← 普罗科皮乌斯

战史

§4.23.1-4.23.17

希梅里乌斯被俘与哈德鲁梅图姆陷落

希梅里乌斯因未能收到约翰的军令而落入敌手,被迫依从摩尔人的胁迫施展诡计,将哈德鲁梅图姆城献出。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.23.1

Ἀντάλας δὲ καὶ ὁ τῶν Μαυρουσίων στρατὸς ξυνελέγοντο αὖθις ἐν Βυζακίῳ, καὶ αὐτοῖς Στότζας ξυνῆν, στρατιώτας τε ὀλίγους τινὰς καὶ Βανδίλους ἔχων.

安塔拉斯与摩尔人的军队再次在比扎基乌姆集结,斯托扎斯也与他们在一起,率领着少数士兵和汪达尔人。

§4.23.2

Ἰωάννης δὲ ὁ Σισινιόλου, πολλὰ λιπαρούντων Λιβύων, στράτευμα ἀγείρας ἐπ’ αὐτοὺς ἦλθεν.

西西尼奥卢斯之子约翰在利比亚人的一再恳求下,召集了一支军队前往征讨他们。

§4.23.3

ἐτύγχανε δὲ Ἱμέριος Θρᾷξ τῶν ἐν Βυζακίῳ καταλόγων ἄρχων, ὃν δὴ τότε Ἰωάννης ἐκέλευε πάντας ἐπαγόμενον τοὺς ταύτῃ καταλόγους ξὺν τοῖς ἑκάστῳ ἡγουμένοις ἐλθόντα ἐς χωρίον Μενεφέσση, ὅ ἐστιν ἐν Βυζακίῳ, σφίσι ξυμμῖξαι. ὕστερον δὲ ἀκούσας ἐνταῦθα ἐνστρατοπεδεύεσθαι τοὺς πολεμίους, Ἱμερίῳ ἔγραφε τά τε ξυμπεσόντα δηλῶν καὶ σφίσιν ἐπαγγέλλων ἑτέρωθι ἀναμίγνυσθαι, ὅπως μὴ κατὰ μόνας, ἀλλὰ κοινῇ ἅπαντες ὑπαντιάσωσι τοῖς πολεμίοις.

当时色雷斯人希梅里乌斯恰好担任比扎基乌姆各部队的指挥官,约翰遂命他率领当地的所有部队及其各部军官,前往比扎基乌姆一处名为梅内费塞的地方,与主力会合。但后来约翰得知敌人正驻扎在那里,便致信希梅里乌斯,说明所发生的情况,并指示他在别处会合,以便大家不要分散、而是合力迎敌。

§4.23.5

τύχῃ δέ τινι οἱ ταῦτα τὰ γράμματα ἔχοντες ὁδῷ ἑτέρᾳ χρησάμενοι τὸν Ἱμέριον εὑρεῖν οὐδαμῇ ἴσχυσαν, ἀλλὰ ξὺν τῷ στρατῷ ἐμπεπτωκὼς ἐς τὸ τῶν ἐναντίων στρατόπεδον γέγονεν ὑπὸ ταῖς ἐκείνων χερσίν.1

然而出于某种机缘,携带这封信的人因走了另一条路而根本无法找到希梅里乌斯;希梅里乌斯反而率军误入敌阵,落入了敌人的手中。

§4.23.6

ἦν δέ τις ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ νεανίας Σεβηριανός, Ἀσιατικοῦ παῖς, Φοῖνιξ, Ἐμεσηνὸς γένος, καταλόγου ἱππικοῦ ἄρχων.

在这支罗马军队中,有一位名叫塞维里亚努斯的年轻军官,他是阿希亚提库斯之子,原籍埃梅萨的腓尼基人,统领着一支骑兵中队。

§4.23.7

ὃς δὴ μόνος ξὺν τοῖς ἀμφ’ αὐτὸν στρατιώταις, πεντήκοντα οὖσι, τοῖς πολεμίοις ἐς χεῖρας ἦλθε.

唯有他率领身边的五十名士兵与敌人短兵相接。

§4.23.8

καὶ χρόνον μὲν ἀντεῖχόν τινα, ἔπειτα δὲ πλήθει πολλῷ βιαζόμενοι ἐς λόφον ἀνέδραμον ἐνταῦθά πη ὄντα, οὗ δὴ καὶ φρούριον οὐκ ἀσφαλὲς ἦν.

他们坚守了一段时间,但随后被优势兵力所逼迫,退守到附近的一座丘陵上,那里有一座并不坚固的要塞。

§4.23.9

διὸ δὴ ὁμολογίᾳ σφᾶς αὐτοὺς τοῖς ἐναντίοις ἐνταῦθα ἐπ’ αὐτοὺς ἀναβεβηκόσι παρέδωκαν.

因此,他们与登丘前来的敌人达成了协议,向其投降。

§4.23.10

οἱ δὲ οὔτε αὐτὸν οὔτε τῶν στρατιωτῶν τινα ἔκτειναν, ἀλλὰ ζωγρήσαντες ἅπαντας, Ἱμέριον μὲν ἐν φυλακῇ ἔσχον, τῷ δὲ Στότζᾳ τοὺς στρατιώτας παρέδοσαν, ὁμολογοῦντας σφίσι ξὺν προθυμίᾳ πολλῇ ἐπὶ Ῥωμαίους στρατεύσεσθαι· τὸν μέντοι Ἱμέριον, ἢν μὴ τὰ ἐπαγγελλόμενα ποιῇ, κτείνειν ἠπείλουν.

敌人既没有杀他,也没有杀任何士兵,而是将他们全部生俘;他们将希梅里乌斯收押监禁,并将那些答应竭力进攻罗马人的士兵移交给了斯托扎斯;然而他们威胁希梅里乌斯,若不按其吩咐行事,便将其处死。

§4.23.11

ἐπήγγελλον δὲ πόλιν Ἀδραμητὸν ἐπιθαλασσίαν μηχανῇ τινι σφίσιν ἐνδοῦναι. καὶ ἐπεί οἱ ἰσχυρίζετο βουλομένῳ εἶναι,2 ἐπὶ Ἀδραμητὸν ξὺν αὐτῷ ᾔεσαν.

他们命令他设法将沿海城市哈德鲁梅图姆献给他们。当他坚称自己愿意照办时,他们便带着他向哈德鲁梅图姆进发。

§4.23.12

τῆς τε πόλεως ἀγχοῦ γενόμενοι Ἱμέριον μὲν ὀλίγῳ ἔμπροσθεν ξὺν στρατιώταις τῶν Στότζᾳ ἑπομένων τισὶν ἔπεμψαν, Μαυρουσίους δεδεμένους δῆθεν ἐφέλκοντα, αὐτοὶ δὲ ὄπισθεν εἵποντο.

在接近该城时,他们让希梅里乌斯与跟随斯托扎斯的若干士兵走在稍前方,佯装押送着被捆绑的摩尔人,而他们自己则尾随其后。

§4.23.13

καὶ τῷ Ἱμερίῳ εἰπεῖν τοῖς ἐφεστῶσι ταῖς τῆς πόλεως πύλαις ἐπέστελλον, ὡς νικῴη μὲν κατὰ κράτος ὁ βασιλέως στρατός, ἥξει δὲ Ἰωάννης αὐτίκα δὴ μάλα, πλῆθος Μαυρουσίων δορυαλώτων ἄγων ἀριθμοῦ κρεῖσσον· οὕτω τε τῶν πυλῶν σφίσιν ἀνοιγνυμένων, ἐντὸς τοῦ περιβόλου ξὺν τοῖς ἅμα αὐτῷ ἰοῦσι γενέσθαι.

他们吩咐希梅里乌斯对守卫城门的卫兵说,皇帝的军队大获全胜,约翰也即将押解数不胜数的摩尔人俘虏赶到,并在城门如此为他们打开后,与同行之人进入城墙周郭之内。

§4.23.14

καὶ ὁ μὲν κατὰ ταῦτα ἐποίει. Ἀδραμητηνοὶ δὲ οὕτως ἐξαπατηθέντες ʽοὐ γὰρ ἀπιστεῖν τῷ πάντων ἄρχοντι τῶν ἐν Βυζακίῳ στρατιωτῶν εἶχον’3 τὰς πύλας ἀναπετάσαντες τοὺς πολεμίους ἐδέχοντο.

他依计而行。而哈德鲁梅图姆人便这样受了欺骗——因为他们绝不可能怀疑统领比扎基乌姆全军的长官——他们大开城门迎入了敌人。

§4.23.15

τότε δὴ οἱ ξὺν τῷ Ἱμερίῳ ἐσβάντες σπασάμενοι τὰ ξίφη τὰς πύλας ἐπιτιθέναι τοὺς ταύτῃ φύλακας οὐκέτι εἴων, ἀλλὰ πάντα τῇ πόλει αὐτίκα ἐδέξαντο τὸν τῶν Μαυρουσίων στρατόν.

此时,随希梅里乌斯入城的人拔出利剑,不再允许那里的守卫关闭城门,而是立即放摩尔人的全军进入城内。

§4.23.16

ληισάμενοί τε αὐτὴν οἱ βάρβαροι καὶ φύλακας καταστησάμενοι ὀλίγους τινὰς ἀπηλλάσσοντο.

蛮族洗劫了该城并安置了少数守卫后便撤离了。

§4.23.17

Ῥωμαίων δὲ τῶν ζωγρηθέντων τινὲς μὲν φεύγοντες ἐς Καρχηδόνα ἦλθον, ἐν οἷς Σεβηριανός τε καὶ Ἱμέριος ἦν. ἐκ Μαυρουσίων γὰρ τοῖς φεύγειν ἐθέλουσιν οὐ χαλεπὸν ἦν. πολλοὶ δὲ καὶ ξὺν τῷ Στότζᾳ οὔτι ἄκοντες ἔμειναν.

在被俘的罗马人中,有些人逃到了迦太基,其中便有塞维里亚努斯和希梅里乌斯;因为对想要逃离摩尔人的人来说,逃跑并不困难。但也有许多人心甘情愿地留在了斯托扎斯军中。

语法注3 条
  1. 4.23.5ἀλλὰ ξὺν τῷ στρατῷ ἐμπεπτωκὼς ἐς τὸ τῶν ἐναντίων στρατόπεδον γέγονεν ὑπὸ ταῖς ἐκείνων χερσίν

    此处出现主语转换。前一分句的主语是信使(οἱ ταῦτα τὰ γράμματα ἔχοντες),而此处分词 ἐμπεπτωκώς 与限定动词 γέγονεν 的主语突然跳回至希梅里乌斯本人,说明是他自己率军误入敌阵被俘,构成了轻微的破格结构。

  2. 4.23.11ἐπεί οἱ ἰσχυρίζετο βουλομένῳ εἶναι

    此处使用了惯用表达 βουλομένῳ ἐστί τινι(“某人愿意/合乎某人心愿”),在由 ἰσχυρίζετο 引出的间接引语中与不定式 εἶναι 结合,代词与格 οἱ 指代希梅里乌斯本人,意为“当他坚称自己甘愿照办时”。

  3. 4.23.14οὐ γὰρ ἀπιστεῖν τῷ πάντων ἄρχοντι τῶν ἐν Βυζακίῳ στρατιωτῶν εἶχον

    动词 εἶχον 搭配不定式 ἀπιστεῖν 表示能力或可能性(“能够”),加上否定词 οὐ 即“无法不信任/不能怀疑”。与格短语 τῷ πάντων ἄρχοντι 作 ἀπιστεῖν 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.23.1-4.23.17