- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.26.17-4.26.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿雷奥宾杜斯逃入修道院要塞,轻信祭司雷帕拉图斯带去的安全誓约而出降,却在宴饮后遭贡塔里斯派人杀害,仅阿塔纳西乌斯幸免于难。
Ἔστι δέ τις ἐντὸς τοῦ Καρχηδόνος περιβόλου νεὼς πρὸς τῇ τῆς θαλάσσης ἀκτῇ, οὗ δὴ ἄνδρες οἰκοῦσιν οἷς τὰ ἐς τὸ θεῖον ἀκριβῶς ἤσκηται· μοναχοὺς καλεῖν τοὺς ἀνθρώπους ἀεὶ νενομίκαμεν· τοῦτον Σολόμων δειμάμενος τὸν νεὼν οὐ πολλῷ πρότερον τειχίσματί τε περιβαλὼν φρούριον ἐχυρώτατον κατεστήσατο.
迦太基城墙之内临近海滨处有一座圣殿,那里居住着严格奉事神明之人;我们一向习惯将这些人称为修士。所罗门不久前建造了这座圣殿,并在四周筑起围墙,使其成为一座坚不可摧的堡垒。
ἐνταῦθα καταφυγὼν Ἀρεόβινδος ἐσεπήδησεν, ἔνθα τήν τε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐτύγχανε πέμψας.
阿雷奥宾杜斯逃至此处跃入其中,此前他碰巧已将妻子与妹妹送至这里。
τότε καὶ Ἀρταβάνης ἀπιὼν ᾤχετο, καὶ οἱ λοιποὶ ξύμπαντες ἐνθένδε ἀνεχώρουν ὡς ἕκαστός πη ἐδύνατο.
此时阿尔塔巴内斯亦离去,其余所有人也各自尽其所能从该地退散。
Γόνθαρις δὲ κατὰ κράτος νενικηκὼς ξὺν τοῖς στασιώταις τὸ Παλάτιον ἔσχε, καὶ τάς τε πύλας τόν τε λιμένα ἐνδελεχέστατα ἤδη ἐφύλαττε.
贡塔里斯率领叛军大获全胜,占领了皇宫,并已极为严密地把守城门与港口。
πρῶτα μὲν οὖν τὸν Ἀθανάσιον μετεπέμπετο, καὶ ὃς αὐτῷ οὐδὲν μελλήσας ἦλθε, θωπείᾳ τε πολλῇ χρώμενος δόκησιν παρείχετο ὡς αὐτὸν ὅτι μάλιστα ἡ πρᾶξις ἀρέσκοι.
起初,他召见了阿塔纳西乌斯,后者毫不迟疑地前来见他,并极力阿谀奉承,装出一副对此事万分满意的模样。
ἔπειτα δὲ τὸν τῆς πόλεως ἱερέα πέμψας Ἀρεόβινδον ἐκέλευε τὰ πιστὰ λαβόντα ἐς Παλάτιον ἥκειν, ἀπειλήσας πολιορκήσειν τε ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ δώσειν, ἀλλὰ πάσῃ μηχανῇ ἐξελὼν κτείνειν.
随后,贡塔里斯派遣本城的祭司,命令阿雷奥宾杜斯在接受安全誓约后前往皇宫,并威胁说,若敢抗命就将对其围攻,不再给予保障其性命的誓约,而要千方百计攻破并处死他。
ὁ μὲν οὖν ἱερεὺς Ῥεπάρατος ἰσχυρίζετο Γονθάριδος γνώμῃ τῷ Ἀρεοβίνδῳ ὀμεῖσθαι, μηδὲν αὐτῷ ἄχαρι πρὸς ἐκείνου ξυμβήσεσθαι, φράσας καὶ ὅσα μὴ πειθομένῳ τῷ ἀνθρώπῳ ἠπείλησε.
于是祭司雷帕拉图斯坚称,自己将奉贡塔里斯之意向阿雷奥宾杜斯起誓,绝不会有任何来自后者的厄运降临于他,同时也转告了针对那人倘若不服从所发出的全部威胁。
δείσας δὲ Ἀρεόβινδος ὡμολόγησεν αὐτίκα τῷ ἱερεῖ ἕψεσθαι, ἢν τὸ θεῖον λουτρὸν ἱερουργήσας, ᾗπερ εἴθισται, εἶτα πρὸς αὐτοῦ οἱ ἀπομοσάμενος1 ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ δοίη.
阿雷奥宾杜斯心怀恐惧,答允若祭司按惯例主持神圣洗礼,随后凭此向其发誓并提供性命安全的保证,自己便立刻跟随祭司前去。
ὁ μὲν οὖν ἱερεὺς κατὰ ταῦτα ἐποίει. Ἀρεόβινδος δὲ οὐδέν τι μελλήσας αὐτῷ εἵπετο, ἱμάτιον ἀμπεχόμενος οὔτε στρατηγῷ οὔτε ἄλλῳ στρατευομένῳ ἀνδρὶ ἐπιτηδείως ἔχον, ἀλλὰ δούλῳ ἢ ἰδιώτῃ παντάπασι πρέπον· κασοῦλαν αὐτὸ τῇ Λατίνων φωνῇ καλοῦσι Ῥωμαῖοι.
于是祭司依此照办。阿雷奥宾杜斯毫不迟疑地随他而去,身穿一件既不适合统帅亦不适合任何行伍之人的外袍,倒全然适于奴仆或平民;罗马人用拉丁语称其为卡苏拉。
ἐπειδή τε ἀγχοῦ τοῦ Παλατίου ἐγένοντο, τὰ θεῖα ἐν χερσὶ λόγια παρὰ τοῦ ἱερέως λαβὼν τῷ Γονθάριδι ἐς ὄψιν ἦλθε.
当他们行至皇宫附近时,他从祭司手中接过神圣经卷,来到贡塔里斯面前。
πρηνής τε πεσὼν χρόνον πολὺν αὐτοῦ ἔκειτο, τὴν ἱκετηρίαν αὐτῷ τά τε θεῖα λόγια προτεινόμενος καὶ τὸ παιδίον ὅπερ τοῦ θείου ἀξιωθὲν λουτροῦ ἔτυχεν, ἐφ’ οὗ οἱ τὴν πίστιν ὁ ἱερεύς, ὥσπερ μοι ἐρρήθη, παρέσχετο.
他俯伏倒地良久,向他伸出神圣经卷与那名恰好蒙受神圣洗礼的孩童作为请愿的信物;正如我此前所言,祭司曾凭此孩童向他立下誓约。
ἐπεὶ δὲ αὐτὸν ἐξανέστησεν ὁ Γόνθαρις μόλις, πρὸς τῶν ἱερῶν ἁπάντων ἀνεπυνθάνετο τοῦ Γονθάριδος, εἴ οἱ τὰ τῆς σωτηρίας ἐν ἀσφαλεῖ κεῖται.
当贡塔里斯好不容易将他扶起时,他指着一切圣物向贡塔里斯盘问,自己的性命是否安然无虞。
καὶ ὃς θαρσεῖν αὐτὸν ἰσχυρότατα ἤδη ἐκέλευεν· οὐδὲν γὰρ ἄχαρι πρὸς αὐτοῦ πείσεσθαι, ἀλλὰ τῇ ὑστεραίᾳ ξύν τε τῇ γυναικὶ καὶ τοῖς χρήμασιν ἐκ Καρχηδόνος οἰχήσεσθαι.
贡塔里斯当即极力命他安心,称他绝不会受到自己的任何伤害,反倒可在次日携妻子与资财一同离开迦太基。
εἶτα τὸν ἱερέα Ῥεπάρατον ἀποπεμψάμενος, Ἀρεόβινδόν τε καὶ Ἀθανάσιον δειπνεῖν ξὺν αὑτῷ ἐν Παλατίῳ ἐκέλευε.
随后他打发走祭司雷帕拉图斯,命阿雷奥宾杜斯与阿塔纳西乌斯在皇宫与自己共进晚餐。
καὶ δειπνοῦντα μὲν τὸν Ἀρεόβινδον ἐτίμα· πρῶτον γὰρ αὐτὸν ἐπὶ τῆς στιβάδος κατέκλινε· δειπνήσαντα δὲ οὐ μεθῆκεν, ἀλλὰ καθεύδειν ἐν κοιτῶνι μόνον ἠνάγκαζεν· οὗ δὴ τὸν Οὐλίθεον ξὺν ἑτέροις τισὶν ἐπ’ αὐτὸν ἔπεμψεν.
用餐时他对阿雷奥宾杜斯敬重有加,安排其坐在卧榻的首位;但用餐完毕后却不放他离去,而是强迫他独自在一间卧房就寝;正是在该处,他派遣乌利特乌斯纠集数人前往对付他。
οἵπερ αὐτὸν κωκύοντά τε καὶ ὀλολυγαῖς συχναῖς χρώμενον πολλά τε πρὸς ἔλεον ἐπαγωγὰ φθεγγόμενον ἐς αὐτοὺς κτείνουσιν. Ἀθανασίου μέντοι ἐφείσαντο, τὸ γῆρας, οἶμαι, τοῦ ἀνθρώπου ὑπεριδόντες.2
这些人趁他哀号啼哭、频发惨叫并向他们连连吐露乞求怜悯之语时将其杀害。然而他们放过了阿塔纳西乌斯,我想大概是蔑视那人的风烛残年,认为无足挂齿。
- 4.26.25πρὸς αὐτοῦ οἱ ἀπομοσάμενος
介词短语 πρὸς αὐτοῦ 表示起誓的依据(“凭它起誓”),指代前文的圣洗(τὸ θεῖον λουτρόν)或后文所指受洗的婴儿。在发誓的语境中,πρός 搭配属格用于指代所呼求作证的圣物或神明。虽然语法上亦可理解为表示发出方或代理(“由贡塔里斯一方”或“代表他”),但结合后文叙述“ἐφ’ οὗ οἱ τὴν πίστιν... παρέσχετο”(正是在该孩童上立誓)的对应关系,将其解作依凭圣礼或婴儿起誓更为确切。
- 4.26.33τὸ γῆρας, οἶμαι, τοῦ ἀνθρώπου ὑπεριδόντες
分词 ὑπεριδόντες 在句中充当主句动词 ἐφείσαντο 的原因状语。动词 ὑπεροράω 在古典希腊语中通常意为“藐视、不放在眼里、忽视”;在此处指叛军认为阿塔纳西乌斯年老体衰、毫无威胁,根本不值一杀。虽偶有将其理解为正面含义“敬重其年迈”的译法,但在词汇用法与上下文逻辑上,解作“轻视/轻慢其衰老无用”完全符合普罗科匹乌斯的一贯风格。
