← 普罗科皮乌斯

战史

§4.28.1-4.28.12

贡塔里斯的宴会与刺杀密谋的准备

贡塔里斯在出征前夜设宴款待部属,阿尔塔巴内斯视之为刺杀良机,遂向格列高利、阿尔塔西雷斯及随从侍卫部署行动细节,阿尔塔西雷斯则在手臂装配防护并立誓刺杀僭主。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.28.1

Τά τε ἄλλα διοικησάμενος ὅπη οἱ ἐδόκει ὡς ἄριστα ἔχειν, τοὺς ἐπιτηδείους ἑστιᾶν ἔγνω, ὡς ἡμέρᾳ τῇ ἐπιούσῃ τὴν ἔξοδον ποιησόμενος.

〔贡塔里斯〕将其他事务按自认为最妥善的方式安排停当后,因打算在次日出征,便决定宴请亲信。

§4.28.2

ἔν τε οἰκήματι οὗ δὴ στιβάδες ἐν παρασκευῇ ἦσαν ἐκ παλαιοῦ τρεῖς, τὴν θοίνην ἐποίει.

宴席设在一间自古备有三张卧榻的大厅里。

§4.28.3

αὐτὸς μὲν οὖν ἐπὶ στιβάδος κατεκλίνετο, ὡς τὸ εἰκός, τῆς πρώτης, ἔνθα δὴ καὶ Ἀθανάσιός τε καὶ Ἀρταβάνης ἦσαν, τῶν τε Γονθάριδι γνωρίμων τινές, καὶ Πέτρος Θρᾷξ μὲν γένος, δορυφόρος δὲ Σολόμωνος γενόμενος πρότερον.

他本人理所当然地卧在第一张卧榻上,同榻的还有阿塔纳西乌斯、阿尔塔巴内斯、几位贡塔里斯的熟人,以及一位名叫彼得的色雷斯人(他曾是所罗门的侍卫)。

§4.28.4

ἐν ἀμφοτέραις δὲ ταῖς ἄλλαις στιβάσι Βανδίλων οἱ πρῶτοί τε καὶ ἄριστοι ἦσαν.

另两张卧榻上就坐的则是汪达尔人的首领与精英。

§4.28.5

Ἰωάννην μέντοι, ὃς τῶν Στότζα στασιωτῶν ἦρχε, Πασίφιλος ἰδίᾳ εἱστία, καὶ τῶν ἄλλων ἕκαστον, ὅπη ἑκάστῳ τῶν Γονθάριδι ἐπιτηδείων φίλον ἔδοξεν εἶναι.

不过,统率斯托察斯叛军的约翰由帕西菲卢斯单独设宴款待,其余人等也各自依照贡塔里斯诸位亲信认为称心的方式分别受到款待。

§4.28.6

Ἀρταβάνης τοίνυν ἡνίκα ἐπὶ ταύτην δὴ τὴν θοίνην ἐκαλεῖτο, τοῦτόν οἱ τὸν καιρὸν ἐπιτηδείως ἔχειν ἐς τὸν τοῦ τυράννου φόνον οἰόμενος, τὸ βούλευμα ἐπιτελεῖν διενοεῖτο.

阿尔塔巴内斯在应邀赴此宴席时,认为正是谋刺僭主的大好良机,便决意实施密谋。

§4.28.7

ἐς Γρηγόριον οὖν καὶ Ἀρτασίρην καὶ δορυφόρους ἑτέρους τρεῖς τὸ πρᾶγμα ἐξενεγκὼν τοὺς μὲν δορυφόρους ξὺν τοῖς ξίφεσιν ἐκέλευσεν εἴσω γενέσθαι· ʽἀρχόντων γὰρ ἑστιωμένων ὄπισθεν ἑστάναι τοὺς δορυφόρους νόμοσ̓ εἴσω δὲ γενομένους ἐγχειρεῖν ἄφνω, ἡνίκα ἂν σφίσι δοκῇ ὁ καιρὸς ὡς μάλιστα ἐπιτηδείως ἔχειν, πρῶτόν τε τὸν Ἀρτασίρην ἔργου ἔχεσθαι.

于是他将此事告知格列高利、阿尔塔西雷斯以及另外三名侍卫,命侍卫们佩剑入内——因为按规矩,长官赴宴时侍卫当立于其身后——并命他们入内后,一旦觉得时机最为适宜,便猝然动手,且由阿尔塔西雷斯率先发难。

§4.28.8

τῷ δὲ Γρηγορίῳ ἐπέστελλε τῶν Ἀρμενίων πολλοὺς τοὺς μάλιστα εὐτολμοτάτους ἀπολεξαμένῳ ἐς τὸ Παλάτιον ἐπαγαγέσθαι, τὰ ξίφη μόνα ἐν χερσὶ φέροντας· ʽἄλλῳ γὰρ οὐδενὶ τοὺς τοῖς ἄρχουσιν ἐν πόλει ἑπομένους ὁπλίζεσθαι θέμισ̓ τούτους τε ἐν τῷ προστώῳ ἀπολιπόντι εἴσω ξὺν τοῖς δορυφόροις γενέσθαι, καὶ αὐτῶν τὸ μὲν βούλευμα μηδενὶ ἐξειπεῖν, τοσοῦτον δὲ εἰπεῖν μόνον, ὡς ἐς τὸν Γόνθαριν ὑπόπτως ἔχοι, ἐπὶ πονηρῷ τῷ Ἀρταβάνους1 ἐς τὴν θοίνην αὐτὸν κεκληκέναι· βούλεσθαι τοίνυν ἑστάναι μὲν αὐτοὺς παρὰ τοὺς Γονθάριδος φύλακας οἵπερ ἐνταῦθα ἐπὶ φυλακῇ ἐτετάχατο, τοῦ δὲ παίζειν δόκησίν τινα παρεχομένους2 τῶν μὲν ἀσπίδων ἅσπερ ἐκεῖνοι φέρουσιν ἅπτεσθαι, πάλλοντας δὲ αὐτὰς καὶ ἄλλως κινοῦντας ἄνω κάτω ἐς ἀεὶ στρέφειν· θορύβου δὲ ἢ κραυγῆς ἐντὸς γενομένης ἀραμένους τὰς ἀσπίδας αὐτὰς βοηθεῖν δρόμῳ.

他还嘱咐格列高利挑选许多最为勇武的亚美尼亚人带进宫殿,手中仅携利剑——因为按法度,城中随侍长官之人不得佩带任何其他武器;将这些人留在门廊后,〔格列高利〕本人则与侍卫们一同入内,且不得向那些人泄露密谋,只消说明:他对贡塔里斯心存疑忌,认为其邀阿尔塔巴内斯赴宴乃心怀不轨;因此希望他们守在原本在此执勤的贡塔里斯卫兵身旁,假作戏谑之态,去触碰卫兵所携的盾牌,将其摇晃摆弄并不断上下翻转;一旦里面发生骚乱或呼喊,便夺下盾牌飞奔入内策应。

§4.28.10

Ἀρταβάνης μὲν ταῦτα ἐπήγγελλεν, ὁ δὲ Γρηγόριος ἐπιτελῆ ἐποίει. ὅ τε Ἀρτασίρης ἐπενόει τάδε· τῶν βελῶν τινα διελὼν δίχα τῷ καρπῷ τῆς εὐωνύμου χειρὸς ἐπέθετο κατὰ τὰς τομὰς μέχρι ἐς τὸν ἀγκῶνα. ἱμᾶσί τε αὐτὰ ἐς τὸ ἀκριβὲς σφίγξας ὕπερθε τὸ ταύτῃ τοῦ χιτωνίσκου μέρος ἐπέβαλλεν.

阿尔塔巴内斯作了这番部署,格列高利便依计而行。阿尔塔西雷斯则想出了这样一个计策:他将几支箭杆劈为两半,顺着切口贴在左手腕部直抵肘部,用皮带严密捆扎好,再将该处贴身短衣的衣袖从上方覆住。

§4.28.11

ἐποίει δὲ ταῦτα, ὅπως, ἤν τις αὐτῷ τὸ ξίφος ἐπανατεινάμενος ἐγχειρῇ παίειν, μηδὲν αὐτῷ δεινὸν πεπονθέναι ξυμβαίη, προβεβλημένῳ μὲν τὴν λαιὰν χεῖρα, τοῦ δὲ σιδήρου ἀποκαυλιζομένου3 ἐν τῇ ἐς τὸ ξύλον ἐπιφορᾷ καὶ τοῦ σώματος ἅψασθαι οὐδαμῆ ἔχοντος. Τοιαύτῃ μὲν γνώμῃ Ἀρτασίρης, ὥσπερ μοι ἐρρήθη, ἐποίει.

他这般做,是为了防止有人拔剑向他砍击时自己遭受重创,因为他可以伸出左臂作为抵挡,刀刃在劈中木头时便会折断,绝不可能伤及肉身。如我所述,阿尔塔西雷斯便是本着这般打算行事的。

§4.28.12

τῷ δὲ Ἀρταβάνῃ ἔλεξεν ὧδε· “Ἐγὼ τὸ μὲν ἐγχείρημα ὀκνήσει οὐδεμιᾷ ὑποστήσεσθαι καὶ ξίφει τῷδε τοῦ Γονθάριδος σώματος ψαύσειν ἐλπίδα ἔχω, τὸ δὲ ἐνθένδε οὐκ ἔχω εἰπεῖν, πότερα ὁ θεὸς τῷ τυράννῳ χαλεπῶς ἔχων ξυγκατεργάσεταί μοι τὸ τόλμημα τοῦτο, ἤ τινα ἐμὴν ἁμαρτάδα τιννύμενος ἐνταῦθά τε ἀπαντήσας ἐμπόδιος εἴη.

他对阿尔塔巴内斯说道:“我满怀信心,定当毫无退缩地担当此项行动,并用此剑刺中贡塔里斯的身躯;但此后的结局我却无法预料,不知是神明因憎恶僭主而助我完成此等壮举,还是为了清算我的某项罪衍而在此现身阻拦于我。”

语法注3 条
  1. 4.28.8ἐπὶ πονηρῷ τῷ Ἀρταβάνους

    介词 ἐπί 与中性形容词与格 πονηρῷ 以及后置定语短语 τῷ Ἀρταβάνους(与格冠词 τῷ 加属格 Ἀρταβάνους) 连用,构成表示不利目的或结果的习语,意为“为了加害阿尔塔巴内斯”。

  2. 4.28.9τοῦ δὲ παίζειν δόκησίν τινα παρεχομένους

    带冠词不定式属格 τοῦ παίζειν 修饰名词 δόκησιν,意为“玩闹的假象”。宾格分词 παρεχομένους 与不定式从句的主语(即留在门廊的亚美尼亚士兵)保持一致,受 βούλεσθαι 支配。

  3. 4.28.11προβεβλημένῳ μὲν τὴν λαιὰν χεῖρα, τοῦ δὲ σιδήρου ἀποκαυλιζομένου

    与格分词 προβεβλημένῳ(与前面 ξυμβαίη 所带的与格代词 αὐτῷ 一致,意为“伸出左臂”)与随后的属格独立结构(τοῦ δὲ σιδήρου ἀποκαυλιζομένου...)由 μέν...δέ 并列连接。此处体现了从与格修饰向独立属格结构的句法转换。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.28.1-4.28.12