- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.27.1-4.27.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安塔拉斯因贡塔里斯背信弃义而愤然决定归顺查士丁尼皇帝并撤军,而阿尔塔巴内斯表面臣服于贡塔里斯,暗中在堂弟格列高利的劝诱下谋划刺杀僭主。
Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ τὴν μὲν Ἀρεοβίνδου κεφαλὴν παρὰ τὸν Ἀντάλαν ὁ Γόνθαρις ἔπεμψε, τὰ δὲ χρήματα καὶ τοὺς στρατιώτας αὐτὸν ἀποστερεῖν ἔγνω.1
次日,贡塔里斯将阿雷奥宾杜斯的首级送往安塔拉斯处,却决意剥夺应属于后者的钱财与军队。
Ἀντάλας τοίνυν, ὅτι τέ οἱ τῶν ξυγκειμένων οὐδὲν ἐπετέλει, δεινὰ ἐποιεῖτο, καὶ τά τε ὀμωμοσμένα τά τε εἰργασμένα τῷ Γονθάριδι ἐς τὸν Ἀρεόβινδον ἐννοῶν ἤσχαλλεν.
安塔拉斯因约定的事项无一向其兑现而大为愤慨,一想到贡塔里斯所立下的誓言与其对阿雷奥宾杜斯的所作所为,更是怒不可遏。
οὐ γάρ οἱ ἐδόκει ὁ τοιούτους ὅρκους ἠδικηκὼς οὔτε αὐτῷ ποτε οὔτε ἄλλῳ ὁτῳοῦν πιστὸς ἔσεσθαι.
因为在他看来,一个背弃如此誓言之人,无论对自己还是对任何其他人,都绝不可能守信。
πολλὰ γοῦν ἐν αὑτῷ λογισάμενος Ἰουστινιανῷ βασιλεῖ προσχωρεῖν ἤθελε· διὸ δὴ ὀπίσω ἀπήλαυνε.
他在心中几经盘算,决意归顺查士丁尼皇帝,于是率众向后撤回。
γνούς τε Μαρκέντιον, ὃς τῶν ἐν Βυζακίῳ καταλόγων ἦρχεν, ἐς νῆσόν τινα τῶν ταύτῃ ἐπικειμένων καταφυγεῖν, πέμψας παρ’ αὐτὸν φράσας τε τὸν πάντα λόγον καὶ τὰ πιστὰ δούς, τὸν ἄνθρωπον ἐπηγάγετο.
得知统领比扎奇姆驻军的马尔肯提乌斯已逃至附近的一座岛屿避难,他便派人前往,道明全委并提供信誓,将此人争取过来。
καὶ Μαρκέντιος μὲν ἔμενε ξὺν τῷ Ἀντάλᾳ ἐν τῷ στρατοπέδῳ, στρατιῶται δὲ ὅσοι ἐν Βυζακίῳ διατριβὴν εἶχον, εὐνοϊκῶς βασιλεῖ ἔχοντες, Ἀδραμητὸν πόλιν ἐφύλασσον.
于是马尔肯提乌斯与安塔拉斯一同留于军营之中,而驻扎在比扎奇姆的士兵们皆效忠于皇帝,把守着哈德鲁梅图姆城。
οἱ δὲ τοῦ Στότζα στρατιῶται, οὐχ ἥσσους ἢ χίλιοι ὄντες, αἰσθόμενοι τῶν ποιουμένων, Ἰωάννου σφίσιν ἡγουμένου, παρὰ τὸν Γόνθαριν ἐχώρησαν δρόμῳ· καὶ ὃς αὐτοὺς ἀσμένως τῇ πόλει ἐδέξατο. ἦσαν δὲ Ῥωμαῖοι μὲν πεντακόσιοι, Οὖννοι δὲ ὀγδοήκοντα μάλιστα, οἱ δὲ λοιποὶ Βανδίλοι ἅπαντες.
斯托察斯的士兵不少于一千人,察觉到事态的发展,在约翰的率领下疾驰奔赴贡塔里斯处;贡塔里斯欣然将他们迎入城内。其中罗马人有五百名,匈人约八十名,其余尽为汪达尔人。
καὶ Ἀρταβάνης τὰ πιστὰ λαβὼν ἔς τε τὸ Παλάτιον ξὺν τοῖς Ἀρμενίοις ἀνέβη καὶ τῷ τυράννῳ ὑπηρετήσειν ἐπιτάσσοντι ὡμολόγησε.
阿尔塔巴内斯在获得安全信誓后,与亚美尼亚士兵一同登入皇宫,答应听凭僭主的差遣效劳。
λάθρα δὲ ἀνελεῖν τὸν Γόνθαριν ἐβουλεύετο, Γρηγορίῳ τε τῷ ἀνεψιῷ καὶ Ἀρτασίρῃ τῷ δορυφόρῳ κοινολογησάμενος τὸ βούλευμα τοῦτο.
然而暗地里他正密谋除掉贡塔里斯,并将这一计策通报给堂弟格列高利和侍卫阿尔塔西雷斯。
Γρηγόριος δὲ αὐτὸν ἐς τὴν πρᾶξιν ἐνάγων ἔλεξε τοιάδε· “Ἀρταβάνη, νῦν σοι πάρεστι μόνῳ τὸ Βελισαρίου ἀναδήσασθαι κλέος, μᾶλλον δὲ αὐτὸ καὶ πολλῷ ἔτι ὑπερβαλέσθαι.
格列高利催促他采取行动,进言道:“阿尔塔巴内斯,如今唯有你有机会赢得贝利撒留的荣耀,甚至将其大大超越。
ὁ μὲν γὰρ στρατιὰν ἀξιολογωτάτην καὶ χρήματα μεγάλα παρὰ βασιλέως λαβὼν ἐνταῦθα ἧκεν, ἄρχοντας μὲν ἔχων τούς οἱ ἑπομένους καὶ ξυμβούλους πολλούς, στόλον δὲ νηῶν οἷον οὔπω ἡμεῖς ἀκοῇ ἴσμεν, ἵππον τε πολλὴν καὶ ὅπλα καὶ τὰ ἄλλα ἁπλῶς εἰπεῖν ἅπαντα ἐπαξίως οἱ παρεσκευασμένα τῆς Ῥωμαίων ἀρχῆς.
因为他当年从皇帝那里领得一支精锐之师与巨额资财来到此地,麾下有众多将领追随与策士相辅,拥有一支我们未曾听闻的宏大舰队、大量骑兵与军备,简言之,为他筹备的其余一切皆与罗马帝国的威势相称。
οὕτω τε πόνῳ πολλῷ ἀνεσώσατο Λιβύην Ῥωμαίοις.
他就这样历经千辛万苦,为罗马人收复了利比亚。
ἅπερ ἅπαντα οὕτως ἀπόλωλεν ὥστε, εἰ μηδὲ ἀρχὴν ἐγεγόνει, ἔν γε τῷ παρόντι ἐν ἴσῳ εἶναι·2 πλήν γε δὴ ὅτι ἀποκέκριται Ῥωμαίοις τανῦν ἐκ τῆς Βελισαρίου νίκης τοῖς τε σώμασι καὶ τοῖς χρήμασιν ἐζημιῶσθαι,3 καὶ πρός γε τὸ μηδὲ φυλάξαι τἀγαθὰ δυνατοῖς γεγονέναι.
然而这一切如今皆已荡然无存,以致就目前而言,即便当初根本未曾发生过也毫无二致;唯独贝利撒留的胜利如今给罗马人带来的结果是,不仅在人身与资财上蒙受损失,更变得连守护战果都无能为力。
τὸ δὲ πάντα ταῦτα ἀνασώσασθαι τανῦν βασιλεῖ ἐν τῇ σῇ μόνῃ ψυχῇ τε καὶ γνώμῃ καὶ δεξιᾷ κεῖται.
而如今为皇帝挽回这一切的大业,全维系于你一人的心灵、智谋与右手。
οὐκοῦν ἐκλογίζου μὲν ὡς εἶ Ἀρσακίδης ἀνέκαθεν γένος, ἐνθυμοῦ δὲ ὡς τοῖς εὖ γεγονόσιν ἀνδραγαθίζεσθαι ἀεί τε καὶ πανταχῆ πρέπει.
因此,当思及你自始便出自阿萨息斯家族的血统,更当牢记出身高贵者无论何时何地皆当奋勇显赫。
πολλὰ γοῦν σοι ἔργα ὑπὲρ τῆς ἐλευθερίας θαυμαστὰ πέπρακται. Ἀκάκιον γάρ, νέος ὢν ἔτι, τὸν Ἀρμενίων ἄρχοντα, καὶ Σίτταν τὸν Ῥωμαίων στρατηγὸν ἔκτεινας, καὶ ἀπ’ αὐτοῦ Χοσρόῃ βασιλεῖ γνώριμος γεγονὼς ξὺν αὐτῷ ἐπὶ Ῥωμαίους ἐστράτευσας.
你确实曾为自由立下过诸多令人惊叹的功勋。你尚且年少之时,便斩杀了亚美尼亚统领阿卡基乌斯和罗马将领西塔斯,由此名震霍斯劳国王,并随他一同征讨罗马人。
ἐπεὶ δὲ τηλικόσδε εἶ, ὡς σὸν εἶναι μὴ περιορᾶν4 τὴν Ῥωμαίων ἀρχὴν ὑπὸ κυνὶ μεθύοντι κεῖσθαι, ἐνδείκνυσο τανῦν ὡς εὐγενείᾳ τε καὶ ψυχῆς ἀρετῇ ἐκεῖνα, ὦ ʼγαθέ, τὰ πρόσθεν εἰργάσω· ἐγὼ δέ σοι καὶ Ἀρτασίρης ὅδε ἅπαντα ἐπιτάττοντι ὅση δύναμις ὑπουργήσομεν.”
既然你身居如此地位,自当不容罗马帝国沦落于一条醉狗的践踏之下,好汉啊,如今且去证明,你昔日所建树的那些功业乃是出自高贵的出身与灵魂的美德;我与这位阿尔塔西雷斯定将在一切事上竭尽全力听从你的差遣。”
- 4.27.1αὐτὸν ἀποστερεῖν ἔγνω
动词 ἀποστερέω 支配双宾格(被剥夺之人与被剥夺之物)。此处代词 αὐτόν(指安塔拉斯)为人的宾格,τὰ χρήματα καὶ τοὺς στρατιώτας 为所剥夺事物的宾格。
- 4.27.14εἰ μηδὲ ἀρχὴν ἐγεγόνει, ἔν γε τῷ παρόντι ἐν ἴσῳ εἶναι
此处包含带有过去完成时直陈式(εἰ... ἐγεγόνει)与副词性宾格 ἀρχήν(与否定词连用表示“压根/起初根本”)的反事实条件从句,并以结果连词 ὥστε 所引导的不定式 εἶναι 作为归结部,意指即便当初从未发生过,如今看来亦毫无二致。
- 4.27.14πλήν γε δὴ ὅτι ἀποκέκριται Ῥωμαίοις τανῦν ἐκ τῆς Βελισαρίου νίκης τοῖς τε σώμασι καὶ τοῖς χρήμασιν ἐζημιῶσθαι
现在完成时中动态/被动态动词 ἀποκέκριται(“被划定/归结为”)以此后的两个不定式短语(τοῖς τε σώμασι... ἐζημιῶσθαι 与 τὸ μηδὲ φυλάξαι... γεγονέναι)为实质主语,与格 Ῥωμαίοις 则是表示受损者的利益与格(“对罗马人而言”)。
- 4.27.18ὡς σὸν εἶναι μὴ περιορᾶν
与前面的 τηλικόσδε 照应,连词 ὡς 带不定式 εἶναι 表结果或特性(“处于如此地位,以致于属于你的本分……”)。所有格形容词中性形式 σόν 作表语,后面的否定不定式短语 μὴ περιορᾶν 充当其实质主语。
