← 普罗科皮乌斯

战史

§4.26.1-4.26.16

贡塔里斯公然叛乱与阿雷奥宾杜斯溃逃

次日,贡塔里斯大开城门公然起兵叛乱,企图以此威慑阿雷奥宾杜斯使其逃离。阿雷奥宾杜斯出兵迎战且效忠皇帝的军队占据上风,但他因目睹杀戮惨状不堪忍受而惊慌逃跑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.26.1

Ἡμέρᾳ τε τῇ ἐπιγενομένῃ ἐποίει τάδε. τὰς πύλας ἀναπετάσας οὗ δὴ αὐτὸς φυλακὴν εἶχε, λίθους μὲν ὑπερφυεῖς ἔνερθεν ἔθηκεν, ὡς μή τις αὐτὰς ἐπιτιθέναι εὐπετῶς δύναιτο, ἄνδρας τε τεθωρακισμένους καὶ τὰ τόξα ἐν χερσὶν ἔχοντας ἀμφὶ τὰς ἐπάλξεις πολλοὺς ἔστησεν, αὐτός τε τὸν θώρακα ἐνδὺς εἱστήκει ἐν μέσαις ταῖς πύλαις.

次日,他依计而行。他大开自己负责防守的城门,并在门下垫上巨石,使任何人都无法轻易将其关上;他又在城堞四周部署了许多身披胸甲、手执弓箭的士兵,自己则披挂胸甲伫立在城门正中。

§4.26.2

ἐπενόει δὲ ταῦτα οὐ Μαυρουσίων ἕνεκα, ὅπως τῇ πόλει αὐτοὺς δέξηται ʽἀβέβαιοι γὰρ Μαυρούσιοι παντάπασιν ὄντες ὑπόπτως ἔχουσιν ἐς πάντας ἀνθρώπους. τοῦτό τε αὐτοῖς οὐκ ἀπὸ τοῦ εἰκότος1 γενέσθαι ξυμβαίνει· ἐπεὶ ὅστις ἄπιστος ἐς τοὺς πέλας καθέστηκε φύσει, οὐδὲ αὐτὸς πιστεύειν ὁτῳοῦν δύναται, ἀλλ’ ὑπόπτως ἔχειν ἀναγκάζεται ἐς πάντας ἀνθρώπους ἐκ τῆς αὑτοῦ γνώμης τὸν τοῦ πέλας σταθμώμενος τρόπον. διὸ δὴ οὐδὲ Μαυρουσίους ἤλπιζε Γόνθαρις πιστεύσαντάς οἱ ἐντὸς τοῦ περιβόλου γενήσεσθαἰ, ἀλλ’ ὅπως Ἀρεόβινδος ἐμπεσὼν ἐς μέγα τι δέος ἐς φυγήν τε εὐθὺς ὁρμηθείη καὶ κατὰ τάχος Καρχηδόνα ἀπολιπὼν ἐπὶ Βυζαντίου κομίζοιτο.

他策划这些并非为了摩尔人,以便将他们迎入城内(因为摩尔人全然不可信赖,对所有人都心存猜忌;而且他们形成这种性格也并非没有缘由,因为凡是天性对邻人毫无信义者,自己也无法信任任何人,反倒不得不依据自己的心思去忖度邻人的品行,从而对所有人怀有戒心;因此,贡塔里斯也并不指望摩尔人会信任他而进入城墙之内),而是为了让阿雷奥宾杜斯陷入极大的恐慌,立刻仓皇逃跑,并火速离开迦太基乘船前往拜占庭。

§4.26.5

καὶ ἔτυχέ γε τῆς ἀληθοῦς ἐννοίας, εἰ μὴ χειμὼν μεταξὺ ἐπιγενόμενος διεκώλυσε.2

若非中途突然风暴大作加以阻碍,他确实早已达成这真正的图谋了。

§4.26.6

μαθὼν δὲ Ἀρεόβινδος τὰ ποιούμενα, τόν τε Ἀθανάσιον καὶ τῶν δοκίμων τινὰς μετεπέμπετο.

阿雷奥宾杜斯得知所发生的事情后,召来了阿塔纳西乌斯和数名要人。

§4.26.7

παρῆν δέ οἱ καὶ Ἀρταβάνης ἐκ τοῦ στρατοπέδου τρίτος αὐτός,3 τῷ τε Ἀρεοβίνδῳ παρῄνει μήτε ἀναπεπτωκέναι μήτε τόλμῃ τῇ Γονθάριδος ἐνδιδόναι, ἀλλ’ αὐτίκα μάλα ἐπ’ αὐτὸν ὁμοῦ ξὺν πᾶσι τοῖς οἱ ἑπομένοις ἰόντα ἔργου ἔχεσθαι, πρίν τι περαιτέρω γεγονέναι κακόν.

阿尔塔巴内斯亦带同两人从军营赶到他身旁,劝谏阿雷奥宾杜斯既不可丧失斗志,亦不可向贡塔里斯的狂妄低头,而应立即率领全体部属向他进击并付诸战斗,免得酿成进一步的祸患。

§4.26.8

τὰ μὲν οὖν πρῶτα πέμψας Ἀρεόβινδος παρὰ Γόνθαριν τῶν ἐπιτηδείων τινά, Φρέδαν ὄνομα, ἐκέλευεν ἀποπειρᾶσθαι τῆς αὐτοῦ γνώμης.

起初,阿雷奥宾杜斯派遣一名心腹、名为弗雷达斯者前往贡塔里斯处,命其探听其真实意图。

§4.26.9

ἐπεὶ δὲ ὁ Φρέδας ἐπανήκων οὐδαμῆ ἀπαρνεῖσθαι Γόνθαριν τὴν τυραννίδα ἐσήγγελλεν, ἤδη ἐπ’ αὐτὸν ὡς ἐς μάχην ἰέναι διενοεῖτο.

当弗雷达斯返回并报告贡塔里斯丝毫不否认谋夺僭主之位时,阿雷奥宾杜斯这才决意向他进军交战。

§4.26.10

Ἐν τούτῳ δὲ Γόνθαρις Ἀρεόβινδον εἰς τοὺς στρατιώτας διέβαλεν, ὡς ἄνανδρός τε εἴη καὶ ἅμα μὲν δέει ἐς τοὺς πολεμίους ἐχόμενος, ἅμα δὲ τὰς συντάξεις σφίσιν ὡς ἥκιστα ἐθέλων διδόναι, δρασμόν τε ξὺν Ἀθανασίῳ βουλεύεται καὶ αὐτίκα ἐκ Μανδρακίου ἀποπλεῖν μέλλουσιν, ὅπως οἱ στρατιῶται λιμῷ τε καὶ Μαυρουσίοις μαχόμενοι διαφθείρωνται, ἐπυνθάνετό τε εἴπερ αὐτοῖς βουλομένοις εἴη4 ἄμφω ξυλλαβοῦσιν ἐν φυλακῇ ἔχειν.

在此期间,贡塔里斯在士兵面前诋毁阿雷奥宾杜斯,称其不仅胆小懦弱、对敌军充满恐惧,而且极不情愿向士兵发放军饷,正与阿塔纳西乌斯密谋逃跑,即将立刻从曼德拉基翁扬帆出海,任由士兵在饥荒与同摩尔人的激战中灭亡;他还询问士兵是否愿意将二人逮捕收押。

§4.26.11

οὕτω γὰρ ἤλπιζεν Ἀρεόβινδον ἢ τοῦ θορύβου ᾐσθημένον φυγῇ χρήσεσθαι, ἢ καταληφθέντα πρὸς τῶν στρατιωτῶν διαφθαρήσεσθαι οὐδενὶ λόγῳ.

因为他期望如此一来,阿雷奥宾杜斯察觉到骚动后,要么仓皇逃走,要么被士兵擒获并不由分说地杀死。

§4.26.12

χρήματα μέντοι αὐτὸς οἴκοθεν ὡμολόγει τοῖς στρατιώταις προΐεσθαι ὅσαπερ αὐτοῖς τὸ δημόσιον ὦφλε.

此外,贡塔里斯还答应自掏腰包,向士兵如数垫付国库所欠的全部薪饷。

§4.26.13

καὶ οἱ μὲν τούς τε λόγους ἐπῄνουν καὶ θυμῷ ἐς τὸν Ἀρεόβινδον πολλῷ εἴχοντο, μεταξὺ δὲ Ἀρεόβινδος ξύν τε Ἀρταβάνῃ καὶ τοῖς ἑπομένοις ἐνταῦθα ἀφίκεται.

士兵们赞同他的话,对阿雷奥宾杜斯怒火中烧;就在此时,阿雷奥宾杜斯率领阿尔塔巴内斯及其随从抵达该处。

§4.26.14

καὶ γίνεται μάχη ἔν τε ταῖς ἐπάλξεσι καὶ κάτω ἀμφὶ τὰς πύλας οὗ Γόνθαρις εἱστήκει, ἐν ᾗ οὐδέτεροι τὸ ἔλασσον ἔσχον.

于是在城堞之上以及下方贡塔里斯伫立的城门周围展开了激战,双方互有胜负、不分伯仲。

§4.26.15

ἔμελλόν τε ξυλλεγόμενοι ἐκ τῶν στρατοπέδων, ὅσοι βασιλεῖ εὐνοϊκῶς εἶχον, τοὺς στασιώτας κατὰ κράτος ἑλεῖν. οὐ γὰρ ἅπαντας ὁ Γόνθαρίς πω ἐξηπατήκει, ἀλλ’ οἱ πλεῖστοι ἔτι ταῖς γνώμαις ἀκραιφνεῖς ἔμενον.

从各营地集结起来的忠于皇帝之人,眼看就要凭借兵力彻底制服叛军;因为贡塔里斯尚未将所有人蒙蔽,大多数人的心志依然忠贞不移。

§4.26.16

Ἀρεόβινδος δὲ τότε πρῶτον ἄνδρας κτεινομένους ἰδὼν ʽοὐ γάρ πω ἐθὰς τοῦ θεάματος τούτου ἐτύγχανεν ὤν’ κατεπλάγη τε καὶ ἀποδειλιάσας οὐκ ἐνεγκών τε τὰ ὁρώμενα φεύγει.

然而,阿雷奥宾杜斯平生第一次见到有人被杀(因为他碰巧此前从未习惯于这般景象),顿时惊恐万状,丧失了勇气,再也无法忍受眼前的惨状而仓皇逃跑。

语法注4 条
  1. 4.26.3οὐκ ἀπὸ τοῦ εἰκότος

    双重否定(低调陈述),意为“并非不合情理”或“理所当然”(字面义为“不偏离合理之事”)。前置词 ἀπό 在此表示偏离准则。

  2. 4.26.5καὶ ἔτυχέ γε τῆς ἀληθοῦς ἐννοίας, εἰ μὴ χειμὼν μεταξὺ ἐπιγενόμενος διεκώλυσε.

    过去非真实条件句的结论从句中使用了不带 ἄν 的不定过去时直陈式(ἔτυχε)。这种结构旨在强调结果的必然性,即若非受到阻碍,该事情几乎必然已经达成。

  3. 4.26.7τρίτος αὐτός

    序数词与 αὐτός 连用的习惯表达,意为“自己带着另外两人”(即“总共三人”)。

  4. 4.26.10εἴπερ αὐτοῖς βουλομένοις εἴη

    间接疑问句中“与格 + 分词 + εἰμί”的习惯结构(谓语性分词),分词与表关涉的与格代词一致,意为“如果他们愿意/如果符合他们的心愿”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.26.1-4.26.16