- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.2.15-4.2.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
盖利梅尔结语勉励全军为先祖荣耀与至亲妇孺决一死战,随后扎宗单独训诫自撒丁岛归来的部属,激励他们在此战中带头奋勇杀敌。
τῷ γὰρ τὰ αἰσχρὰ αἰσχυνομένῳ πάρεστιν ἀεὶ τὸ μὴ δεδιέναι τὸν κίνδυνον.1 μάχης δὲ τῆς πρότερον γεγενημένης μηδεμία ὑμᾶς εἰσίτω μνήμη.
因为凡是对可耻之事感到羞耻的人,便始终具备不畏险阻的豪气。绝不要让先前发生的那场战斗的记忆潜入你们的心中。
οὐ γὰρ κακίᾳ ἡμετέρᾳ ἡσσήθημεν, ἀλλὰ τύχης ἐναντιώμασι προσεπταικότες ἐσφάλημεν. ταύτης δὲ τὸ ῥεῦμα οὐκ ἀεὶ κατὰ ταὐτὰ φέρεσθαι πέφυκεν, ἀλλ’ ἐν ἡμέρᾳ ἑκάστῃ ὡς τὰ πολλὰ μεταπίπτειν φιλεῖ.
因为我们绝非因自身的懦弱而败北,而是因遭逢命运的挫折而失足。而命运之流生来便不会始终顺着同一方向奔涌,反而大体上每日都会发生转变。
τῷ δὲ ἀνδρείῳ τοὺς πολεμίους ὑπεραίρειν αὐχοῦμεν καὶ πλήθει παρὰ πολὺ ὑπερβάλλεσθαι· μέτρῳ γὰρ αὐτῶν περιεῖναι οὐχ ἧσσον ἢ δεκαπλασίῳ οἰόμεθα. καὶ τί προσθήσω πολλά τε καὶ μεγάλα εἶναι τὰ νῦν μάλιστα ἡμᾶς ἐς ἀρετὴν ὁρμῶντα, τήν τε τῶν προγόνων δόξαν καὶ τὴν παραδοθεῖσαν ἡμῖν ὑπ’ ἐκείνων ἀρχήν;
我们自负在英勇上胜过敌军,在人数上也远远凌驾于其上;因为我们认为自己在数量上胜过他们不下十倍。更何须我再多言,如今有诸多伟大的力量正激励我们奋勇向前,那便是先祖的荣光与他们传予我们的江山?
ἡ μὲν γὰρ ἐφ’ ἡμῖν τῷ ἀνομοίῳ τοῦ ξυγγενοῦς ἐγκαλύπτεται, ἡ δὲ ὡς ἀναξίους ἡμᾶς ἀποφυγεῖν ἰσχυρίζεται.2
因为前者因我们不像同胞祖辈而蒙面含羞,后者则坚执因我们不堪配领而欲弃我们而去。
καὶ σιωπῶ τούτων τῶν γυναίων τὰς οἰμωγὰς καὶ τῶν παίδων τῶν ἡμετέρων τὰ δάκρυα, οἷς νῦν, ὡς ὁρᾶτε, περιαλγήσας μηκῦναι τὸν λόγον οὐ δύναμαι.
我且对这些妇人的哀号与我们孩童的泪水隐忍不言,正如你们所见,我现在因对此悲痛不已而无法再长篇大论。
ἀλλ’ ἐκεῖνο μόνον εἰπὼν παύσομαι, ὡς ἐπάνοδος ἡμῖν εἰς τὰ φίλτατα ταῦτα οὐκ ἔσται μὴ τῶν πολεμίων κρατήσασιν.
但我只须言明这一点便可止步:我们若不能战胜敌人,便再也无法重返这些至亲身边。
ὧν ἐνθυμηθέντες ἄνδρες τε ἀγαθοὶ γίγνεσθε καὶ μὴ καταισχύνητε τὴν Γιζερίχου δόξαν.”
你们当牢记这些,成为勇武之士,绝不可玷污了吉泽里克昔日的威名。”
Τοσαῦτα εἰπὼν Γελίμερ Τζάζωνα τὸν ἀδελφὸν ἐκέλευσε Βανδίλοις τοῖς μετ’ αὐτοῦ ἐκ Σαρδοῦς ἥκουσι παραίνεσιν ἰδίᾳ ποιεῖσθαι.
盖利梅尔讲完这番话,便命其弟扎宗单独向随他自撒丁岛归来的汪达尔人作一番训诫。
ὁ δὲ αὐτοὺς ξυναγείρας μικρὸν ἄποθεν τοῦ στρατοπέδου ἔλεξε τοιάδε· “Βανδίλοις μὲν ἅπασιν, ἄνδρες συστρατιῶται, ὑπὲρ τούτων ὁ ἀγών ἐστιν ὧν δὴ ἀρτίως λέγοντος τοῦ βασιλέως ἠκούσατε, ὑμῖν δὲ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ πρὸς ὑμᾶς αὐτοὺς ἁμιλλᾶσθαι ξυμβαίνει.3
扎宗将他们召集至离营寨稍远之处,发表了如下讲话:“同袍将士们,对全体汪达尔人而言,战事的症结正在于你们方才听闻大王所言的那些大事;然而对你们而言,除其他一切之外,尚须与你们自身相竞争。
νενικήκατε γὰρ ἔναγχος ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι καὶ τὴν νῆσον ἀνεκτήσασθε τῇ Βανδίλων ἀρχῇ· ὑμᾶς οὖν μείζω ποιεῖσθαι εἰκὸς τῆς ἀρετῆς τὴν ἐπίδειξιν.
因为你们不久前才为统御之权而战并取得胜利,为汪达尔王国收复了该岛;因此,你们理应展现出更宏大的武勇。
οἷς γὰρ ὑπὲρ τῶν μεγίστων ὁ κίνδυνος, μεγίστην εἶναι καὶ τὴν ἐς τὸ πολεμεῖν προθυμίαν ἀνάγκη. οἱ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι ἡσσηθέντες, ἂν οὕτω τύχῃ, οὐκ ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν· οἷς δὲ ὑπὲρ τῶν ὅλων ἡ μάχη, πάντως ὁ βίος πρὸς τὸ τοῦ πολέμου ῥυθμίζεται πέρας. ἄλλως τε, ἢν μὲν ἄνδρες ἀγαθοὶ ἐν τῷ παρόντι γένησθε, βεβαιοῦτε ὑμῖν αὐτοῖς ἀρετῆς ἔργον τὴν τοῦ τυράννου Γώδα γεγονέναι καθαίρεσιν· μαλακισθέντες δὲ νῦν καὶ τῆς ἐπ’ ἐκείνοις εὐδοξίας ὡς οὐδὲν προσηκούσης στερήσεσθε.
因为凡是为最根本利益而历险者,其求战的热望亦必须最为炽烈。为统御之权而战者纵使碰巧败北,也并未在最切身之事上倾覆;然而对为生死存亡而决战的人而言,其生命全然受制于战争的结局。况且,若你们在此刻成为勇士,便向自身证实了推翻僭主戈达斯乃是英勇的伟业;若此时表现怯懦,你们就连因先前战功所享有的美誉也将丧失殆尽,仿佛那荣耀从不属于你们。
καίτοι καὶ ἄλλως ὑμᾶς γε εἰκὸς τῶν λοιπῶν Βανδίλων ἐν ταύτῃ πλεονεκτεῖν τῇ μάχῃ.
不仅如此,在此役中你们自然也应当在其他方面占优于其余的汪达尔人。
τοὺς μὲν γὰρ σφαλέντας ἡ προλαβοῦσα τύχη ἐκπλήσσει, οἱ δὲ οὐδὲν ἐπταικότες μετ’ ἀκραιφνοῦς τοῦ θάρσους ἐς τὸν ἀγῶνα καθίστανται.
因为此前失利的人已被先前的厄运震慑,而毫无挫败经验的人,则能带着完好无损的自信走上战场。
κἀκεῖνο δὲ οἶμαι οὐκ ἀπὸ τρόπου εἰρήσεται, ὡς ἢν τῶν πολεμίων κρατήσωμεν, τὸ πλεῖστον τῆς νίκης ὑμεῖς ἀναδήσεσθε μέρος, σωτῆράς τε ὑμᾶς ἅπαντες τοῦ τῶν Βανδίλων καλέσουσιν ἔθνους.
我以为此话亦非不合时宜:我们若克敌制胜,胜利的最主要功勋将由你们领受,众人亦皆会尊奉你们为汪达尔部族的拯救者。
οἱ γὰρ σὺν τοῖς πρότερον ἠτυχηκόσιν εὐδοκιμοῦντες εἰκότως αὐτοὶ τὴν ἀμείνω σφετερίζονται τύχην.
盖因与先前受挫者并肩建功之人,理所当然地会将更优越的命运据为己有。
ταῦτα τοίνυν ἅπαντα λογιζομένους ὑμᾶς φημι χρῆναι παῖδάς τε καὶ γυναῖκας ἀπολοφυρομένους κελεύειν θαρσεῖν τε ἤδη4 καὶ τὸν θεὸν ἐς ξυμμαχίαν παρακαλεῖν, καὶ θυμῷ μὲν ἐπὶ τοὺς πολεμίους ἰέναι τοῖς δὲ ὁμοφύλοις ἐς ταύτην ἡγεῖσθαι τὴν μάχην.”
因此我说,你们应当考量这一切,吩咐痛哭的妇孺此刻鼓起勇气,祈求上帝的襄助,满怀怒火向敌人冲杀,并为同胞族人带头引领这一场决战。”
- 4.2.15τῷ γὰρ τὰ αἰσχρὰ αἰσχυνομένῳ πάρεστιν ἀεὶ τὸ μὴ δεδιέναι τὸν κίνδυνον.
阳性与格分词 τῷ αἰσχυνομένῳ 与 πάρεστιν 搭配构成表示领属/属性的与格,全句的主语为带冠词的不定式短语 τὸ μὴ δεδιέναι τὸν κίνδυνον。
- 4.2.19ἡ μὲν γὰρ ἐφ’ ἡμῖν τῷ ἀνομοίῳ τοῦ ξυγγενοῦς ἐγκαλύπτεται, ἡ δὲ ὡς ἀναξίους ἡμᾶς ἀποφυγεῖν ἰσχυρίζεται.
此句为对应前文两个先行词的对比结构:ἡ μὲν 指代 τήν τε τῶν προγόνων δόξαν,ἡ δὲ 指代 τὴν παραδοθεῖσαν ... ἀρχήν。τῷ ἀνομοίῳ τοῦ ξυγγενοῦς 为中性形容词名词化后接属格(“因不像其同胞族脉”),作原因与格。ἰσχυρίζεται 将主权(ἀρχή)拟人化,意为“坚决要摆脱(我们)”。
- 4.2.24ὑμῖν δὲ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ πρὸς ὑμᾶς αὐτοὺς ἁμιλλᾶσθαι ξυμβαίνει.
该句巧妙结合了介词 πρός 的两种不同用法:后接与格(πρὸς τοῖς ἄλλοις ἅπασι,“除其他一切之外”)与后接宾格(πρὸς ὑμᾶς αὐτοὺς ἁμιλλᾶσθαι,“与你们自身竞争”)。非人称动词 ξυμβαίνει 接与格 ὑμῖν,并以不定式 ἁμιλλᾶσθαι 作主语。
- 4.2.32ταῦτα τοίνυν ἅπαντα λογιζομένους ὑμᾶς φημι χρῆναι παῖδάς τε καὶ γυναῖκας ἀπολοφυρομένους κελεύειν θαρσεῖν τε ἤδη
这是由 φημί 引导 χρῆναι 的多重宾格加不定式结构。χρῆναι 的逻辑主语为带有分词的 ὑμᾶς (λογιζομένους),其所统辖的一系列并列不定式包括 κελεύειν、παρακαλεῖν、ἰέναι 和 ἡγεῖσθαι。宾格分词 ἀπολοφυρομένους 在句中作定语修饰 κελεύειν 的宾语 παῖδάς τε καὶ γυναῖκας(“哀号哭泣的妇孺”)。
