← 普罗科皮乌斯

战史

§4.27.19-4.27.38

阿尔塔巴内斯回师迦太基与刺杀密谋的推进

受到格列高利激励的阿尔塔巴内斯决意除掉贡塔里斯;在奉命领军征讨安塔拉斯与摩尔人期间,他故意撤军并以需增兵为由返回迦太基,伺机行动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.27.19

Γρηγόριος μὲν τοσαῦτα εἶπεν· Ἀρταβάνου δὲ τὴν διάνοιαν ἐπὶ τὸν τύραννον ἔτι μᾶλλον ὥρμησεν.

格列高利言尽于此,使阿尔塔巴内斯反抗僭主的决心愈发坚决。

§4.27.20

ὁ δὲ Γόνθαρις Ἀρεοβίνδου μὲν τήν τε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐκ τοῦ φρουρίου ἐξαγαγὼν ἐπί τινος οἰκίας ἠνάγκασε μένειν, οὔτε τι ὑβρίσας λόγῳ ἢ ἔργῳ ὁτῳοῦν ἐς αὐτὰς οὔτε τὰ ἐπιτήδεια ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ἐχούσας οὔτε τι ἄλλο βιασθείσας1 εἰπεῖν ἢ πρᾶξαι, πλήν γε δὴ ὅτι γράψαι πρὸς τὸν θεῖον ἡ Πρεϊέκτα ἠνάγκαστο ὡς Γόνθαρις μὲν αὐτάς τε τιμῴη ἐς ἄγαν καὶ καθαρὸς εἴη παντάπασι τοῦ τἀνδρὸς φόνου, Οὐλιθέῳ δὲ τὸ κακὸν ἐργασθείη, Γονθάριδος οὐδαμῆ ἐπαινοῦντος.

而贡塔里斯则将阿雷奥宾杜斯的妻子与妹妹带出要塞,强令她们留居于一处宅邸之中,在言行上未对她们有任何侮辱,也未使她们的日用供给匮乏或少于所需,更未强迫她们说或做任何其他事,唯独普雷伊埃克塔被迫写信给她的叔父,称贡塔里斯对她们礼遇备至,对于谋杀其丈夫一事全然清白无辜,而这桩罪行乃是乌利泰乌斯背着贡塔里斯在绝无其赞同的情况下犯下的。

§4.27.21

ἔπρασσε δὲ ταῦτα ὁ Γόνθαρις Πασιφίλῳ ἀναπεισθείς, ἀνδρὶ γεγονότι μὲν τῶν ἐν Βυζακίῳ στασιωτῶν πρώτῳ, ξυναραμένῳ δὲ αὐτῷ μάλιστα ἐς τὴν τῆς τυραννίδος ἐπίθεσιν.

贡塔里斯之所以这般行事,乃是受了帕西菲卢斯的劝诱。此人是比扎奇姆叛军的首领,在贡塔里斯篡夺僭主权位时出力最多。

§4.27.22

ἰσχυρίζετο γὰρ ὁ Πασίφιλος, ἢν ταῦτα ποιοίη, ξυνοικιεῖν τε αὐτῷ βασιλέα τὴν κόρην καὶ προῖκα κατὰ τὸ ξυγγενὲς ἐπιδώσειν χρημάτων μεγάλων.

因为帕西菲卢斯坚称,若如此行事,皇帝必会将这名女子许配给他,并按照宗亲之谊赐予巨额嫁妆。

§4.27.23

Ἀρταβάνην τε τῷ στρατῷ ἐξηγεῖσθαι ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ ἐκέλευε.

他还命令阿尔塔巴内斯统领军队征讨安塔拉斯及比扎奇姆的摩尔人。

§4.27.24

Κουτζίνας γάρ, ἅτε τῷ Ἀντάλᾳ προσκεκρουκώς, ἀπέστη τε αὐτοῦ ἐκ τοῦ ἐμφανοῦς καὶ Γονθάριδι προσεχώρησεν· ᾧ δὴ τόν τε παῖδα καὶ τὴν μητέρα ἐν ὁμήρων λόγῳ παρέσχετο.

因为库齐纳斯同安塔拉斯发生冲突,便公开背叛安塔拉斯而归附了贡塔里斯,并将自己的儿子与母亲作为人质交给了他。

§4.27.25

τὸ μὲν οὖν στράτευμα ἡγουμένου Ἀρταβάνου εὐθὺς ἐπὶ τὸν Ἀντάλαν ἐχώρει. ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης, ὁ τῶν Στότζα στασιωτῶν ἄρχων, καὶ Οὐλίθεος ὁ δορυφόρος· εἵποντο δὲ καὶ Μαυρούσιοι, ὧν Κουτζίνας ἦρχε. πόλιν τε Ἀδραμητὸν διαμείψαντες καταλαμβάνουσι τοὺς ἐναντίους ἐνταῦθά πη ὄντας, καὶ στρατοπεδευσάμενοι ὀλίγῳ ἄποθεν τῶν πολεμίων ηὐλίσαντο.

于是这支军队在阿尔塔巴内斯的率领下立即向安塔拉斯进发。与他同行的还有斯托察斯叛军的统领约翰及侍卫乌利泰乌斯,库齐纳斯所率领的摩尔人也随同前行。他们越过哈德鲁梅图姆城,发现敌军就在附近某处,便在距敌军不远之处安营扎寨过夜。

§4.27.27

τῇ δὲ ὑστεραίᾳ Ἰωάννης μὲν καὶ Οὐλίθεος, μοῖράν τινα τοῦ στρατοῦ ἔχοντες, αὐτοῦ ἔμειναν, Ἀρταβάνης δὲ καὶ Κουτζίνας ἐπῆγον ἐπὶ τοὺς ἐναντίους τὸ στράτευμα.

次日,约翰与乌利泰乌斯率领一部分军队留守原地,阿尔塔巴内斯与库齐纳斯则率军向敌阵挺进。

§4.27.28

οὓς δὴ οὐ ξυνενεγκόντες2 οἱ ξὺν τῷ Ἀντάλᾳ Μαυρούσιοι ἐς φυγὴν ὥρμηντο.

与安塔拉斯同阵的摩尔人抵挡不住他们的攻势,纷纷溃散奔逃。

§4.27.29

ἀλλ’ ἐθελοκακήσας Ἀρταβάνης ἐκ τοῦ αἰφνιδίου στρέψας τε τὸ σημεῖον ὀπίσω ἀπήλαυνε.

然而阿尔塔巴内斯却故意怠战,突然调转军旗往回奔退。

§4.27.30

διὸ δὴ Οὐλίθεος αὐτὸν ἐς τὸ στρατόπεδον ἥκοντα κτείνειν διενοεῖτο.

因此,当阿尔塔巴内斯回到营地时,乌利泰乌斯打算将其斩杀。

§4.27.31

παραιτούμενος δὲ Ἀρταβάνης ἔφασκε δεῖσαι μὴ Μαρκέντιος ἐξ Ἀδραμητοῦ πόλεως ἐπιβοηθήσας τοῖς ἐναντίοις, ὅπη ἐνταῦθα ἐτύγχανεν ὤν, ἀνήκεστα σφᾶς ἔργα ἐργάσηται·3 ἀλλὰ Γόνθαριν χρῆναι παντὶ τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἰέναι.

阿尔塔巴内斯为自己辩解说,他是担心马尔肯提乌斯正巧身在哈德鲁梅图姆城,若从城中出兵驰援敌军,会给他们造成无可挽回的打击;反之,应当由贡塔里斯亲率全军出击迎敌。

§4.27.33

καὶ τὰ μὲν πρῶτα ἐβουλεύετο ἐς Ἀδραμητὸν ἰὼν ξὺν τοῖς ἑπομένοις τῷ βασιλέως στρατῷ ἀναμίγνυσθαι.

起初,阿尔塔巴内斯确曾打算前往哈德鲁梅图姆,率部下与皇帝的军队汇合。

§4.27.34

ἄμεινον δέ οἱ πολλὰ διαλογισαμένῳ ἔδοξεν εἶναι Γόνθαριν ἐξ ἀνθρώπων ἀφανίσαντι βασιλέα τε καὶ Λιβύην πραγμάτων ἀπαλλάξαι δυσκόλων.4

但在反复权衡之后,他认为若能将贡塔里斯除掉,从而使皇帝与利比亚摆脱困境,才是更为上策。

§4.27.35

ἀναστρέψας οὖν ἐς Καρχηδόνα τῷ τυράννῳ ἀπήγγελλεν ὅτι δὴ στρατεύματος αὐτῷ πλείονος ἐπὶ τοὺς πολεμίους δεήσει.

于是他折回迦太基,向僭主禀报称,对付敌军需要更多的兵力。

§4.27.36

ὁ δὲ Πασιφίλῳ κοινολογησάμενος ἅπαντα μὲν ἐξοπλίσαι τὸν στρατὸν ἤθελεν, αὐτὸς δὲ φυλακὴν ἐν Καρχηδόνι καταστησάμενος ἐπὶ τοὺς πολεμίους τῷ στρατῷ ἐξηγήσασθαι.

贡塔里斯与帕西菲卢斯商议后,意图调动全军武装齐备,在迦太基部署守备之后,亲自统军迎敌。

§4.27.37

πολλοὺς μὲν οὖν ἐς ἡμέραν ἑκάστην ἀνῄρει ἐς οὓς ὑποψίᾳ τινὶ καὶ λόγον οὐκ ἐχούσῃ ἐχρῆτο.

当时他每天都在处决大量他对其心存哪怕毫无根据的猜忌之人。

§4.27.38

τῷ δὲ Πασιφίλῳ ἐπέστελλεν, ὃν δὴ καταστήσεσθαι ἐπὶ Καρχηδόνος φυλακῇ ἔμελλε, τοὺς Γραικοὺς ἅπαντας οὐδὲν ὑπολογισαμένῳ κτεῖναι.

他还向即将被任命统领迦太基守备的帕西菲卢斯下令,要他不顾一切将所有的希腊人斩尽杀绝。

语法注4 条
  1. 4.27.20οὔτε τὰ ἐπιτήδεια ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ἐχούσας οὔτε τι ἄλλο βιασθείσας

    宾格分词 ἐχούσας 与 βιασθείσας 与 ἠνάγκασε 的宾语 Ἀρεοβίνδου... τήν τε γυναῖκα καὶ τὴν ἀδελφήν 保持一致。它们在结构上与修饰主语贡塔里斯的主格分词 οὔτε τι ὑβρίσας 形成互补,详细描绘了两位女性被拘禁时所受待遇的具体状况。

  2. 4.27.28οὓς δὴ οὐ ξυνενεγκόντες

    主动不定过去时分词 ξυνενεγκόντες 以关系代词宾格 οὕς(指代阿尔塔巴内斯与库齐纳斯的军队)为直接宾语。在军事语境中,ξυμφέρω 在此表示“经受住”、“抵挡住”冲击之意。

  3. 4.27.31ἀνήκεστα σφᾶς ἔργα ἐργάσηται

    动词 ἐργάζομαι 构成的双宾格结构,同时支配承受者(σφᾶς)与事物(ἀνήκεστα ἔργα),意为“对他们造成无可挽回的伤害”。

  4. 4.27.34Γόνθαριν ἐξ ἀνθρώπων ἀφανίσαντι βασιλέα τε καὶ Λιβύην πραγμάτων ἀπαλλάξαι δυσκόλων

    与格分词 ἀφανίσαντι 与无人称短语 ἄμεινον ἔδοξεν εἶναι 所支配的代词与格 οἱ 保持性数格一致,而非使用不定式 ἀπαλλάξαι 通常要求的宾格主体,体现了施动者与受益/判断主体的语法同一。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.27.19-4.27.38