- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.24.1-4.24.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼皇帝派遣阿雷奥宾杜斯前往利比亚与塞尔吉乌斯分掌军权;因塞尔吉乌斯消极怠工拒不配合,西西尼奥卢斯之子约翰独木难支阵亡,但临死前射杀了叛军首领斯托扎斯。鉴于军权割裂的危害,皇帝召回塞尔吉乌斯,将利比亚军政全权授予阿雷奥宾杜斯。
Ἐν τούτοις δὲ βασιλεὺς ἄλλον ἐς Λιβύην στρατηγὸν Ἀρεόβινδον ξὺν στρατιώταις ὀλίγοις τισὶν ἔπεμψεν, ἄνδρα ἐκ βουλῆς μὲν καὶ εὖ γεγονότα, ἔργων δὲ πολεμίων οὐδαμῶς ἔμπειρον. καὶ ξὺν αὐτῷ Ἀθανάσιον ἔπαρχον ἄρτι ἐξ Ἰταλίας ἥκοντα ἔστελλε καὶ Ἀρμενίους ὀλίγους τινάς, ὧν Ἀρταβάνης τε καὶ Ἰωάννης ἦρχον, Ἰωάννου παῖδες, Ἀρσακίδαι μὲν γένος, ἔναγχος δὲ ἀπολιπόντες τὸ Περσῶν στράτευμα, ἔς τε Ῥωμαίους αὖθις ξὺν τοῖς ἄλλοις Ἀρμενίοις αὐτόμολοι ἥκοντες.
在此期间,皇帝派遣了另一位将领阿雷奥宾杜斯率领少数士兵前往利比亚;他出身元老院且门第高贵,但对战事全然缺乏经验。与他同行的还有刚从意大利归来的长官阿塔纳西乌斯,以及由阿尔塔巴内斯和约翰统领的少数亚美尼亚人,这两人是约翰之子、阿尔萨息王朝的后裔,此前不久脱离了波斯军队,与其他亚美尼亚人一同再度作为逃兵投奔了罗马人。
συνῆν δὲ τῷ Ἀρεοβίνδῳ ἥ τε ἀδελφὴ καὶ Πρεϊέκτα ἡ γυνή, Βιγλεντίας θυγάτηρ τῆς βασιλέως Ἰουστινιανοῦ ἀδελφῆς.
与阿雷奥宾杜斯随行的还有他的姊妹以及妻子普莱耶克塔——她是查士丁尼皇帝之妹维吉兰提娅的女儿。
οὐ μὴν οὐδὲ Σέργιον μετεπέμπετο, ἀλλ’ αὐτόν τε καὶ Ἀρεόβινδον Λιβύης στρατηγοὺς ἐκέλευεν εἶναι, τήν τε χώραν καὶ τῶν στρατιωτῶν τοὺς καταλόγους διελομένους.
然而皇帝并未召回塞尔吉乌斯,而是命令他与阿雷奥宾杜斯共同担任利比亚的将领,平分该地区及军队的编制名册。
ἐπέβαλε δὲ Σεργίῳ μὲν τὸν πόλεμον διενεγκεῖν πρὸς τοὺς ἐν Νουμιδίᾳ βαρβάρους, Ἀρεοβίνδῳ δὲ τοῖς ἐν Βυζακίῳ Μαυρουσίοις ἀεὶ διαμάχεσθαι.
他指令塞尔吉乌斯负责对努米底亚的蛮族作战,而指令阿雷奥宾杜斯不断与拜扎齐姆的摩尔人交锋。
καταπλεύσαντός τε τοῦ στόλου τούτου ἐς Καρχηδόνα, Σέργιος μὲν ἐπὶ Νουμιδίας ξὺν τῷ οἰκείῳ στρατῷ ἀπιὼν ᾤχετο, Ἀρεόβινδος δὲ Ἀντάλαν τε καὶ Στότζαν ἐνστρατοπεδεύεσθαι μαθὼν ἀμφὶ πόλιν Σικκαβενερίαν, τριῶν ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, Ἰωάννην τὸν Σισινιόλου ἐπ’ αὐτοὺς ἐκέλευεν ἰέναι τοῦ στρατοῦ ἀπολεξάμενον εἴ τι ἄριστον ἦν· τῷ τε Σεργίῳ ἔγραφε τοῖς ἀμφὶ τὸν Ἰωάννην ἀναμίγνυσθαι, ἐφ’ ᾧ κοινῇ ἅπαντες ὁμόσε τοῖς πολεμίοις χωρήσουσι.1
当这支船队驶入迦太基时,塞尔吉乌斯率领本部军队前往努米底亚离去;而阿雷奥宾杜斯获悉安塔拉斯与斯托扎斯驻扎在距迦太基三日程的西卡韦内里亚城一带,便命令西西尼奥卢斯之子约翰挑选军中最精锐的人马前往讨伐他们;他还写信给塞尔吉乌斯,要求其与约翰的人马汇合,以便全军共同迎击敌军。
Σέργιος μὲν οὖν τῶν τε γεγραμμένων καὶ τοῦ ἔργου τούτου ὀλιγωρεῖν ἔγνω, ὁ δὲ Ἰωάννης ξὺν ὀλίγῳ στρατῷ ἀμυθήτῳ ἠνάγκαστο πολεμίων πλήθει ἐς χεῖρας ἰέναι.
然而,塞尔吉乌斯决意漠视这封信函及这项行动,使得约翰只得率领微弱的兵力与敌军无可计数的庞大人群短兵相接。
ἦν δὲ αὐτῷ τε καὶ Στότζᾳ μέγα τι ἀεὶ ἐς ἀλλήλους ἔχθος, ἑκάτερός τε αὐτοῖν ηὔχετο φονεὺς θατέρου γενόμενος οὕτω δὴ ἐξ ἀνθρώπων ἀφανισθῆναι.
约翰与斯托扎斯彼此宿怨极深,两人都曾祈求能在手刃对方之后再离开人世。
τότε γοῦν, ἐπειδὴ τάχιστα ἡ μάχη ἐν χερσὶ γίγνεσθαι ἔμελλεν, ἄμφω ἐκ τῶν στρατοπέδων ἐλαύνοντες ἐπ’ ἀλλήλους ἦλθον.
当时,就在交战即将爆发之际,两人各自策马从阵营中驰出,向对方迎面冲去。
ὁ μὲν οὖν Ἰωάννης ἐντείνας τὸ τόξον ἔτι προσιόντα τὸν Στότζαν κατὰ βουβῶνα τὸν δεξιὸν ἐπιτυχὼν βάλλει, ὁ δὲ καιρίαν πληγεὶς αὐτοῦ ἔπεσεν, οὔπω μὲν τεθνεώς, χρόνον δέ τινα ὀλίγον ταύτῃ δὴ ἐπιβιωσόμενος τῇ πληγῇ.
于是约翰拉满弓弦,正中仍在逼近的斯托扎斯的右腹股沟;斯托扎斯受了致命伤当场倒地,虽未立时毙命,但也只能带着这一创伤苟延残喘片刻。
ἐπελθόντες δὲ πάντες αὐτίκα, ὅσοι τε αὐτῷ εἵποντο καὶ ὁ τῶν Μαυρουσίων στρατός, Στότζαν μὲν ὀλιγοψυχοῦντα ἐπὶ δένδρου τινὸς ἔθεντο, αὐτοὶ δὲ θυμῷ πολλῷ ἐπὶ τοὺς πολεμίους χωρήσαντες τόν τε Ἰωάννην καὶ Ῥωμαίους ἅπαντας, ἅτε πλήθει πολλῷ ὑπεραίροντες, οὐδενὶ πόνῳ ἐτρέψαντο.
跟随他的部下与摩尔人的军队立时全数赶来,将奄奄一息的斯托扎斯安置在一棵树旁;他们怀着满腔怒火向敌军冲去,由于人数占压倒性优势,毫不费力便击溃了约翰及全体罗马军。
τότε δή φασιν εἰπεῖν τὸν Ἰωάννην ὡς ἡδύν τινα θάνατον θνήσκοι, ἐπεί οἱ τὰ τῆς εὐχῆς ἀμφὶ τῷ Στότζᾳ ἐς πέρας ἀφῖκται. χῶρος δέ τις ἦν κατάντης ἐνταῦθα, οὗ δὴ αὐτὸν ἀποβάλλει ὀκλάσας ὁ ἵππος.
据说此时约翰曾言,他死得十分甘心,因为他针对斯托扎斯所祈求的心愿已经得以实现。彼处有一处下坡地,约翰的坐骑在此失蹄将他掀翻在地。
ἐφ’ ὃν αὖθις αὐτὸν ἀναθρώσκειν πειρώμενον καταλαβόντες οἱ πολέμιοι κτείνουσιν, ἄνδρα γενόμενον δόξῃ τε καὶ ἀρετῇ μέγαν. ὅπερ ὁ Στότζας μαθὼν ἐτελεύτησε, τοσοῦτον εἰπών, ὡς ἥδιστα τὸ λοιπὸν θνήσκοι.
当他正试图重新跃上马背时,敌军赶上并将他杀死——他本是一位在声誉与勇武上都极为卓越的人物。斯托扎斯得知此事后便咽了气,临终只说了这样一句:他从此可以最甘心合眼了。
ἐν ταύτῃ τῇ μάχῃ καὶ Ἰωάννης Ἀρμένιος Ἀρταβάνου ἀδελφὸς θνήσκει, ἔργα ἐς τοὺς πολεμίους ἐπιδειξάμενος ἀρετῆς ἄξια.
在这场战斗中,阿尔塔巴内斯的兄弟、亚美尼亚人约翰亦英勇阵亡,他在对敌作战中展现出了无愧于其勇武的战绩。
βασιλεὺς δὲ ταῦτα ἀκούσας περιώδυνός τε τῇ τοῦ Ἰωάννου ἀρετῇ γεγονὼς μάλιστα,2 ἀξύμφορόν τε νομίσας εἶναι τοῖν δυοῖν στρατηγοῖν τὴν ἀρχὴν διέπειν,3 τὸν μὲν Σέργιον εὐθὺς μεταπεμψάμενος ἐς Ἰταλίαν ξὺν στρατῷ ἔπεμψεν, Ἀρεοβίνδῳ δὲ ἅπαν τὸ Λιβύης παρέδωκε κράτος.
皇帝得知这些消息后,尤其为失去约翰这样的英才而痛心疾首,并认为由两位将领共同掌管军权实非良策,遂立即召回塞尔吉乌斯,派其率军前往意大利,而将利比亚的全部统帅权交给了阿雷奥宾杜斯。
- 4.24.7ἐφ’ ᾧ κοινῇ ἅπαντες ὁμόσε τοῖς πολεμίοις χωρήσουσι
连词 ἐφ’ ᾧ 后接将来时直陈式(χωρήσουσι),在古典希腊语中表约定条件,但在晚期希腊语(尤见于普罗科匹厄斯)中常引导目的从句,表示“以便……”,此处指会师的目的是全军共同迎敌。
- 4.24.16περιώδυνός τε τῇ τοῦ Ἰωάννου ἀρετῇ γεγονὼς μάλιστα
与格 τῇ ... ἀρετῇ 是与形容词 περιώδυνος(极其悲痛的)连用的原因与格。抽象名词 ἀρετή(勇武、德行)在此为借代用法,指因约翰这一勇将的牺牲/失去其勇武之士而深感痛惜。
- 4.24.16ἀξύμφορόν τε νομίσας εἶναι τοῖν δυοῖν στρατηγοῖν τὴν ἀρχὴν διέπειν
双数与格 τοῖν δυοῖν στρατηγοῖν 既可视为与形容词 ἀξύμφορον 连用的利益/关涉与格,亦可视为不定式 διέπειν 的逻辑主语,意为“(皇帝)认为由两位将领执掌统帅权是不利的”。
