← 普罗科皮乌斯

战史

§4.3.15-4.3.28

盖利梅尔逃亡与罗马军缴获汪达尔财宝

扎宗阵亡后汪达尔全线崩溃,盖利梅尔弃营逃亡努米底亚。罗马军队攻占空营并通宵追击,缴获了汪达尔人九十五年间聚敛的无可估量的巨额财富,取得了彻底胜利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.15

τότε δὴ ἅπαν τὸ Ῥωμαίων στράτευμα ἐκινήθη καὶ τὸν ποταμὸν διαβάντες ἐπὶ τοὺς πολεμίους ἐχώρησαν, ἥ τε τροπὴ ἀρξαμένη ἀπὸ τοῦ μέσου λαμπρὰ ἐγεγόνει· τοὺς γὰρ κατ’ αὐτοὺς οὐδενὶ πόνῳ ἐτρέψαντο ἕκαστοι.

彼时罗马全军皆动,渡过河水向敌军进逼;从中军开始的溃退变得彻底,因为各部均毫无困难地击溃了各自正面的敌人。

§4.3.16

ἃ δὴ ὁρῶντες οἱ Μασσαγέται κατὰ τὰ σφίσι ξυγκείμενα ξὺν τῷ Ῥωμαίων στρατῷ τὴν δίωξιν ἐποιήσαντο, οὐκ ἐπὶ πολὺ μέντοι ἡ δίωξις ἥδε ἐγεγόνει.

马萨革泰人(匈奴骑兵)见此情景,遂按约定与罗马军队一同展开追击;然而此番追击并未持续甚远。

§4.3.17

οἵ τε γὰρ Βανδίλοι ἐς τὸ σφέτερον στρατόπεδον κατὰ τάχος εἰσελθόντες ἡσύχαζον καὶ οἱ Ῥωμαῖοι, οὐκ ἂν οἰόμενοι ἐν τῷ χαρακώματι πρὸς αὐτοὺς διαμάχεσθαι οἷοί τε εἶναι,1 τούς τε νεκροὺς ὅσοι ἐχρυσοφόρουν ἀπέδυσαν καὶ ἐς τὸ σφῶν αὐτῶν στρατόπεδον ἀπεχώρησαν.

因为汪达尔人迅即退入己方营垒中据守不出,而罗马人自忖无法在敌营栅栏内与之决战,遂剥去阵亡者中所有佩戴黄金饰物者的衣物,撤回己方营寨。

§4.3.18

ἀπέθανον δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων μὲν ἥσσους ἢ πεντήκοντα, Βανδίλων δὲ ὀκτακόσιοι μάλιστα.

在此役中,罗马人阵亡不足五十人,汪达尔人则折损约八百人。

§4.3.19

Βελισάριος δέ, τῶν πεζῶν οἱ ἀφικομένων2 ἀμφὶ δείλην ὀψίαν, ἄρας ὡς εἶχε τάχους παντὶ τῷ στρατῷ ᾔει ἐπὶ τὸ τῶν Βανδίλων στρατόπεδον.

贝利撒留待步兵于傍晚时分赶到后,便以最快速度拔营,率全军向汪达尔人的营地进发。

§4.3.20

Γελίμερ δὲ γνοὺς Βελισάριον ξύν τε τοῖς πεζοῖς καὶ τῷ ἄλλῳ στρατῷ ἐπ’ αὐτὸν αὐτίκα ἰέναι, οὐδὲν οὔτε εἰπὼν οὔτε ἐντειλάμενος ἐπί τε τὸν ἵππον ἀναθρώσκει καὶ τὴν ἐπὶ Νουμίδας φέρουσαν ἔφευγε.

盖利梅尔得知贝利撒留正率步兵及其余军队即刻向自己扑来,既未发一言,亦未下任何号令,便飞身上马,沿通往努米底亚的道路仓皇逃窜。

§4.3.21

καὶ αὐτῷ οἵ τε ξυγγενεῖς καὶ τῶν οἰκετῶν ὀλίγοι τινὲς εἵποντο καταπεπληγμένοι τε καὶ τὰ παρόντα ἐν σιγῇ ἔχοντες.

其族人与少数贴身仆从随他一同逃走,众人惊骇万分,对所发生的一切保持缄默。

§4.3.22

καὶ χρόνον μέν τινα ἔλαθε Βανδίλους ἀποδρὰς Γελίμερ, ἐπεὶ δὲ αὐτόν τε πεφευγέναι ᾔσθοντο ἅπαντες καὶ οἱ πολέμιοι ἤδη καθεωρῶντο, τότε δὴ οἵ τε ἄνδρες ἐθορύβουν καὶ τὰ παιδία ἀνέκραγε καὶ αἱ γυναῖκες ἐκώκυον.

盖利梅尔出逃一事有一阵子未被汪达尔人察觉;然而待全军皆察觉他已弃军逃跑、敌军亦已逼近眼前之际,男子骚然大乱,稚童呼号,妇人号啕痛哭。

§4.3.23

καὶ οὔτε χρημάτων παρόντων μετεποιοῦντο οὔτε τῶν φιλτάτων ὀδυρομένων σφίσιν ἔμελεν, ἀλλ’ ἕκαστος ἔφευγεν οὐδενὶ κόσμῳ ὅπη ἐδύνατο.

众人既无心顾及眼前的财宝,亦无暇眷顾哀泣的至亲骨肉,各自毫无次序地往能逃之处奔逃。

§4.3.24

ἐπελθόντες δὲ Ῥωμαῖοι τό τε στρατόπεδον ἀνδρῶν ἔρημον αὐτοῖς χρήμασιν αἱροῦσι καὶ ἐπιδιώξαντες τὴν νύκτα ὅλην ἄνδρας μὲν ὅσοις ἐντύχοιεν ἔκτεινον, παῖδας δὲ καὶ γυναῖκας ἐποιοῦντο ἐν ἀνδραπόδων λόγῳ.

罗马军杀至,夺取了空无一人的营地及其中的全部辎宝,并通宵追击,斩杀一切遭遇的男子,将妇女和儿童皆视作奴隶掳掠。

§4.3.25

χρήματα δὲ τοσαῦτα τὸ πλῆθος ἐν τούτῳ τῷ στρατοπέδῳ εὗρον ὅσα οὐδεπώποτε ἔν γε χωρίῳ ἑνὶ τετύχηκεν εἶναι.

他们在此座营垒中所缴获的金银财物数量之巨,实为以往任何单一处所未曾见闻。

§4.3.26

οἵ τε γὰρ Βανδίλοι ἐκ παλαιοῦ τὴν Ῥωμαίων ἀρχὴν ληισάμενοι συχνὰ χρήματα ἐς Λιβύην μετήνεγκαν καὶ τῆς χώρας αὐτοῖς ἀγαθῆς ἐν τοῖς μάλιστα οὔσης καρποῖς τε τοῖς ἀναγκαιοτάτοις ἐς ἄγαν εὐθηνούσης, τὰς τῶν χρημάτων προσόδους ξυνέβη, αἵ γε ἐκ τῶν ἐκείνῃ γινομένων ἀγαθῶν ἠγείροντο, οὐκ ἐς ἑτέραν τινὰ δαπανᾶσθαι χώραν ἐμπορίᾳ τῇ τῶν ἐπιτηδείων, ἀλλ’ αὐτὰς ἀεὶ οἱ τὰ χωρία κεκτημένοι προσεποιοῦντο ἐς πέντε καὶ ἐνενήκοντα ἔτη, ἐς οἷς δὴ Λιβύης οἱ Βανδίλοι ἦρξαν.3

盖因汪达尔人自古劫掠罗马帝国疆土,将无数财富运至利比亚;又兼此地极为丰腴,极盛出产生活必需的粮食作物,故当地所产财富的收益无需因换取日用品而向外邦耗费分文,反在汪达尔人统治利比亚的整整九十五年间,尽数由田产的所有者自行积攒保留。

§4.3.27

καὶ ἀπ’ αὐτοῦ ἐς πάμπολυ χρῆμα ὁ πλοῦτος χωρήσας ἐκείνῃ τῇ ἡμέρᾳ ἐς τῶν Ῥωμαίων τὰς χεῖρας ἐπανῆκεν αὖθις.

因此缘故累积至不可胜计的巨富,在这一天重又落入罗马人之手。

§4.3.28

ἡ μὲν οὖν μάχη καὶ δίωξις ἥδε καὶ τοῦ Βανδίλων στρατοπέδου ἡ ἅλωσις τρισὶ μησὶν ὕστερον γέγονεν ἢ ὁ Ῥωμαίων στρατὸς ἐς Καρχηδόνα ἦλθε, μεσοῦντος μάλιστα τοῦ τελευταίου μηνός, ὃν Δεκέμβριον Ῥωμαῖοι καλοῦσι.

此番交战、追击以及汪达尔营垒之陷落,发生于罗马军队抵达迦太基后三个月,适值罗马人称为十二月的岁末之月正中之际。

语法注3 条
  1. 4.3.17οὐκ ἂν οἰόμενοι ἐν τῷ χαρακώματι πρὸς αὐτοὺς διαμάχεσθαι οἷοί τε εἶναι

    语气小词 ἄν 并不直接修饰分词 οἰόμενοι,而是修饰其后的不定式短语(οἷοί τε εἶναι),这是在表思考认知动词后代表潜势或虚拟陈述(带 ἄν 的不定式代替了 ἄν + 希求法/直陈法过去时)的常见结构,意为“自忖恐无法……决战”。

  2. 4.3.19τῶν πεζῶν οἱ ἀφικομένων

    τῶν πεζῶν ἀφικομένων 为独立属格结构(“当步兵到达时”)。夹在其中的附着代词 οἱ 是第三人称单数与格,指代贝利撒留(Belisarius),充当关涉与格(dative of reference/interest)。

  3. 4.3.26ἐς οἷς δὴ Λιβύης οἱ Βανδίλοι ἦρξαν

    该关系从句修饰前文的“九十五年”(ἐς πέντε καὶ ἐνενήκοντα ἔτη)。ἐς οἷς 系 ἐν οἷς 之误,由介词 ἐν 与关系代词与格 οἷς 连用以表示时间段,意即“在汪达尔人统治利比亚的那些年间”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.3.15-4.3.28