← 普罗科皮乌斯

战史

§4.4.1-4.4.14

贝利撒留整肃军纪与追击盖利梅尔

贝利撒留对沉溺于抢掠而丧失纪律的罗马军队深感忧虑,遂严加训诫以重整秩序。他派遣约翰追捕盖利梅尔,将沿途归降的汪达尔俘虏解除武装解送迦太基,随后亲率主力追击,而即将得手的约翰却遭遇了意外变故。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.1

Τότε δὲ κατιδὼν Βελισάριος τὸ Ῥωμαίων στράτευμα πλημμελῶς τε καὶ ξὺν πολλῇ ἀκοσμίᾳ φερόμενον ἤσχαλλε, δειμαίνων τὴν νύκτα ὅλην μὴ οἱ πολέμιοι, ξυμφρονήσαντές τε καὶ ἐπ’ αὐτοὺς ξυνιστάμενοι, τὰ ἀνήκεστα αὐτοὺς δράσωσιν.

彼时贝利撒留见罗马全军纪律败坏、骚乱无序,心中甚为忧愤,整夜唯恐敌人重整旗鼓、集结向他们反扑,从而带来不可挽回的灭顶之灾。

§4.4.2

ὅπερ εἰ γενέσθαι τρόπῳ ὅτῳ δὴ τηνικαῦτα ξυνέπεσεν, οἶμαι ἂν Ῥωμαίων οὐδένα διαφυγόντα ταύτης δὴ τῆς λείας ἀπόνασθαι.1

而在当时,设若此事以任何方式发生,依我之见,罗马人中绝无一人能侥幸逃脱以享受这笔战利品。

§4.4.3

οἱ γὰρ στρατιῶται πένητες ἄνθρωποι κομιδῆ ὄντες καὶ χρημάτων μὲν ἐς ἄγαν μεγάλων, σωμάτων δὲ ὡραίων τε καὶ ὑπερφυῶς εὐπρεπῶν κύριοι ἐκ τοῦ αἰφνιδίου γεγενημένοι κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύναντο οὐδὲ κόρον τινὰ τῶν σφίσι παρόντων εὑρεῖν, ἀλλ’ οὕτως ἐμέθυον, καταβεβρεγμένοι τοῖς ὑπάρχουσιν εὐτυχήμασιν, ὥστε αὐτὸς ἕκαστος ἅπαντα ἄγων ἐς Καρχηδόνα ἀναστρέφειν ἐβούλοντο.2

盖因士兵们本皆极端贫寒之人,骤然之间暴富,坐拥巨资,又占有了年轻健美的俘虏,遂再难自持其心,亦不知对眼前之物餍足,反在眼前的鸿运中如饮醇醪,沉醉不知所归,以致人人都巴不得携带着所有财物即刻返回迦太基。

§4.4.4

καὶ περιήρχοντο οὐ κατὰ συμμορίας, ἀλλὰ κατὰ ἕνα ἢ δύο, ὅπη ποτὲ αὐτοὺς ἡ ἐλπὶς ἄγοι, ἅπαντα κύκλῳ διερευνώμενοι ἔν τε νάπαις καὶ δυσχωρίαις καὶ εἴ που σπήλαιον παρατύχοι ἢ ἄλλο ὁτιοῦν ἐς κίνδυνον ἢ ἐνέδραν ἄγον.

他们不再以队为伍,而是独自或两两同行,随心之所向四处游荡,在山谷与险隘之处,以及偶遇岩穴或任何其他通往凶险与伏兵之地,周匝搜寻一切。

§4.4.5

οὐδὲ γὰρ αὐτοὺς τῶν πολεμίων φόβος οὐδὲ ἡ Βελισαρίου αἰδὼς ἐσῄει οὐδὲ ἄλλο τῶν πάντων οὐδέν, ὅτι μὴ ἡ τῶν λαφύρων ἐπιθυμία, ταύτης τε ὑπερβιαζομένης ἐς ὀλιγωρίαν τῶν ἄλλων πάντων ἐτράποντο.

盖因他们心中既无对敌人的畏惧,亦无对贝利撒留的敬畏,更无任何其他顾虑,唯有对掠夺财物的贪欲;而此贪欲狂暴至极,令他们全然漠视了其余一切。

§4.4.6

ἃ δὴ ἅπαντα ἐν νῷ ποιούμενος Βελισάριος ἐν ἀπόρῳ εἶχεν ᾗ τὸ παρὸν θέσθαι.3

贝利撒留思忖及此,一时间茫然不知该如何处置眼前的困局。

§4.4.7

ἅμα δὲ ἡμέρᾳ ἐπὶ λόφου τινὸς τῆς ὁδοῦ ἀγχοῦ εἱστήκει, τήν τε οὐκέτι οὖσαν εὐκοσμίαν ἀνακαλούμενος καὶ πολλὰ πᾶσι στρατιώταις τε ὁμοῦ καὶ ἄρχουσι λοιδορούμενος.

及至拂晓,他立于道路附近的一座丘陵之上,大声呼吁恢复荡然无存的军纪,并向所有将士及军官厉声痛斥。

§4.4.8

τότε δὴ ὅσοις τετύχηκε πλησίον που εἶναι, καὶ μάλιστα οἱ τῆς Βελισαρίου οἰκίας ὄντες, τὰ μὲν ὑπάρχοντα σφίσι χρήματά τε καὶ ἀνδράποδα ξὺν τοῖς ὁμοσκήνοις τε καὶ ὁμοτραπέζοις ἐς Καρχηδόνα ἔπεμπον, αὐτοὶ δὲ παρὰ τὸν στρατηγὸν ἰόντες τῶν σφίσι παραγγελλομένων κατήκουον.

适时,凡恰好在近旁的兵士,尤其是贝利撒留的亲从近侍,皆将所获财物与奴隶托付给同帐同席的同伴送往迦太基,自己则来到主帅身边听候调遣。

§4.4.9

Ὁ δὲ Ἰωάννην μὲν τὸν Ἀρμένιον ξὺν διακοσίοις ἐκέλευε Γελίμερι ἕπεσθαι, καὶ μήτε νύκτα μήτε ἡμέραν ἀνιέντας διώκειν, ἕως αὐτὸν ζῶντα ἢ νεκρὸν λάβοιεν.

贝利撒留遂命亚美尼亚人约翰率二百骑追击盖利梅尔,要求其昼夜不停地追杀,直至生擒或斩获盖利梅尔。

§4.4.10

ἐς δὲ Καρχηδόνα τοῖς ἐπιτηδείοις ἐπέστελλε, Βανδίλοις, ὅσοι ἐς τὰ ἀμφὶ τὴν πόλιν χωρία ἐν ἱεροῖς ἱκέται ἐκάθηντο, πιστὰ διδοῦσι καὶ τὰ ὅπλα, ὅπως μή τι νεωτερίσωσιν, ἀφελομένοις ἔς τε τὴν πόλιν ἐσαγαγοῦσιν ἔχειν, ἄχρι αὐτὸς ἔλθοι. ξὺν δὲ τοῖς λειπομένοις πανταχόσε περιιὼν τούς τε στρατιώτας σπουδῇ ἤγειρε καὶ Βανδίλοις τοῖς ἀεὶ ἐν ποσὶ πίστεις ὑπὲρ σωτηρίας ἐδίδου. οὐ γὰρ ἔτι ἦν Βανδίλων οὐδένα ὅτι μὴ ἐν τοῖς ἱεροῖς ἱκέτην λαβεῖν.

他又遣信使赴迦太基,吩咐亲信之人:凡在城郊各处圣所中充当祈求者的汪达尔人,皆向其发誓保证安全,收缴其兵戈以防生变,将其解入城中看管,直至他本人抵埠为止。随后他率留存部众巡行四方,急急召集散落的士兵,并向沿途所遇的汪达尔人许以保全性命的信约;盖因除却在各处神庙中避难充当祈求者外,已无处可觅汪达尔人的踪迹。

§4.4.12

ὧν δὴ τὰ ὅπλα ἀφαιρούμενος, ξὺν στρατιώταις φυλάσσουσιν ἐς Καρχηδόνα ἔστελλεν, οὐ διδοὺς καιρὸν σφίσιν ἐπὶ Ῥωμαίους ξυνίστασθαι.

贝利撒留解除了他们的武装,派兵押送往迦太基,不给他们再次结伙对抗罗马人的任何可乘之机。

§4.4.13

καὶ ἐπεὶ ἅπαντά οἱ ὡς ἄριστα εἶχεν, ἐπὶ Γελίμερα καὶ αὐτὸς ξὺν τῷ πλείονι τοῦ στρατοῦ κατὰ τάχος ᾔει.

待一切皆已料理妥当,他本人亦率全军主力兼程疾进,追剿盖利梅尔。

§4.4.14

ὁ δὲ Ἰωάννης ἐς πέντε ἡμέρας τε καὶ νύκτας τὴν δίωξιν ποιησάμενος οὐ πόρρω ἀπὸ Γελίμερος ἤδη ἐγεγόνει, ἀλλά οἱ τῇ ὑστεραίᾳ ἔμελλεν ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ οὐκ ἔδει Γελίμερα Ἰωάννῃ ἁλῶναι,4 τύχης ἐναντίωμα ξυνηνέχθη τοιόνδε.

且说约翰昼夜兼程追击了五天五夜,与盖利梅尔已相距不远,翌日便可与他交锋。然而由于命中注定盖利梅尔不当为约翰所俘,遂生出如下一段厄运波折。

语法注4 条
  1. 4.4.2οἶμαι ἂν Ῥωμαίων οὐδένα διαφυγόντα ταύτης δὴ τῆς λείας ἀπόνασθαι

    此句为接在 οἶμαι 之后的间接引语不定式结构,带有 ἄν,表过去与事实相反的假想结果主句(原形为 οὐδεὶς ἂν ἀπώνατο),呼应上文的虚拟条件从句 εἰ γενέσθαι ... ξυνέπεσεν。分词 διαφυγόντα 作修饰语,在宾格上与不定式的主语 οὐδένα 一致。

  2. 4.4.3ὥστε αὐτὸς ἕκαστος ἅπαντα ἄγων ἐς Καρχηδόνα ἀναστρέφειν ἐβούλοντο

    在由 ὥστε 引导的结果从句中,单数主语 αὐτὸς ἕκαστος 搭配了复数谓语动词 ἐβούλοντο,此属依据意念的一致(constructio ad sensum);分词 ἄγων 则在语法上保持单数主格以修饰 ἕκαστος。

  3. 4.4.6ἐν ἀπόρῳ εἶχεν ᾗ τὸ παρὸν θέσθαι

    成语 ἐν ἀπόρῳ ἔχω 意为“陷入困境、不知所措”。其后接由副词 ᾗ(如何、以何方式)与不定式 θέσθαι(中间态,“处置、料理”)构成的间接思忖/间接疑问结构 ᾗ τὸ παρὸν θέσθαι(如何处置当前局势)。

  4. 4.4.14ἐπεὶ δὲ οὐκ ἔδει Γελίμερα Ἰωάννῃ ἁλῶναι

    无人称动词 ἔδει 接宾格加不定式结构(Γελίμερα ἁλῶναι),表示宿命或定数(“注定不该由约翰捕获”)。不定式 ἁλῶναι 虽形式为主动(实具被动义),其施动者则由与格 Ἰωάννῃ(施事与格)表示。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.4.1-4.4.14