← 普罗科皮乌斯

战史

§4.28.13-4.28.32

宴席上刺杀贡塔里斯的行动

阿尔塔西雷斯在宴席上窥伺时机,携出鞘利刃突袭砍伤贡塔里斯;阿尔塔巴内斯随即刺中僭主左肋将其毙命,而阿尔塔西雷斯则凭借护臂格开乌利特奥斯的攻击并将其击杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.28.13

ἢν τοίνυν οὐκ ἐν καιρίῳ πληγέντα τὸν τύραννον ἴδῃς, σὺ δή με τῷ ξίφει τῷ ἐμῷ μηδέν τι μελλήσας ἀπόκτεινον, ὅπως μὴ πρὸς αὐτοῦ αἰκιζόμενος γνώμῃ τε τῇ σῇ ἐς τὴν πρᾶξιν ὡρμηκέναι εἰπὼν αἴσχιστά τε αὐτὸς διαφθαρείην καί σε προσαπολεῖν ἀναγκασθείην ἀκούσιος.”

“因此,倘若你见这僭主未受致命伤,便请毫不迟疑地用我自己的剑将我杀死,免得我受他严刑拷打,供出是受你指使才行此举,致使我自己受尽屈辱而死,更被迫违心将你一并连累致死。”

§4.28.14

τοσαῦτα καὶ Ἀρτασίρης εἰπὼν ξύν τε Γρηγορίῳ καὶ τῶν δορυφόρων ἑνὶ παρὰ τὰς στιβάδας ἐλθὼν ὄπισθεν Ἀρταβάνου ἑστήκει. οἱ δὲ λοιποὶ παρὰ τοὺς φύλακας μένοντες τὰ σφίσιν ἐπηγγελμένα ἐποίουν.

阿尔塔西雷斯说完这番话,便与格列高利及一名侍卫来到卧榻旁,立于阿尔塔巴内斯身后。其余的人留在卫兵身旁,照所吩咐的行事。

§4.28.15

Ὁ μὲν οὖν Ἀρτασίρης, ἀρξαμένης που τῆς θοίνης, ἔργου ἔχεσθαι διενοεῖτο, ἤδη τε τῆς τοῦ ἀκινάκου λαβῆς ἥπτετο.

宴席方一开始,阿尔塔西雷斯便打算动手,手已触碰到了短剑的柄。

§4.28.16

ἀλλ’ αὐτὸν ὁ Γρηγόριος διεκώλυσεν ἔτι τὸν Γόνθαριν ὅλον εἰπὼν τῇ Ἀρμενίων φωνῇ ἐν αὑτῷ εἶναι,1 οὔπω ἐκπεπωκότα τοῦ οἴνου τι μέγα.

但格列高利阻止了他,用亚美尼亚语说贡塔里斯此刻还全然清醒,尚未喝下多少酒。

§4.28.17

ἀνοιμώξας τοίνυν Ἀρτασίρης, “Ὦ ἄνθρωπε,” εἶπεν, “ὡς καλὴν ἔχοντά με ψυχὴν οὐ δέον ἐν τῷ παρόντι κεκώλυκας.”

阿尔塔西雷斯于是叹息道:“朋友啊,我此刻意气正盛,你却毫无必要地拦阻了我!”

§4.28.18

προϊόντος δὲ τοῦ πότου, ἤδη που καταβεβρεγμένος ὁ Γόνθαρις τοῖς δορυφόροις τῶν βρώσεων ἐδίδου, φιλοτιμίᾳ τινὶ χρώμενος.

随着酒局的推进,贡塔里斯此时已大醉,出于某种炫耀大度的心理,开始把食物分赏给侍卫们。

§4.28.19

οἳ δὴ ταύτας λαβόντες ἐσθίειν ἤδη τοῦ οἰκήματος ἔξω γενόμενοι ἔμελλον, μόνων ἀπολελειμμένων παρὰ τὸν Γόνθαριν δορυφόρων τριῶν, ὧνπερ Οὐλίθεος εἷς ἐτύγχανεν ὤν.

侍卫们拿到食物后,便准备走到屋外去吃,留在贡塔里斯身旁的侍卫仅剩三人,其中一人恰巧是乌利特奥斯。

§4.28.20

ἐξῄει δὲ καὶ Ἀρτασίρης, ὡς τῶν βρώσεων ξὺν τοῖς ἑτέροις γευσόμενος.

阿尔塔西雷斯也走了出去,装作要与其他侍卫一同享用食物的样子。

§4.28.21

ἐνταῦθά τις αὐτῷ γέγονεν ἔννοια μή τί οἱ σπάσασθαι βουλομένῳ τὸν ἀκινάκην ἐμπόδιον εἴη.

就在此时,他心生一念,唯恐自己想要拔剑时会遭遇阻碍。

§4.28.22

ἔξω τοίνυν γενόμενος ἔρριψε μὲν λάθρα τοῦ ξίφους τὴν θήκην, γυμνόν τε αὐτὸ ὑπὸ μάλης λαβὼν πρὸς τῆς ἐπωμίδος κεκαλυμμένον παρὰ τὸν Γόνθαριν ἐσεπήδησεν, ὡς κρύφα τι τῶν ἄλλων ἐρῶν.

于是走到屋外后,他悄悄扔掉了剑鞘,将出鞘的利刃夹在腋下,用斗篷遮掩住,随后跃至贡塔里斯身旁,装作要避开众人与他耳语的样子。

§4.28.23

ὅπερ Ἀρταβάνης ἰδὼν τῷ τε θυμῷ ζέων καὶ τῇ τῆς ἀγωνίας ὑπερβολῇ ἐς βαθεῖάν τινα ἐμπεσὼν μέριμναν, κινεῖν τε τὴν κεφαλὴν ἤρξατο καὶ πολλὰς ἀμείβειν τοῦ προσώπου χρόας, ἔνθους τέ τις τῷ μεγέθει τῆς πράξεως γεγενῆσθαι παντελῶς ἔδοξεν.

阿尔塔巴内斯见状,心绪激荡,在极度的焦虑中陷入深深的惶惑,开始不住地摇头,面色频频变换,因事态之重大而显得完全失魂落魄。

§4.28.24

ὅπερ ὁ Πέτρος ἰδὼν ξυνῆκε τὸ ποιούμενον, οὐ μέντοι ἐξήνεγκεν ἐς τῶν ἄλλων τινά, ἐπεὶ αὐτὸν βασιλεῖ εὐνοϊκῶς ἔχοντα λίαν ἤρεσκε τὰ πρασσόμενα.2

彼得见此情景,明白了正在发生何事,却没有向任何其他人泄露,因为他本人效忠于皇帝,对眼下所谋之事深为赞许。

§4.28.25

τὸν δὲ Ἀρτασίρην, ἄγχιστά πη τοῦ τυράννου ἐλθόντα, τῶν τις οἰκετῶν ὦσε, μικρόν τε ὄπισθεν ἀποκεχωρηκότος κατενόησε τὸ ξίφος γυμνὸν ἀνέκραγέ τε, “Τί τοῦτο, βέλτιστε”;

当阿尔塔西雷斯走得离僭主极近时,一名仆从推搡了他一下;在他稍稍后退之际,那仆从察觉到了出鞘的利刃,便大声喝道:“你这是干什么,阁下?”

§4.28.26

λέγων. ὁ μὲν οὖν Γόνθαρις παρὰ τῶν ὤτων τὸ δεξιὸν τὴν χεῖρα ἐπιβαλὼν στρέψας τε τὸ πρόσωπον ἐς αὐτὸν ἔβλεπεν.

贡塔里斯把手放到右耳旁,转过脸朝他看去。

§4.28.27

Ἀρτασίρης δὲ αὐτὸν τῷ ξίφει μεταξὺ ἔπαισε καὶ τοῦ βρέγματος μοῖράν τινα ξὺν τοῖς δακτύλοις ἀπέκοψε.

就在这转瞬之间,阿尔塔西雷斯用剑砍中了他,连同手指削去了他的一部分头盖骨。

§4.28.28

Πέτρος δὲ ἀναβοήσας ἐνεκελεύετο τῷ Ἀρτασίρῃ τὸν ἀνοσιώτατον κτείνειν ἀνθρώπων ἁπάντων.

彼得高声呼喊,敦促阿尔塔西雷斯斩杀这个全人类中最不义之徒。

§4.28.29

ἀναθρώσκοντα δὲ Γόνθαριν Ἀρταβάνης ἰδὼν (ἐγγύθι γὰρ κατεκλίνετο) μάχαιραν ἀμφήκη σπασάμενος, ἥ οἱ παρὰ τὸν μηρὸν ἀπεκρέματο μεγάλη τις οὖσα, ἐς τὴν ἀριστερὰν τοῦ τυράννου πλευρὰν ἄχρι ἐς τὴν λαβὴν ξύμπασαν ὤσας ἐνταῦθα μεθῆκε.

阿尔塔巴内斯见贡塔里斯跃起(因他原本就卧在近旁),便拔出一柄挂在腿侧的沉重双刃大剑,齐柄直刺入僭主的左肋,就此弃剑于内。

§4.28.30

καὶ ὃς οὐδέν τι ἧσσον ἀναθορεῖν ἐπεχείρησεν, ἅτε δὲ καιρίαν λαβὼν αὐτοῦ ἔπεσεν.

贡塔里斯虽仍试图跳起,但因受了致命重创,当场倒毙。

§4.28.31

ὁ μὲν οὖν Οὐλίθεος τῷ Ἀρτασίρῃ τὸ ξίφος ὡς κατὰ κόρρης κατάξων ἐπήνεγκεν· ὁ δὲ τῆς κεφαλῆς χεῖρα τὴν ἀριστερὰν προβαλλόμενος τῆς ἐννοίας τῆς αὑτοῦ ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο.3

乌利特奥斯拔剑向阿尔塔西雷斯砍去,意图直劈其太阳穴;阿尔塔西雷斯伸出左臂护住头部,在最危急的关头得益于先前的巧计。

§4.28.32

τοῦ ξίφους γάρ οἱ τὴν ἀκμὴν ἀποθεμένου ἐν ταῖς ἐπὶ τῆς χειρὸς τῶν βελῶν ἐκτομαῖς, αὐτὸς ἀπαθὴς γεγονὼς ἔκτεινε τὸν Οὐλίθεον οὐδενὶ πόνῳ.

由于剑刃砍在手臂上绑缚的箭杆断片上而力竭折钝,他本人未受分毫损伤,轻而易举地斩杀了乌利特奥斯。

语法注3 条
  1. 4.28.16ὅλον ... ἐν αὑτῷ εἶναι

    形容词 ὅλον 与习语 ἐν αὑτῷ εἶναι(“处于自身之中”,即神志清醒、自持)结合,在此作宾语 τὸν Γόνθαριν 的补足成分,构成带不定式的宾格句式,意为“完全保持清醒/完全处于自制之中”。

  2. 4.28.24αὐτὸν βασιλεῖ εὐνοϊκῶς ἔχοντα λίαν ἤρεσκε τὰ πρασσόμενα

    动词 ἀρέσκω 在古典希腊语中通常支配与格,但此处支配带分词的宾格短语(αὐτὸν ... ἔχοντα)作其直接宾语,中性复数主格 τὰ πρασσόμενα 作主语,意为“正在进行的事情极大地取悦了他(使他深感称心)”。

  3. 4.28.31τῆς ἐννοίας τῆς αὑτοῦ ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο

    动词 ἀπονίναμαι(“受惠于……”、“自……得益”)支配表示得益来源的属格(τῆς ἐννοίας τῆς αὑτοῦ)。介词短语 ἐν τοῖς ἀναγκαιοτάτοις 为中性复数名词化结构,意为“在最紧要的关头/最迫切的需求之中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.28.13-4.28.32