- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.23.18-4.23.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
教士保罗利用谋略奇袭收复了哈德鲁梅图姆;摩尔人与斯托扎斯察觉真相后大为震怒,对利比亚全境展开残暴报复,造成土地荒芜。
Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον τῶν τις ἱερέων, Παῦλος ὄνομα, ὃς δὴ ἐφεστήκει τῇ τῶν νοσούντων ἐπιμελείᾳ, κοινολογησάμενος τῶν λογίμων τισίν, “Αὐτὸς μέν,” ἔφη, “ἐς Καρχηδόνα σταλήσομαι καὶ κατὰ τάχος ξὺν στρατῷ ἐπανήξειν ἐλπίδα ἔχω, ὑμῖν δὲ μελήσει τῇ πόλει τὸ βασιλέως στράτευμα δέξασθαι.” οἱ μὲν οὖν αὐτὸν βρόχοις τισὶν ἀνάψαντες νύκτωρ ἀπὸ τοῦ περιβόλου καθῆκαν, ὁ δὲ παρὰ τῆς θαλάσσης τὴν ἠιόνα γενόμενος, ὁλκάδος τε ἁλιέων ἐπιτυχὼν ἐνταῦθά πη οὔσης χρήμασι πολλοῖς ἀναπείσας τοὺς ταύτης κυρίους ἐς Καρχηδόνα ἔπλει.
不久之后,一位名叫保罗的教士——他当时主管看护病人——与城中的几位显贵商议道:“我自己将前往迦太基,并有望迅速带领一支军队归来;而你们的职责则是把皇帝的军队迎入城中。”于是,他们在夜间用绳索将他系牢,从城墙上垂放下去。他来到海滩,恰好遇到一艘停靠在那里的渔船,便用重金说服了船主,乘船驶往迦太基。
οὗ δὴ καταπλεύσας καὶ Σεργίῳ ἐς ὄψιν ἐλθὼν τόν τε λόγον ἅπαντα ἔφρασε καὶ στράτευμα λόγου ἄξιον ὡς Ἀδραμητὸν ἀνασωσομένῳ1 διδόναι ἠξίου.
他在那里登岸后晋见了塞尔吉乌斯,说明了全部经过,并请求调拨一支可观的军队以便自己收复哈德鲁梅图姆。
καὶ ἐπεὶ ταῦτα Σέργιον ἥκιστα ἤρεσκεν, ἅτε τοῦ ἐν Καρχηδόνι στρατοῦ οὐ πολλοῦ ὄντος, ὅδε ὀλίγους οἱ στρατιώτας τινὰς διδόναι ἐδεῖτο, λαβών τε ἄνδρας οὐ πλέον ὀγδοήκοντα, ἐπενόει τοιάδε.
然而塞尔吉乌斯对此极不以为然,因为迦太基的军队本就不多;于是保罗只恳求分给他少数士兵,并在得到不超过八十名士兵后,想出了如下计策。
νηῶν τε ἄθροισιν καὶ ἀκάτων συχνῶν ποιησάμενος ναύτας τε πολλοὺς ἐνταῦθα ἐσεβίβασε καὶ Λίβυας ἄλλους, ἱμάτια περιβεβλημένους ἃ δὴ Ῥωμαίων οἱ στρατιῶται εἰώθασιν ἐνδιδύσκεσθαι.
他聚集了一些船只和大量小艇,让许多水手以及其他利比亚人登上这些船艇,这些人身上都披着罗马士兵惯穿的外衣。
ἄρας τε τῷ παντὶ στόλῳ εὐθὺ Ἀδραμητοῦ κατὰ τάχος ἔπλει. καὶ ἐπεὶ αὐτῆς ἄγχιστα ἐγεγόνει, πέμψας τινὰς λάθρα τοῖς τῆς πόλεως δοκίμοις ἐσήμαινεν ὡς Γερμανὸς ὁ βασιλέως ἀνεψιὸς ἐς Καρχηδόνα ἔναγχος ἥκων Ἀδραμητηνοῖς λόγου πολλοῦ ἄξιον στράτευμα πέμψειεν. οἷς δὴ θαρσοῦντας ἐκέλευε2 τὴν νύκτα ἐκείνην ἀνακλῖναι σφίσι πυλίδα μίαν.
随后,他率领整支船队起锚,全速径直驶向哈德鲁梅图姆。当他极其接近该城时,暗中派人向城里的知名人士通报说,皇帝的侄儿日耳曼努斯刚抵迦太基,已为哈德鲁梅图姆人派来了一支可观的大军;他要求他们以此增强信心,在当晚为他们打开一扇便门。
οἱ δὲ τὰ ἐπηγγελμένα ἐποίουν. οὕτω τε ὁ Παῦλος ξὺν τοῖς ἑπομένοις ἐντὸς τοῦ περιβόλου γενόμενος τούς τε πολεμίους ἅπαντας ἔκτεινε καὶ βασιλεῖ Ἀδραμητὸν ἀνεσώσατο· ἥ τε ἀμφὶ Γερμανῷ φήμη ἐνθένδε ἀρξαμένη ἄχρι ἐς Καρχηδόνα ἐχώρησεν.
他们照着吩咐做了。这样,保罗率领随从进入了城墙之内,将敌人斩尽杀绝,为皇帝收复了哈德鲁梅图姆;而关于日耳曼努斯的谣传便从那里发端,一直传到了迦太基。
οἱ δὲ Μαυρούσιοι καὶ ὁ Στότζας ξὺν τοῖς ἑπομένοις ταῦτα ἀκούσαντες κατ’ ἀρχὰς μὲν κατωρρώδησάν τε καὶ ἐς τὰς Λιβύης ἐσχατιὰς φεύγοντες ᾤχοντο, ἔπειτα δὲ γνόντες τὸν ἀληθῆ λόγον δεινὰ ἐποιοῦντο, εἰ3 αὐτοὶ Ἀδραμητηνῶν φεισάμενοι πάντων τοιαῦτα πρὸς ἐκείνων πεπόνθασι.
摩尔人与斯托扎斯及其部众听闻此事后,起初惊恐万分,逃往了利比亚的极远边陲;但后来得知了真相,他们便大为恼火,气愤自己既然饶恕了哈德鲁梅图姆的所有人,却反遭那些人这般暗算。
διὸ δὴ πανταχῆ ἐπισκήψαντες ἀνόσια Λίβυας ἔργα εἰργάσαντο, οὐδεμιᾶς ἡλικίας φεισάμενοι, γέγονέ τε τότε ἀνθρώπων ἔρημος ἐπὶ πλεῖστον ἡ χώρα.
于是他们四处袭掠,对利比亚人犯下天理难容的暴行,不分老幼屠戮殆尽,当时该地大部分土地沦为了渺无人烟的荒原。
Λιβύων γὰρ τῶν ἀπολελειμμένων οἱ μὲν ἐς τὰς πόλεις διέφευγον, οἱ δὲ ἔς τε Σικελίαν καὶ νήσους τὰς ἄλλας.
剩下的利比亚人中,有的逃入各城市,有的则逃往西西里及其他岛屿。
οἱ μέντοι λόγιμοι σχεδόν τι ἅπαντες ἐς Βυζάντιον ἦλθον, ἐν τοῖς καὶ Παῦλος ἦν, ὁ τὴν Ἀδραμητὸν ἀνασωσάμενος βασιλεῖ.
然而显要人士几乎全都前往了拜占庭,其中便包括为皇帝收复哈德鲁梅图姆的保罗。
οἵ τε Μαυρούσιοι ἀδεέστερον, ἅτε οὐδενὸς σφίσιν ἐπεξιόντος, ἦγόν τε καὶ ἔφερον ἅπαντα καὶ ξὺν αὐτοῖς ὁ Στότζας ἐν δυνάμει ὢν ἤδη.
摩尔人见无人出征讨伐,便更加无所忌惮地大肆烧杀掳掠,与他们在一起的斯托扎斯此时也拥兵自重、权势大增。
Ῥωμαῖοι γὰρ αὐτῷ στρατιῶται πολλοὶ εἵποντο, οἱ μὲν αὐτόμολοι ἥκοντες, οἱ δὲ κατ’ ἀρχὰς μὲν αἰχμάλωτοι γεγενημένοι, ἐθελούσιοι δὲ αὐτοῦ μείναντες. Ἰωάννης δέ, οὗ δὴ λόγος τις ἦν ἐν Μαυρουσίοις, Σεργίῳ προσκεκρουκὼς ἐς τὰ μάλιστα ἡσυχίαν ἦγεν.
因为许多罗马士兵跟随着他,其中有主动叛逃而来的,也有最初沦为战俘、后来却自愿留在那里的。而那在摩尔人中素有声望的约翰,因与塞尔吉乌斯交恶极深,完全按兵不动。
- 4.23.20ὡς Ἀδραμητὸν ἀνασωσομένῳ
小词 ὡς 与将来时分词 ἀνασωσομένῳ(与格、单数、阳性)连用,与不定式 διδόναι 的间接宾语(即保罗自身)在性、数、格上一致,表目的或意图(“以便他收复哈德鲁梅图姆”)。
- 4.23.24οἷς δὴ θαρσοῦντας ἐκέλευε
关系代词 οἷς(与格)指代前文伪称的日耳曼努斯来援的消息,作为分词 θαρσοῦντας(“信赖/得力于此”)的依据格。受动词 ἐκέλευε 的支配,不定式 ἀνακλῖναι 的逻辑主语采用了宾格分词 θαρσοῦντας(指城内显贵)。
- 4.23.26δεινὰ ἐποιοῦντο, εἰ
表示情感的惯用语 δεινὰ ποιεῖσθαι(感到义愤、愤怒)后接连词 εἰ,用于引出引起愤懑的事由(“对……感到愤恨”)。因陈述既成事实,故从属节动词采用了直陈式完成时 πεπόνθασι。
