← 普罗科皮乌斯

战史

§4.25.1-4.25.28

贡塔里斯的叛乱与刺杀阿雷奥宾杜斯的阴谋

贡塔里斯在努米底亚暗中联络摩尔人各部图谋篡权,密谋在合战中除掉统帅阿雷奥宾杜斯;但阿雷奥宾杜斯因缺乏经验而延误出击,贡塔里斯疑其洞悉阴谋,遂决意公开实施刺杀与反乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.25.1

Γόνθαρις δὲ δυοῖν μησὶν ὕστερον ἢ Σέργιος ἐνθένδε ἀπιὼν ᾤχετο, τυραννίδι ἐπέθετο τρόπῳ τοιῷδε. ἐτύγχανε μὲν αὐτὸς τῶν ἐν Νουμίδαις καταλόγων ἡγούμενος διατριβήν τε διὰ τοῦτο ἐνταῦθα ἔχων, ἔπρασσε δὲ λάθρα ἐς Μαυρουσίους ὅπως ἐπὶ Καρχηδόνα χωρήσωσιν.

塞尔吉乌斯从当地离去两个月后,贡塔里斯以如下方式图谋篡权行僭主之举。他当时恰好统领着驻扎在努米底亚的军队,并因此逗留彼处,但他暗中与摩尔人勾结,企图诱使他们进军迦太基。

§4.25.2

αὐτίκα τοίνυν ἔκ τε Νουμιδίας καὶ Βυζακίου πολεμίων στρατὸς ἐς ταὐτὸ ἀγηγερμένος ἐπὶ Καρχηδόνα σπουδῇ πολλῇ ᾔεσαν. ἡγεῖτο δὲ Νουμιδῶν μὲν Κουτζίνας τε καὶ Ἰαύδας, Βυζακηνῶν δὲ Ἀντάλας.

于是,来自努米底亚和拜扎齐姆的敌军立即汇聚一处,急行军直逼迦太基。统领努米底亚人的是库齐纳斯和亚乌达斯,统领拜扎齐姆人的则是安塔拉斯。

§4.25.3

ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης ὁ τύραννος ξὺν τοῖς ἑπομένοις, ὃν δὴ οἱ στασιῶται, Στότζα τετελευτηκότος, ἄρχοντα σφίσιν αὐτοῖς κατεστήσαντο.

随他同行的还有僭主约翰及其部属;在斯托扎斯死后,叛军便拥立他为自己的首领。

§4.25.4

γνοὺς δὲ Ἀρεόβινδος τὴν ἔφοδον ἄλλους τε τῶν ἀρχόντων ξὺν τοῖς ἑπομένοις ἐς Καρχηδόνα καὶ Γόνθαριν μετεπέμπετο. παρῆν δὲ αὐτῷ ξὺν τοῖς Ἀρμενίοις καὶ Ἀρταβάνης.

阿雷奥宾杜斯获悉敌军来袭,便将其他将领连同其部属以及贡塔里斯一同召至迦太基。阿尔塔巴内斯亦率领亚美尼亚人随同在侧。

§4.25.5

ὁ μὲν οὖν Ἀρεόβινδος Γόνθαριν ἐξηγεῖσθαι παντὶ τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἐκέλευεν.

于是阿雷奥宾杜斯命令贡塔里斯率领全军出击敌军。

§4.25.6

ὁ δὲ προθύμως οἱ τὰ ἐς τὸν πόλεμον ὑπηρετήσειν ὑποσχόμενος ἐποίει τάδε. τῶν οἰκετῶν ἕνα, Μαυρούσιον μὲν γένος, τέχνην δὲ μάγειρον, ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἐκέλευσεν ἰέναι, καὶ δόκησιν μὲν τοῖς ἄλλοις παρέχεσθαι ὅτι δὴ τὸν δεσπότην ἀποδρὰς ᾤχετο, λάθρα δὲ τῷ Ἀντάλᾳ εἰπεῖν ὡς αὐτῷ Γόνθαρις κοινωνεῖν βούλοιτο τῆς Λιβύων ἀρχῆς.

贡塔里斯欣然应允效命战事,背地里却行事如下:他命一名家奴——此人本是摩尔人出身,职业为厨师——前往敌军营地,表面上给众人造成背叛主人逃亡的假象,暗中却向安塔拉斯传达,贡塔里斯愿与其共分利比亚的统帅之权。

§4.25.7

ὁ μὲν οὖν μάγειρος κατὰ ταῦτα ἐποίει, ὁ δὲ Ἀντάλας τὸν μὲν λόγον ἀσμένως ἤκουσε, τοσοῦτον δὲ ἀπεκρίνατο, ὡς αἱ γενναῖαι τῶν πράξεων οὐ διὰ τῶν μαγείρων ἐπιγίνεσθαι τοῖς ἀνθρώποις πεφύκασι.

这名厨师依计行事,安塔拉斯欣然听取了这番话,却只如此答复:崇高的功业向来不是假手厨师而成全于人的。

§4.25.8

ταῦτα ἐπεὶ Γόνθαρις ἤκουσε, τῶν δορυφόρων ἕνα, Οὐλίθεον ὄνομα, ᾧ δὴ μάλιστα πιστοτάτῳ ἐχρῆτο, παρὰ τὸν Ἀντάλαν εὐθὺς ἔπεμψεν, ὡς ἀγχοτάτω Καρχηδόνος αὐτὸν παρακαλῶν ἰέναι. οὕτω γάρ οἱ τὸν Ἀρεόβινδον ἐξ ἀνθρώπων ἀφανιεῖν ἐπηγγέλλετο.

贡塔里斯得知此言后,立即派遣一名最为心腹的宿卫侍从、名为乌利特乌斯者前往安塔拉斯处,催促其尽可能逼近迦太基;因为他许诺,届时必将阿雷奥宾杜斯置于死地。

§4.25.10

ὁ μὲν οὖν Οὐλίθεος κρύφα τῶν ἄλλων βαρβάρων Ἀντάλᾳ ξυμβαίνει, ἐφ’ ᾧ Βυζακίου μὲν Ἀντάλας ἄρχοι, τό τε ἥμισυ τῶν Ἀρεοβίνδου χρημάτων ἔχων καὶ πεντακοσίους τε καὶ χιλίους στρατιώτας Ῥωμαίους σὺν αὑτῷ ἐπαγόμενος, Γόνθαρις δὲ τὸ βασιλέως ἀξίωμα λάβοι, Καρχηδόνος τε τὸ κράτος καὶ Λιβύης τῆς ἄλλης ἔχων.

乌利特乌斯遂瞒过其余蛮族,与安塔拉斯达成协议:由安塔拉斯统治拜扎齐姆,分得阿雷奥宾杜斯一半的财产,并带走一千五百名罗马士兵从属己方;而贡塔里斯则享有皇帝的尊荣,掌控迦太基及利比亚其余全境。

§4.25.11

ταῦτά τε διαπεπραγμένος ἐπανῆκεν ἐς τὸ Ῥωμαίων στρατόπεδον, ὅπερ ἅπαν πρὸ τοῦ περιβόλου πεποίηντο, ἐν σφίσιν αὐτοῖς τὰ φυλακτήρια πύλης ἑκάστης νειμάμενοι.

办妥这些事后,他返回罗马军阵营——罗马军此时已全数扎营于城郭前,彼此分摊防守各个城门。

§4.25.12

οἱ δὲ βάρβαροι οὐ πολλῷ ὕστερον εὐθὺ Καρχηδόνος σπουδῇ πολλῇ ᾔεσαν, ἔν τε χωρίῳ τῷ Δεκίμῳ καλουμένῳ στρατοπεδευσάμενοι ἔμενον. ἐνθένδε τε ἄραντες τῇ ὑστεραίᾳ πρόσω ἐχώρουν.

蛮族军队不久后便全速直奔迦太基而来,并在名为德基穆姆的地方扎营驻留。次日他们拔营继续向前推进。

§4.25.13

τινὲς δὲ ὑπαντιάσαντες τοῦ Ῥωμαίων στρατοῦ, ἐς χεῖράς τε αὐτοῖς ἀπροσδόκητοι ἦλθον καὶ Μαυρουσίους οὐ συχνοὺς ἔκτειναν.

罗马军队中的一部分人迎击敌军,出其不意地与敌展开短兵相接,击毙了为数不多的摩尔人。

§4.25.14

οὓς δὴ ὁ Γόνθαρις εὐθὺς ἀνεκάλει κακίζων ἅτε ἀνεπισκέπτως τε θρασυνομένους καὶ τὰ Ῥωμαίων πράγματα ἐθέλοντας ἐς προὖπτόν τινα ἐμβαλεῖν κίνδυνον.

贡塔里斯见状立即召回这批人,严加责难,指斥他们轻率逞强,企图将罗马大局置于显而易见的险境之中。

§4.25.15

Ἐν τούτῳ δὲ Ἀρεόβινδος πέμψας παρὰ τὸν Κουτζίναν λάθρα ἔπρασσε προδοσίας πέρι. καί οἱ ὁ Κουτζίνας ὡμολόγησεν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ τραπέσθαι. Μαυρούσιοι γὰρ οὔτε πρὸς ἄλλων ἀνθρώπων τινὰς οὔτε πρὸς ἀλλήλους τὸ πιστὸν ἔχουσι. ταῦτα ἐς Γόνθαριν Ἀρεόβινδος ἐξήνεγκεν.

在此期间,阿雷奥宾杜斯派人前往库齐纳斯处,秘密交涉策反事宜。库齐纳斯向他保证,一旦投入实战,便倒戈攻击安塔拉斯及拜扎齐姆的摩尔人;盖因摩尔人无论对他人还是彼此之间,皆无信义可言。阿雷奥宾杜斯将此事告知了贡塔里斯。

§4.25.17

ὁ δὲ παρακρούεσθαί τε καὶ ἀναβάλλεσθαι τὴν πρᾶξιν ἐθέλων παρῄνει τῷ Ἀρεοβίνδῳ τὸ πιστὸν ἐς Κουτζίναν ὡς ἥκιστα ἔχειν, ἢν μὴ τοὺς παῖδας ἐν ὁμήρων λόγῳ παρ’ αὐτοῦ λάβοι.

贡塔里斯意欲从中作梗并拖延战机,遂建议阿雷奥宾杜斯绝不可轻信库齐纳斯,除非从他手中得到其子嗣作为人质。

§4.25.18

Ἀρεόβινδος μὲν οὖν καὶ Κουτζίνας λάθρα παρ’ ἀλλήλους ἀεὶ πέμποντες ἀμφὶ τῇ ἐς Ἀντάλαν ἐπιβουλῇ διατριβὴν εἶχον.

于是,阿雷奥宾杜斯与库齐纳斯不断互派密使,把时间耗费在图谋对付安塔拉斯的计划上。

§4.25.19

Γόνθαρις δὲ αὖθις τὸν Οὐλίθεον στείλας ἔκπυστα τῷ Ἀντάλᾳ ἐποίησε τὰ πρασσόμενα.

贡塔里斯则再次派遣乌利特乌斯,将所谋之事全数泄露给安塔拉斯。

§4.25.20

καὶ ὃς οὔτε τι τῷ Κουτζίνᾳ ἐπικαλεῖν ἔγνω οὔτε ὅτι ἐπέπυστο τὴν ἐπιβουλὴν ἔνδηλος αὐτῷ ἐγεγόνει, οὐ μὴν οὐδέ τι ἐξήνεγκε τῶν αὐτῷ τε καὶ Γονθάριδι ξυγκειμένων.

安塔拉斯既决意不以此指责库齐纳斯,也未向其表露出自己已洞悉此计,当然亦丝毫不泄露自己与贡塔里斯达成的盟约。

§4.25.21

ἀλλήλοις δὲ ἄμφω πολέμιοί τε καὶ δυσμενεῖς ταῖς γνώμαις ὄντες νῷ τε πονηρῷ ξυνετάσσοντο, ἐπί τε τὸν οἰκεῖον ἑκάτερος φίλον ἀλλήλοις ξυστρατεύοντες ᾔεσαν.

两人内心深处彼此敌对仇视,却怀着险恶的居心并肩列阵,各自为了攻击自己的盟友而一同出征。

§4.25.22

τοιαύτῃ μὲν γνώμῃ Κουτζίνας τε καὶ Ἀντάλας ἐπὶ Καρχηδόνα τὸν Μαυρουσίων στρατὸν ἐπῆγον. Γόνθαρις δὲ κτεῖναι μὲν τὸν Ἀρεόβινδον διενοεῖτο, τοῦ δὲ μὴ δοκεῖν τυραννίδος ἐπιβατεύειν,1 ἐν παρατάξει λάθρα τοῦτο δρᾶν ἤθελεν, ὅπως πρὸς ἑτέρων μὲν ἡ ἐπιβουλὴ ἐς τὸν στρατηγὸν γεγενῆσθαι δόξειεν, αὐτὸς δὲ ἀναγκασθείη τῷ Ῥωμαίων στρατῷ ἀνελέσθαι2 τὴν Λιβύης ἀρχήν.

库齐纳斯与安塔拉斯便怀着这样的心思率领摩尔人大军进逼迦太基。而贡塔里斯虽图谋除掉阿雷奥宾杜斯,但为了不显露出篡夺僭主之位的痕迹,一心想在列阵交锋时暗中下手,以便使针对主帅的谋刺看似出自他人之手,而他自己则可顺理成章地被罗马军队强推拥戴以接掌利比亚大权。

§4.25.23

ἀπάτῃ τοίνυν τὸν Ἀρεόβινδον περιελθὼν πείθει τοῖς πολεμίοις ἐπεξελθόντα ὁμόσε ἰέναι, ἤδη που Καρχηδόνος ἄγχιστα ἥκουσιν.

于是他巧施诡计诱骗阿雷奥宾杜斯,劝说他主动出击迎战已经迫近迦太基的敌军。

§4.25.24

ἐδόκει γοῦν αὐτῷ τῇ ὑστεραίᾳ παντὶ τῷ στρατῷ ἐξηγήσεσθαι ἐπὶ τοὺς πολεμίους ἅμα ἡλίῳ ἀνίσχοντι.

阿雷奥宾杜斯遂决定于次日日出之时,率领全军向敌军出击。

§4.25.25

ἀλλ’ Ἀρεόβινδος ἀπείρως τε λίαν ἐς τὸ πρᾶγμα τοῦτο καὶ ὀκνηρῶς ἔχων μελλήσει ἐχρῆτο οὐδενὶ λόγῳ.

然而阿雷奥宾杜斯对此类战事极度缺乏经验且心存怯意,竟毫无缘由地一味拖延。

§4.25.26

μελετῶν τε γὰρ ὅπως ἐνδύσαιτο τὴν τῶν ὅπλων σκευὴν καὶ τἄλλα ἐξαρτυόμενος ἐς τὴν ἔξοδον τὸν πλεῖστον τῆς ἡμέρας ἀνάλωσε χρόνον. διὸ δὴ τὴν παράταξιν ἐς τὴν ἐπιοῦσαν ἀποθέμενος ἡσυχῆ ἔμενε.

他反复摆弄如何穿戴甲胄,为出征准备诸般事宜,耗费了大半天的时间;因此他将列阵出战推迟至次日,按兵不动。

§4.25.28

Γόνθαρις δὲ αὐτὸν ἐξεπίτηδες τὴν μέλλησιν πεποιῆσθαι ὑποτοπήσας ἅτε τῶν πρασσομένων αἰσθανόμενον, ἐκ τοῦ ἐμφανοῦς τόν τε φόνον τοῦ στρατηγοῦ καὶ τῆς τυραννίδος τὴν ἐπίθεσιν ἐπιτελεῖν ἔγνω.

贡塔里斯怀疑他是因察觉到了阴谋而故意拖延,遂决意公开实施刺杀主帅并夺取僭权的行动。

语法注2 条
  1. 4.25.22τοῦ δὲ μὴ δοκεῖν τυραννίδος ἐπιβατεύειν

    带有属格冠词 τοῦ 的不定式短语与否定词 μή 连用,表示否定目的(“为了不显得谋求僭主之位”)。后接的 ὅπως 从句进一步展开了该企图的具体内容。

  2. 4.25.22ἀναγκασθείη τῷ Ῥωμαίων στρατῷ ἀνελέσθαι

    附属于被动语态祈愿语气动词 ἀναγκασθείη 的与格 τῷ Ῥωμαίων στρατῷ 在此处充当施动者(或工具性施动者),意为“被迫于罗马军队(由罗马军队逼迫)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.25.1-4.25.28