免于)后接冠词不定式(τὸ ... γενέσθαι)作宾语,并附带了妨碍/逃避动词常伴随的赘加否定词 μή,句意为“免于落入敌手”。

  3. 4.4.28ἔτι τέ οἱ τῶν πραγμάτων ᾐωρημένων

    此为独立属格结构 τῶν πραγμάτων ᾐωρημένων(局势尚悬而未决)与表示关涉的与格代词 οἱ(对他而言)的结合。动词 αἰωρέω 的被动完成时分词用以形容政局摇摆不定、未见底定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.4.15-4.4.29