← 普罗科皮乌斯

战史

§4.3.1-4.3.14

小溪旁的激战与扎宗阵亡

两军隔一条无名小溪对峙布阵,约翰率精锐骑兵屡次冲击扎宗镇守的中军,激战之下扎宗阵亡,汪达尔精锐损失惨重。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.1

Τοσαῦτα Γελίμερ τε καὶ Τζάζων παραινέσαντες ἐξῆγον τοὺς Βανδίλους, καὶ ἀμφὶ τὸν τοῦ ἀρίστου καιρόν, οὐ προσδεχομένων Ῥωμαίων, ἀλλ’ ἄριστον σφίσι παρασκευαζόντων, παρῆσαν καὶ παρὰ τὰς τοῦ ποταμοῦ ὄχθας ὡς ἐς μάχην ἐτάξαντο.

盖利梅尔与扎宗作了这番训诫后便率领汪达尔人出战;约在午饭时分,正值罗马人未加防备、正为自己备餐之际,汪达尔人出现并沿着河岸列阵,作迎战之势。

§4.3.2

ἔστι δὲ ποταμὸς ὁ ταύτῃ ῥέων ἀένναος μέν, οὕτω δὲ τὸ ῥεῦμα βραχὺς1 ὥστε οὐδὲ ὀνόματος ἰδίου πρὸς τῶν ἐπιχωρίων μεταλαγχάνει, ἀλλ’ ἐν ῥύακος μοίρᾳ ὠνόμασται.

流经此处的河流虽终年不涸,但水流极浅狭,以致当地居民甚至未予其专门之名,仅视作溪流相称。

§4.3.3

τούτου δὴ τοῦ ποταμοῦ Ῥωμαῖοι ἐς τὴν ἑτέραν ὄχθην ὡς ἐκ τῶν παρόντων παρασκευασάμενοι ἧκον καὶ ἐτάξαντο ὧδε.

罗马人依现状仓促整备,来到此河的对岸,并如下布阵。

§4.3.4

κέρας μὲν τὸ ἀριστερὸν Μαρτῖνός τε καὶ Βαλεριανὸς καὶ Ἰωάννης καὶ Κυπριανός τε καὶ Ἀλθίας καὶ Μάρκελλος εἶχον καὶ ὅσοι ἄλλοι φοιδεράτων ἄρχοντες ἦσαν, τὸ δὲ δὴ δεξιὸν Πάππος τε καὶ Βαρβᾶτος καὶ Ἀϊγὰν καὶ ὅσοι τῶν ἱππικῶν καταλόγων ἦρχον.

左翼由马蒂努斯、瓦莱里安、约翰、居普良、阿尔提亚斯、马耳凯卢斯以及所有同盟军的将领执掌;右翼则由帕普斯、巴巴图斯、艾干以及统领骑兵各部的一切将领执掌。

§4.3.5

κατὰ δὲ τὸ μέσον Ἰωάννης ἐτάσσετο, τούς τε ὑπασπιστὰς καὶ δορυφόρους Βελισαρίου καὶ σημεῖον τὸ στρατηγικὸν ἐπαγόμενος.

在中央列阵的是约翰,他率领着贝利撒留的持盾侍从军与长矛卫士,并携带着主帅军旗。

§4.3.6

οὗ δὴ καὶ Βελισάριος εἰς καιρὸν ξὺν τοῖς πεντακοσίοις ἱππεῦσιν ἀφίκετο, τοὺς πεζοὺς ὄπισθεν βάδην προσιόντας ἀπολιπών.

贝利撒留本人亦恰在此时率领五百名骑兵赶至中军,将缓步前进的步兵留于其后。

§4.3.7

οἱ γὰρ Οὖννοι ἅπαντες ἐν ἄλλῃ ἐτάξαντο χώρᾳ, εἰθισμένον μὲν σφίσι καὶ πρότερον ἥκιστα ἐπιμίγνυσθαι τῷ Ῥωμαίων στρατῷ, τότε δὲ καὶ ἐν νῷ ἃ προδεδήλωται ἔχουσιν οὐκ ἦν βουλομένοις ξὺν τῇ ἄλλῃ στρατιᾷ τάσσεσθαι.2 Ῥωμαίοις μὲν οὖν τὰ τῆς τάξεως ὧδέ πη εἶχε.

因为全体匈奴人列阵于另一处;他们向来惯于尽量不与罗马军队混杂,而此时心中又怀有前文已挑明的算计,故不愿与其他军队共同列阵。罗马人的布阵大体如此。

§4.3.8

Βανδίλων δὲ κέρας μὲν ἑκάτερον οἱ χιλίαρχοι εἶχον, ἕκαστός τε ἡγεῖτο τοῦ ἀμφ’ αὐτὸν λόχου, κατὰ δὲ δὴ τὸ μέσον Τζάζων ἦν ὁ τοῦ Γελίμερος ἀδελφός, ὄπισθεν δὲ οἱ Μαυρούσιοι ἐτετάχατο.

而在汪达尔人一方,千夫长们各执两翼,每人统领身边的连队;中军则由盖利梅尔之弟扎宗统率,摩尔人被部署在后方。

§4.3.9

αὐτὸς μέντοι ὁ Γελίμερ πανταχόσε περιιὼν ἐνεκελεύετό τε καὶ ἐς εὐτολμίαν ἐνῆγε. προείρητο δὲ Βανδίλοις ἅπασι μήτε δορατίῳ μήτε ἄλλῳ ὁτῳοῦν ὀργάνῳ ἐς ξυμβολὴν τήνδε, ὅτι μὴ τοῖς ξίφεσι,3 χρῆσθαι.

盖利梅尔本人则巡视各处,督促并激励军士奋勇争先。他事先向全体汪达尔人下达命令:在此次交锋中,除利剑之外,不得使用标枪或任何其他武器。

§4.3.10

Χρόνου δὲ τριβέντος συχνοῦ καὶ μάχης οὐδενὸς ἄρχοντος Ἰωάννης τῶν ἀμφ’ αὐτὸν ὀλίγους ἀπολέξας Βελισαρίου γνώμῃ τόν τε ποταμὸν διέβη καὶ ἐς τοὺς μέσους ἐσέβαλεν, ἔνθα δὴ ὁ Τζάζων ὠθισμῷ χρησάμενος ἐδίωξεν αὐτούς.

相持良久而无人率先开战,约翰便依贝利撒留的意图,从身边挑选少数精锐,渡过河水冲击敌军中军,扎宗在此发起猛烈冲撞将他们逐退。

§4.3.11

καὶ οἱ μὲν φεύγοντες ἐς τὸ σφῶν αὐτῶν στρατόπεδον ἧκον, οἱ δὲ Βανδίλοι διώκοντες ἄχρι ἐς τόν ποταμὸν ἦλθον, οὐ μέντοι διέβησαν.

败退的罗马人退回本方营垒,汪达尔人一路追击至河边,却未曾渡河。

§4.3.12

αὖθις δὲ Ἰωάννης πλείους τῶν Βελισαρίου ὑπασπιστῶν ἐπαγόμενος ἐς τοὺς ἀμφὶ τὸν Τζάζωνα ἐσεπήδησε, καὶ αὖθις ἐνθένδε ἀποκρουσθεὶς ἐς τὸ Ῥωμαίων στρατόπεδον ἀνεχώρησε.

约翰再度率领更多贝利撒留的持盾侍从扑向扎宗周围的部队,再次遭到击退而退回罗马军营。

§4.3.13

τὸ δὲ δὴ τρίτον ξὺν πᾶσι σχεδὸν τοῖς Βελισαρίου τε δορυφόροις καὶ ὑπασπισταῖς τὸ στρατηγικὸν σημεῖον λαβὼν τὴν ἐσβολὴν ἐποιήσατο ξὺν βοῇ τε καὶ πατάγῳ πολλῷ.

第三次,他几乎带领了贝利撒留全部的长矛卫士和持盾侍从,高举统帅军旗,伴随着震天的呐喊与兵刃轰鸣发起了冲锋。

§4.3.14

τῶν δὲ βαρβάρων ἀνδρείως τε αὐτοὺς ὑφισταμένων καὶ μόνοις χρωμένων τοῖς ξίφεσι γίνεται μὲν καρτερὰ ἡ μάχη, πίπτουσι δὲ Βανδίλων πολλοί τε καὶ ἄριστοι, καὶ Τζάζων αὐτὸς ὁ τοῦ Γελίμερος ἀδελφός.

蛮族勇猛抵御,且只凭手中之剑作战,战斗异常惨烈,汪达尔人中有甚多精锐战死,盖利梅尔之弟扎宗本人亦随之阵亡。

语法注3 条
  1. 4.3.2οὕτω δὲ τὸ ῥεῦμα βραχὺς

    τὸ ῥεῦμα 为关系对格(限制对格),修饰形容词 βραχύς,意为“在水流方面极为浅狭”。

  2. 4.3.7οὐκ ἦν βουλομένοις ξὺν τῇ ἄλλῃ στρατιᾷ τάσσεσθαι

    系动词 ἦν 搭配与格分词 βουλομένοις 构成的惯用句式,表示“并非出于其心愿/他们并不愿意”(相当于拉丁语的 mihi volenti est),逻辑主语为前文提及的匈奴骑兵(Οὖννοι)。

  3. 4.3.9ὅτι μὴ τοῖς ξίφεσι

    ὅτι μή 整体作为固定短语,表示“除了……之外”。其后的 τοῖς ξίφεσι 采用与格,由不定式 χρῆσθαι 所支配,指被除外使用的武器(佩剑)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.3.1-4.3.14